1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

87

προφητεία φησίν, οἱ τὴν πιότητα τοῦ οἴκου τοῦ θεοῦ πίνοντες καὶ τῷ χειμάρρῳ τῆς τρυφῆς ποτιζόμενοι. ὥσπερ ἐμεθύσθη ποτὲ καὶ ὁ μέγας ∆αβίδ, ὅτε ἐκβὰς αὐτὸς ἑαυτοῦ καὶ ἐν ἐκστάσει γενόμενος εἶδε τὸ ἀθέατον κάλλος καὶ τὴν ἀοίδιμον ἐκείνην φωνὴν ἐξεβόησεν ὅτι Πᾶς ἄνθρωπος ψεύστης, ὁ λόγῳ τῶν ἀφράστων ἀγαθῶν ἐπιτρέπων τὴν ἑρμηνείαν. οὕτως ἐμεθύσθη καὶ ὁ νεώτερος Βενιαμὶν Παῦλος, ὅτε ἐν ἐκστάσει ἐγένετο λέγων Εἴτε γὰρ ἐξέστημεν, θεῷ (πρὸς ἐκεῖνον γὰρ αὐτῷ ἡ ἔκστασις ἦν), Εἴτε σωφρονοῦμεν, ὑμῖν, οἷς ἐδείκνυεν ἐν τοῖς πρὸς τὸν Φῆστον λόγοις ἑαυτὸν μὴ μαινόμενον, ἀλλὰ σωφροσύνης τε καὶ δικαιοσύνης ἀποφθεγγόμενον ῥήματα. οἶδα καὶ τὸν μακάριον Πέτρον ἐν τῷ τοιούτῳ τῆς μέθης εἴδει πρόσπεινόν τε ὄντα ὁμοῦ καὶ 6.310 μεθύοντα· πρὶν γὰρ τὴν σωματικὴν τροφὴν προσενέγκασθαι, ὅτε Ἐγένετο πρόσπεινος καὶ ἤθελε γεύσασθαι, παρασκευα ζόντων αὐτῷ τῶν ἰδίων τὴν τράπεζαν γίνεται αὐτῷ ἡ θεία τε καὶ νηφάλιος μέθη, δι' ἧς ἐξίσταται αὐτὸς ἑαυτοῦ καὶ θεωρεῖ τὴν εὐαγγελικὴν ὀθόνην τέσσαρσιν ἀρχαῖς ἄνωθεν καθιεμένην πᾶν γένος ἀνθρώπων ἐν ἑαυτῇ περιέχουσαν ἐν μυρίοις εἴδεσι πετεινῶν τε καὶ τετραπόδων καὶ ἑρπετῶν καὶ θηρίων κατὰ τὰς τῶν σεβασμάτων διαφορὰς με μορφωμένων, ὧν τὸ θηριῶδές τε καὶ ἄλογον εἶδος θῦσαι τῷ Πέτρῳ ὁ λόγος διακελεύεται, ἵνα καθαρθέντων αὐτῶν τὸ λειπόμενον ἐδώδιμον γένηται, ὅτε καὶ γυμνὸς ὁ τῆς εὐσεβείας παραδίδοται λόγος οὐχ ἅπαξ εἰπούσης τῆς θείας φωνῆς ὅτι οὐκ ἔστι κοινόν, ὅπερ ὁ θεὸς ἐκαθάρισεν, ἀλλ' εἰς τρὶς γενομένου τοῦ τοιούτου κηρύγματος, ἵνα μάθωμεν τῇ μιᾷ φωνῇ θεὸν καθαρίζοντα τὸν πατέρα καὶ ἐν τῇ ἑτέρᾳ ὡσαύτως τὸν καθαρίζοντα θεὸν τὸν μονογενῆ θεὸν εἶναι καὶ ἐν τῇ ἄλλῃ παραπλησίως ὅτι ὁ πᾶν ἀκάθαρτον καθαρίζων θεὸς τὸ πνεῦμά ἐστι τὸ ἅγιον. τοιαύτης τοίνυν γινομένης τῆς ἐκ τοῦ οἴνου μέθης, ὃν προτίθησι τοῖς συμπόταις ὁ κύριος, δι' ἧς πρὸς τὰ θειότερα τῇ ψυχῇ ἡ ἔκστασις γίνεται, 6.311 καλῶς παρακελεύεται τοῖς πλησίον διὰ τῶν ἀρετῶν γεγονόσιν, οὐ τοῖς πόρρωθεν ἀφεστηκόσιν [ὁ κύριος] ὅτι Φάγετε, οἱ πλησίον μου, καὶ πίετε καὶ μεθύσθητε· Ὁ γὰρ ἀναξίως ἐσθίων καὶ πίνων κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει, καλῶς δὲ τοὺς ἀξίους τῆς βρώσεως ἀδελφοὺς προσηγόρευσεν· ὁ γὰρ ποιῶν τὰ θελήματα αὐτοῦ καὶ ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ὑπὸ τοῦ λόγου κατονομάζεται. Ἀκολούθως δὲ διαδέχεται τὴν μέθην ὁ ὕπνος, ὡς ἂν διὰ τῆς πέψεως ἀναδοθείη τοῖς δαιτυμόσιν εἰς εὐεξίαν ἡ δύναμις. διὰ τοῦτο μετὰ τὴν πανδαισίαν ἐκείνην ἐν τῷ ὕπνῳ ἡ νύμφη γίνεται. ξένος δέ τις οὗτος ὁ ὕπνος ἐστὶ καὶ τῆς φυσικῆς συνηθείας ἀλλότριος· ἐπὶ μὲν γὰρ τοῦ συνήθους ὕπνου οὔτε ὁ καθεύδων ἐγρήγορεν καὶ ὁ ἐγρηγορὼς οὐ καθεύδει, ἀλλ' ἐν ἀλλήλοις λήγει ἀμφότερα ὅ τε ὕπνος καὶ ἡ ἐγρήγορσις ταῖς διαδοχαῖς ἀλλήλων ὑπεξιστάμενα καὶ ἀνὰ μέρος ἑκάστῳ παραγινόμενα, ἐνταῦθα δέ τις καινὴ καὶ παράδοξος μίξις τῶν ἐναντίων καὶ σύνοδος περὶ αὐτὴν θεωρεῖται· Ἐγὼ γάρ, φησί, καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνεῖ. τίνα οὖν χρὴ διάνοιαν περὶ τούτων λαβεῖν; ὕπνος θανάτου ἐστὶν ὁμοίωμα· λύεται γὰρ ἐν αὐτῷ πᾶσα αἰσθητικὴ τῶν σωμάτων ἐνέργεια, οὐκ ὄψεως, οὐκ ἀκοῆς, οὐκ ὀσφρή 6.312 σεως, οὐ γεύσεως, οὐχ ἁφῆς παρὰ τὸν τοῦ ὕπνου καιρὸν ἐνεργούσης τὸ ἴδιον· ἀλλὰ καὶ λύει τὸν τόνον τοῦ σώματος, ποιεῖ δὲ καὶ λήθην τῶν ἐν τῷ ἀνθρώπῳ φροντίδων καὶ κατευνάζει τὸν φόβον καὶ ἡμεροῖ τὸν θυμὸν καὶ ὑποχαλᾷ τῶν πικραινομένων τὸ σύντονον καὶ πάντων τῶν κακῶν ἀναισθησίαν ποιεῖ, ἕως ἂν κατακρατῶν τύχῃ τοῦ σώματος. οὐκοῦν τοῦτο διὰ τῶν εἰρημένων μανθάνομεν ὅτι ὑψηλοτέρα γέγονεν ἑαυτῆς ἡ ταῦτα μεγαλαυχουμένη καὶ λέγουσα ὅτι Ἐγὼ καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνεῖ. τῷ ὄντι γὰρ ἐφ' ὧν μόνος ὁ νοῦς ἐφ' ἑαυτοῦ βιοτεύει οὐδενὶ τῶν αἰσθητηρίων παρενοχλούμενος, ὡς ὕπνῳ τινὶ καὶ κώματι πάρετος ἡ τοῦ σώματος γίνεται φύσις καὶ ἀληθῶς ἔστιν εἰπεῖν ὅτι κοιμᾶται δι' ἀπραξίας ἡ ὅρασις ἀτιμαζομένων τῶν θεαμάτων ἐκείνων, ὅσα τὰς παιδικὰς ὄψεις ἐκπλήττειν εἴωθεν. οὐ ταῦτα λέγω μόνα