1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

51

γὰρ ἂν ὁ ὑπὲρ πᾶν ὄνομα ὢν διὰ τῆς ὀνομαστικῆς κλήσεως ἐξευρεθείη; οὗ χάριν φησὶν ὅτι Ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου. τότε ἔγνων ὅτι τῆς μεγαλοπρεπείας, τῆς δόξης, τῆς ἁγιωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. διὸ πάλιν ἀνίστησιν ἑαυτὴν καὶ περιπολεῖ τῇ διανοίᾳ τὴν νοητήν τε καὶ ὑπερκόσμιον φύσιν, ἣν πόλιν κατονομάζει, ἐν ᾗ αἱ ἀρχαί τε καὶ κυριότητες καὶ οἱ ταῖς ἐξουσίαις ἀποτεταγμένοι θρόνοι ἥ τε τῶν ἐπουρανίων πανήγυρις, ἣν ἀγορὰν ὀνομάζει, καὶ τὸ ἀπερίληπτον ἀριθμῷ πλῆθος, ὃ τῷ τῆς πλατείας διασημαίνει ὀνόματι, εἰ ἄρα ἐν τούτοις εὑρεθείη τὸ ἀγαπώμενον. ἡ μὲν οὖν περιῄει διερευνωμένη πᾶσαν ἀγγελικὴν διακόσμησιν καὶ ὡς οὐκ εἶδεν ἐν τοῖς εὑρεθεῖσιν ἀγαθοῖς τὸ ζητούμενον τοῦτο καθ' ἑαυτὴν ἐλογίσατο· ἆρα κἂν ἐκείνοις ληπτόν ἐστι τὸ παρ' ἐμοῦ ἀγαπώμενον; καί φησι πρὸς αὐτούς· μὴ κἂν ὑμεῖς ὃν ἠγάπησεν ἡ ψυχή μου εἴδετε; σιωπησάντων δὲ πρὸς τὴν τοιαύτην ἐρώτησιν καὶ διὰ τῆς σιωπῆς ἐνδειξα μένων τὸ κἀκείνοις ἄληπτον εἶναι τὸ παρ' αὐτῆς ζητούμενον, ὡς διεξῆλθε τῇ πολυπραγμοσύνῃ τῆς διανοίας πᾶσαν ἐκείνην τὴν ὑπερκόσμιον πόλιν καὶ οὐδὲ ἐν τοῖς νοητοῖς τε καὶ 6.183 ἀσωμάτοις εἶδεν οἷον ἐπόθησεν, τότε καταλιποῦσα πᾶν τὸ εὑρισκόμενον οὕτως ἐγνώρισε τὸ ζητούμενον, τὸ ἐν μόνῳ τῷ μὴ καταλαμβάνεσθαι τί ἐστιν ὅτι ἔστι γινωσκόμενον, οὗ πᾶν γνώρισμα καταληπτικὸν ἐμπόδιον τοῖς ἀναζητοῦσι πρὸς τὴν εὕρεσιν γίνεται. διὰ τοῦτό φησι Μικρὸν ὅτε παρῆλθον ἀπ' αὐτῶν ἀφεῖσα πᾶσαν τὴν κτίσιν καὶ παρελθοῦσα πᾶν τὸ ἐν τῇ κτίσει νοούμενον καὶ πᾶσαν καταληπτικὴν ἔφοδον καταλιποῦσα, τῇ πίστει εὗρον τὸν ἀγαπώμενον καὶ οὐκέτι μεθήσω τῇ τῆς πίστεως λαβῇ τοῦ εὑρεθέντος ἀντεχομένη, ἕως ἂν ἐντὸς γένηται τοῦ ἐμοῦ ταμιείου. καρδία δὲ πάντως τὸ ταμιεῖόν ἐστιν, ἣ τότε γίνεται δεκτικὴ τῆς θείας αὐτοῦ ἐνοικήσεως, ὅταν ἐπανέλθῃ πρὸς τὴν κατάστασιν ἐκείνην, ἐν ᾗ τὸ κατ' ἀρχὰς ἦν ὅτε ἐπλάσθη ὑπὸ τῆς συλλαβούσης. μητέρα δὲ πάντως τὴν πρώτην τῆς συστάσεως ἡμῶν αἰτίαν νοῶν τις οὐχ ἁμαρτήσεται. Καιρὸς δ' ἂν εἴη πάλιν ἐπ' αὐτῆς τῆς λέξεως παραθέσθαι τὰς θείας φωνάς, ὥστε τοῖς θεωρηθεῖσιν ἐφαρμοσθῆναι τὰ ῥήματα· Ἐπὶ κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν 6.184 ἡ ψυχή μου, ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν, ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου. ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου. ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν. εὕροσάν με οἱ τηροῦντες οἱ κυκλοῦντες ἐν τῇ πόλει. μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου εἴδετε; ὡς μικρὸν ὅτε παρῆλθον ἀπ' αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου. ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτόν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με. Ἐπὶ τούτοις πάλιν ὑπὸ φιλανθρωπίας καὶ ταῖς θυγατράσιν Ἰερουσαλὴμ διαλέγεται, ἃς ἐν τοῖς ἔμπροσθεν συγκρίσει τοῦ τῆς νύμφης κάλλους τοῦ παρεικασθέντος τῷ κρίνῳ ἀκάνθας ὁ λόγος ὠνόμασε, καὶ διὰ τοῦ ὅρκου τῶν ἐν τῷ κόσμῳ δυνάμεων πρὸς τὸ ἴσον τῆς ἀγάπης διανίστησι μέτρον, ὥστε τὸ θέλημα τοῦ νυμφίου καὶ ἐπ' αὐτῶν ἐνεργὸν γενέσθαι. εἴρηται δὲ ἐν τοῖς φθάσασι τίς τε ὁ κόσμος, ἐν ᾧ αἱ ἰσχύες καὶ αἱ δυνάμεις, καὶ τί τὸ θέλημα τοῦ ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς ἀγαπωμένου, ὡς μὴ χρείαν εἶναι πάλιν διὰ τῶν 6.185 αὐτῶν τὸν λόγον μηκύνεσθαι τῆς προθεωρηθείσης ἡμῖν ἐν τοῖς ῥήμασι διανοίας καὶ τὸ ἐν τῷ τόπῳ τούτῳ νοούμενον ἱκανῶς φανερούσης. ἀλλὰ πρὸς τὸ ἐφεξῆς τῷ λόγῳ προΐωμεν, εἴ πως γένοιτο δυνατὸν καὶ ἡμῖν συναναβῆναι τῇ τελείᾳ περιστερᾷ πρὸς τὸ ὕψος ἀνιπταμένῃ καὶ ἀκοῦσαι τῆς τῶν φίλων τοῦ νυμφίου φωνῆς ἐν θαύματι ποιουμένων τὴν ἀνάβασιν αὐτῆς τὴν ἐκ τῆς ἐρήμου, ὃ δὴ καὶ μᾶλλον πλεονάζει τοῖς θεαταῖς τὴν ἔκπληξιν, εἰ τοιαύτην ἡ ἔρημος ἀναδίδωσι, ὡς μιμεῖσθαι δένδρων κάλλος τῶν ἐν τῇ ἐρήμῳ διὰ τὸν ἀτμὸν τοῦ θυμιάματος γεωργουμένων. τὰ δὲ θυμιάματα σμύρνα καὶ λίβανος ἦν. τῷ δὲ ἀπὸ τούτων ἀτμῷ καὶ κονιορτός τις διὰ τῶν λεπτοποιηθέντων ἀρωμάτων συνηγείρετό τε καὶ συνανέβαινεν, ὡς ἀντὶ κόνεως εἶναι τῆς ἀνακεκραμένης πρὸς τὸν ἀέρα τὴν