1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

56

καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ. Ἰδοὺ εἶ καλή, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή. ὀφθαλμοί σου περιστεραὶ ἐκτὸς τῆς σιωπήσεώς σου. τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀπεκαλύφθησαν ἀπὸ τοῦ Γαλαάδ. Ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων, αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ, αἱ πᾶσαι διδυμεύουσαι, καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς. Ὡς σπαρτίον κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραία. ὡς λέπυρον ῥόας μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου. Ὡς πύργος ∆αβὶδ τράχηλός σου ὁ ᾠκοδομημένος ἐν θαλπιώθ· χίλιοι θυρεοὶ κρέμανται ἐπ' αὐτόν, πᾶσαι βολίδες τῶν δυνατῶν. ∆ύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος οἱ νεμόμενοι ἐν τοῖς κρίνοις, Ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί. πορεύσομαι ἐμαυτῷ πρὸς τὸ ὄρος τῆς σμύρνης 6.201 καὶ πρὸς τὸν βουνὸν τοῦ λιβάνου. Ὅλη καλὴ εἶ, ἡ πλησίον μου, καὶ μῶμος οὔκ ἐστιν ἐν σοί. Ἐν πολλοῖς ὁ βασιλεὺς Σολομὼν εἰς τύπον τοῦ ἀληθινοῦ βασιλέως παραλαμβάνεται, πολλοῖς δέ φημι τοῖς πρὸς τὸ κρεῖττον περὶ αὐτοῦ παρὰ τῆς ἁγίας γραφῆς ἱστορουμένοις· εἰρηνικός τε γὰρ λέγεται, καὶ ναὸν οἰκοδομεῖ καὶ σοφίαν ἀμέ τρητον ἔχει, βασιλεύει τε τοῦ Ἰσραὴλ καὶ κρίνει τὸν λαὸν ἐν δικαιοσύνῃ καὶ ἐκ τοῦ σπέρματός ἐστι τοῦ ∆αβίδ, ἀλλὰ καὶ ἡ τῶν Αἰθιόπων βασίλισσα πρὸς αὐτὸν φοιτᾷ. ταῦτα γὰρ πάντα καὶ τὰ τοιαῦτα περὶ αὐτοῦ μὲν λέγεται τυπικῶς, προδιαγράφει δὲ τοῦ εὐαγγελίου τὴν δύναμιν. τίς γὰρ οὕτως εἰρηνικὸς ὡς ὁ ἀποκτείνας τὴν ἔχθραν καὶ τῷ σταυρῷ προσηλώσας, ὁ τοὺς ἐχθροὺς ἑαυτοῦ ἡμᾶς, μᾶλλον δὲ τὸν κόσμον ὅλον ἑαυτῷ καταλλάξας καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην, ὁ κηρύξας τοῖς μακράν τε καὶ τοῖς ἐγγὺς τὴν εἰρήνην διὰ τῶν εὐαγγελιζομένων τὰ ἀγαθά; τίς δὲ 6.202 τοιοῦτος οἰκοδόμος ναοῦ ὁ τοὺς θεμελίους μὲν αὐτοῦ τιθεὶς ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις, τουτέστιν ἐν τοῖς προφήταις τε καὶ τοῖς ἀποστόλοις, ἐποικοδομῶν δέ, καθώς φησιν ὁ ἀπόστολος, Ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν τοὺς ζῶντάς τε καὶ ἐμψύχους λίθους τοὺς δι' ἑαυτῶν πρὸς τὴν τῶν τοίχων ἁρμονίαν κατὰ τὸν προφητικὸν λόγον κυλιομένους, ὥστε συναρμοσθέντας ἐν τῇ ἑνότητι τῆς πίστεως καὶ τῷ συνδέσμῳ τῆς εἰρήνης αὐξῆσαι δι' ἑαυτῶν τὸν ναὸν τὸν ἅγιον εἰς τὸ γενέσθαι κατοικητήριον θεοῦ ἐν πνεύματι; ὅτι δὲ καὶ τῇ σοφίᾳ τῇ ἑαυτοῦ ὁ Σολομὼν τὴν ἀληθινὴν μηνύει σοφίαν, οὐδεὶς ἂν ἀντείποι πρός τε τὴν ἱστορίαν καὶ πρὸς τὴν ἀλήθειαν βλέπων· μαρτυρεῖται μὲν γὰρ ὑπὸ τῆς ἱστορίας ἐκεῖνος, ὅτι παρῆλθε τοὺς τῆς ἀνθρωπίνης σοφίας ὅρους πάντων τὴν γνῶσιν ἐν τῷ πλάτει τῆς καρδίας χωρήσας, ὡς καὶ τοὺς προλαβόντας παραδραμεῖν καὶ τοῖς ἐφεξῆς γενέσθαι ἀνέφικτος, ὁ δὲ κύριος κατὰ τὴν ἑαυτοῦ φύσιν αὐτό, ὅπερ ἐστὶν ἀλήθειά τε καὶ σοφία καὶ δύναμις, οὐσίᾳ 6.203 ἐστίν. διὰ τοῦτο τοῦ ∆αβὶδ εἰπόντος ὅτι Πάντα ἐν σοφίᾳ ἐγένετο, ἑρμηνεύων τὸν προφήτην ὁ θεῖος ἀπόστολος Ἐν αὐτῷ ἐκτίσθαι τὰ πάντα λέγει, ὡς τοῦτον τοῦ προφήτου διὰ τῆς σοφίας σημαίνοντος. τὸ δὲ βασιλέα τοῦ Ἰσραὴλ εἶναι τὸν κύριον καὶ παρὰ τῶν ἐχθρῶν μεμαρτύρηται τῶν ὑπογεγραφηκότων τῷ σταυρῷ τὴν ὁμολογίαν τῆς βασιλείας αὐτοῦ ὅτι Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων· δεχόμεθα γὰρ τὴν μαρτυρίαν, εἰ καὶ κατασμικρύνειν νομίζεται τὸ μεγαλεῖον τοῦ κράτους τῇ τῶν Ἰσραηλιτῶν βασιλείᾳ τὴν δεσποτείαν ὁρίζουσα. οὐ γὰρ οὕτως ἔχει, ἀλλ' ἀπὸ μέρους τὴν κατὰ πάντων ἀρχὴν ἡ ἐπιγραφὴ αὕτη τῷ σταυρῷ ἀνατί θησι τῷ μὴ προσθεῖναι ὅτι μόνων τῶν Ἰουδαίων οὗτός ἐστι βασιλεύς· ἀπολύτως γὰρ αὐτῷ προσμαρτυρήσας ὁ λόγος τὴν τῶν Ἰουδαίων ἀρχὴν καὶ τὸ κατὰ πάντων κράτος κατὰ τὸ σιωπώμενον τῇ ὁμολογίᾳ ταύτῃ συμπεριέλαβεν· ὁ γὰρ βασιλεὺς πάσης τῆς γῆς καὶ τοῦ μέρους πάντως 6.204 τὴν δεσποτείαν ἔχει. ἡ δὲ περὶ τὴν δικαίαν κρίσιν τοῦ Σολομῶνος σπουδὴ τὸν ἀληθινὸν κριτὴν τοῦ παντὸς κόσμου διασημαίνει, ὅς φησιν ὅτι Ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ· καὶ ὅτι Οὐ δύναμαι ἀπ' ἐμαυτοῦ ποιεῖν οὐδέν, ἀλλὰ καθὼς ἀκούω κρίνω καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν. οὗτος γὰρ ὁ