1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

77

καταλλήλου πεπάνσεώς τε καὶ γεωργίας εἰς ἐλαίου μεταβάλλουσα φύσιν ὃ τοῦ φωτὸς γίνεται ὕλη καὶ καμάτων λυτήριον καὶ πόνων ἄνεσις καὶ κεφαλῆς φαιδρότης καὶ πρὸς τοὺς ἀγῶνας τοῖς νομίμως ἀθλοῦσι συνέργεια, πῶς δὲ δυσεπιχείρητον ποιεῖ τὸν ἑαυτοῦ καρπὸν τοῖς κλέπταις ὁ φοῖνιξ ἄνω θησαυρίζων καὶ οὐχὶ πρόσγειον αὐτὸν ἐκφέρων· ἥ τε τῆς ἀμπέλου χάρις καὶ ἡ εὐώδης κυπάρισσος καὶ τὸ ἡδὺ τῆς μυρσίνης· ταῦτα πάντα διὰ τροπικῆς θεωρίας πρὸς τὸν κατ' ἀρετὴν μεταληφθέντα λόγον πρόδηλα πᾶσίν ἐστι τοῖς νουνεχῶς ἐπαΐουσι πρὸς ὅ τι βλέπει. οὐκοῦν ὁ τῶν τοιούτων δένδρων κῆπος γεγονὼς εὐθαλὴς καὶ κατάφυτος καὶ τῷ τῶν ἐντολῶν ἑρκίῳ πανταχόθεν ἠσφαλισμένος, ὡς 6.275 μηδεμίαν καθ' ἑαυτοῦ παρασχεῖν τῷ κλέπτῃ καὶ τοῖς θηρίοις τὴν πάροδον (ὁ γὰρ ἐν κύκλῳ τῷ φραγμῷ τῶν ἐντολῶν διειλημμένος ἀνεπίβατός ἐστι τῷ μονιῷ τῷ ἀγρίῳ καὶ ὁ ἐκ τοῦ δρυμοῦ αὐτὸν ὗς οὐ λυμαίνεται), εἴ τις τοίνυν καὶ κῆπός ἐστι καὶ ἠσφαλισμένος, οὗτος ἀδελφὴ καὶ νύμφη γίνεται τοῦ πρὸς τὴν τοιαύτην εἰπόντος ψυχὴν ὅτι Κῆπος κεκλεισμένος ἀδελφή μου νύμφη. Ἀλλὰ τῷ κήπῳ τούτῳ καὶ πηγῆς ἐστι χρεία, ὡς ἂν εὐθαλὲς διαμένοι τὸ ἄλσος τῷ ὕδατι πρὸς τὸ διηνεκὲς πιαινόμενον. διὰ τοῦτο συνέζευξεν ἐν τοῖς ἐπαίνοις τὴν πηγὴν τῷ κήπῳ εἰπὼν ὅτι Κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη. τὸν δὲ περὶ τῆς πηγῆς λόγον ἡ Παροιμία διδάσκει ἡμᾶς δι' αἰνίγματος ἐν οἷς φησιν ὅτι Ἡ πηγὴ τοῦ ὕδατός σου ἔστω σοι ἰδία· καὶ Ἔστω σοι μόνῳ καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι. ὡς γὰρ ἐκεῖ κωλύει τοῖς ἀλλοτρίοις ἐνδαπανᾶσθαι τῆς πηγῆς τὸ ὕδωρ, οὕτως ἐνταῦθα τὸ μηδαμοῦ διαχεῖσθαι πρὸς ἀλλοτρίους τὴν πηγὴν μαρτυρεῖ διὰ τοῦ εἰπεῖν ὅτι Ἐσφραγισμένη, ὅπερ ἴσον ἐστὶ τῷ εἰπεῖν ὅτι πεφυλαγμένη. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστι· πηγὴ κυρίως κατονομάζεται κατά γε τὸν ἐμὸν λόγον ἡ διανοητικὴ τῆς ψυχῆς ἡμῶν δύναμις ἡ παντοίους λογισμοὺς ἐν ἡμῖν βρύουσά τε καὶ πηγάζουσα. ἀλλὰ τότε ἡμέτερον γίνεται τῆς διανοίας τὸ κίνημα, ὅταν πρὸς τὰ συμφέροντα ἡμῖν 6.276 κινῆται πᾶσαν ἡμῖν συνεργίαν πρὸς τὴν κτῆσιν τῶν ἀγαθῶν παρεχόμενον. ὅταν δέ τις τρέψῃ τῶν λογισμῶν τὴν ἐνέργειαν πρὸς κακίας ἐπίνοιαν, τότε τοῖς ἀλλοτρίοις ἐνδαπανᾶται τὸ ῥεῖθρον, ὡς εὐτροφεῖν μὲν τὸν ἀκανθώδη βίον τῇ συμμαχίᾳ τῶν λογισμῶν καταρδόμενον, ἀποξηραίνεσθαι δὲ καὶ μαραί νεσθαι τὴν κρείττω φύσιν μηδεμιᾶς τῆς ἐκ λογισμῶν ἰκμάδος ὑποτρεφούσης τὴν ῥίζαν. ἐπειδὴ τοίνυν ἡ σφραγὶς τὸ ἄσυλον τῷ δι' αὐτῆς φυλασσομένῳ χαρίζεται φοβοῦσα τῷ σημάντρῳ τὸν κλέπτην, πᾶν δὲ τὸ μὴ κλεπτόμενον τῷ δεσπότῃ μένει ἀκέραιον, τὴν ἀκροτάτην ἔοικεν ἀρετὴν μαρτυρεῖν τῇ νύμφῃ ἐνταῦθα ὁ ἔπαινος, ὅτι ἀνέπαφος αὐτῆς μένει τοῖς ἐχθροῖς ἡ διάνοια ἐν καθαρότητι καὶ ἀπαθείᾳ φυλασσομένη τῷ ἰδίῳ δεσπότῃ· σφραγίζεται γὰρ τὴν πηγὴν ταύτην ἡ καθαρότης μηδεμιᾷ νοημάτων ἰλύϊ τὸ διαυγές τε καὶ ἀερῶδες τῆς καρδίας ἐπιθολώσασα. ὡς δ' ἄν τις ἐπὶ τὸ σαφέστερον προαγάγοι τὸ νόημα, τοιοῦτόν ἐστιν· ἐπειδὴ τῶν ἐν ἡμῖν τὰ μὲν ὡς ἀληθῶς ἐστιν ἡμέτερα, ὅσα τῆς ψυχῆς ἐστιν ἴδια, τὰ δὲ οἰκειούμεθα ὡς ἡμέτερα, τὰ περὶ τὸ σῶμά τε καὶ τὰ 6.277 ἔξωθεν λέγω, διά τινος ἡμαρτημένης ὑπολήψεως ἴδια νομίζοντες τὰ ἀλλότρια (τί γὰρ κοινὸν τῇ ἀΰλῳ τῆς ψυχῆς φύσει πρὸς τὴν ὑλικὴν παχυμέρειαν;), τούτου χάριν ὅ γε παροιμιώδης συμβουλεύει λόγος μὴ τοῖς ἀλλοτρίοις ἡμῶν, τοῖς περὶ τὸ σῶμά φημι καὶ τὰ ἔξωθεν, τὴν πηγὴν τῆς διανοίας ἐναναλίσκεσθαι, ἀλλὰ περὶ τὸν ἴδιον ἀναστρέφεσθαι κῆπον τὴν τοῦ θεοῦ φυτείαν πιαίνουσαν. ἀρετὰς δὲ εἶναι τὴν φυτείαν τοῦ θεοῦ μεμαθήκαμεν, περὶ ἃς ἡ διανοητικὴ τῆς ψυχῆς ἡμῶν δύναμις ἀσχολουμένη καὶ πρὸς οὐδὲν τῶν ἔξωθεν ἀπορρέουσα τῷ χαρακτῆρι τῆς ἀληθείας σφραγί ζεται, τῇ πρὸς τὸ ἀγαθὸν σχέσει ἐμμορφουμένη. Ἴδωμεν δὲ καὶ τῶν ἐφεξῆς ἐπαίνων τὴν δύναμιν· Ἀποστο λαί σου, φησί, παράδεισος ῥοῶν μετὰ καρποῦ ἀκροδρύων, κύπρος μετὰ νάρδου, νάρδος καὶ κρόκος, κάλαμος καὶ κιννάμωμον μετὰ πάντων ξύλων τοῦ λιβάνου, σμύρνα, ἀλόη μετὰ πάντων πρωτομύρων, πηγὴ κήπων, φρέαρ ὕδατος