1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

88

ἃ τῆς γεώδους ὕλης ἐστίν, οἷον χρυσίον τε καὶ ἀργύριον καὶ τῶν λίθων ἐκεῖνα ὅσα διά τινος εὐχροίας κινεῖ τοῖς ὀφθαλμοῖς τὴν λιχνείαν, ἀλλὰ καὶ τὰ περὶ τὸν οὐρανὸν φαινόμενα θαύματα, αἵ τε τῶν ἀστέρων αὐγαὶ καὶ τοῦ ἡλίου ὁ κύκλος καὶ τὸ πολύμορφον τῆς σελήνης εἶδος καὶ εἴ τι ἄλλο τοῖς ὀφθαλμοῖς ἡδονὴν φέρει διὰ τὸ μηδὲν εἰς ἀεὶ μένειν ἀλλὰ συμμετακινεῖσθαι τῇ παρόδῳ 6.313 τοῦ χρόνου καὶ συμπαράγεσθαι. πάντων τῶν τοιούτων ὑπεροφθέντων διὰ τὴν τῶν ἀληθινῶν ἀγαθῶν θεωρίαν πάρετός ἐστιν ὁ τοῦ σώματος ὀφθαλμὸς πρὸς οὐδὲν τῶν παρ' αὐτοῦ ὑποδεικνυμένων τῆς τελειοτέρας ψυχῆς καθελκομένης διὰ τὸ μόνα βλέπειν τῇ διανοίᾳ τὰ τῶν ὁρατῶν ὑπερκείμενα. οὕτω καὶ ἡ ἀκοὴ νεκρά τις καὶ ἀνενέργητος γίνεται πρὸς τὰ ὑπὲρ λόγον τῆς ψυχῆς ἀσχολουμένης. τὰς δὲ κτηνωδε στέρας τῶν αἰσθήσεων οὐδὲ λέγειν ἄξιον ὅτι πόρρωθεν καθάπερ τις νεκρώδης δυσωδία τῆς ψυχῆς ἀπορρίπτεται ἥ τε ῥινηλατοῦσα τὰς ὀδμὰς ὄσφρησις καὶ ἡ τῇ λατρείᾳ τῆς κοιλίας προσκαθημένη γεῦσις καὶ ἡ ἁφὴ πρὸς τούτοις, τὸ ἀνδραποδῶδες καὶ τυφλὸν αἰσθητήριον ὃ τάχα διὰ τοὺς τυφλοὺς μόνον ἡ φύοις ἐποίησεν, ὧν πάντων ὥσπερ ἐν ὕπνῳ τινὶ δι' ἀπραξίας κεκρατημένων καθαρὰ τῆς καρδίας ἐστὶν ἡ ἐνέργεια καὶ πρὸς τὸ ἄνω βλέπει ὁ λογισμὸς ἀπεριήχη τος μένων ἐκ τῆς αἰσθητικῆς κινήσεως καὶ ἀθόλωτος. διπλῆς γὰρ οὔσης ἐν τῇ ἀνθρωπίνῃ φύσει τῆς ἡδονῆς, τῆς μὲν ἐν ψυχῇ δι' ἀπαθείας ἐνεργουμένης, τῆς δὲ διὰ πάθους ἐν σώματι, ἥνπερ ἂν ἐξ ἀμφοτέρων ἡ προαίρεσις ἕληται, αὕτη κατὰ τῆς ἑτέρας τὸ κράτος ἔχει. ὡς εἴ τις πρὸς τὴν αἴσθησιν βλέποι τὴν δι' αὐτῆς ἐμφυομένην τῷ σώματι ἡδονὴν ἐφελκόμενος, ἄγευστος τῆς θείας εὐφροσύνης δια βιώσεται, διότι πέφυκέ πως ἐπισκοτεῖσθαι τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος. οἷς δ' ἂν ἡ ἐπιθυμία τὴν πρὸς τὸ 6.314 θεῖον ἔχῃ ῥοπήν, τούτοις ἀνεπισκότητον μένει τὸ ἀγαθὸν καὶ φευκτὸν ἅπαν εἶναι νομίζεται τὸ καταγοητεῦον τὴν αἴσθησιν. διὰ τοῦτο ἡ ψυχή, ὅταν μόνῃ τῇ θεωρίᾳ τοῦ ὄντος εὐφραίνηται, πρὸς οὐδὲν ἐγρήγορε τῶν ἐνεργουμένων καθ' ἡδονὴν δι' αἰσθήσεως, ἀλλὰ πᾶσαν σωματικὴν κατακοιμήσασα κίνησιν γυμνῇ τε καὶ καθαρᾷ τῇ διανοίᾳ διὰ τῆς θείας ἐγρηγόρσεως δέχεται τοῦ θεοῦ τὴν ἐμφάνειαν· ἧς καὶ ἡμεῖς ἀξιωθείημεν διὰ τοῦ εἰρημένου ὕπνου κατορθοῦν τες τῆς ψυχῆς τὴν ἐγρήγορσιν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν ᾧ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Λόγος ιαʹ Φωνὴ τοῦ ἀδελφιδοῦ μου κρούει ἐπὶ τὴν θύραν· ἄνοιξόν μοι, ἀδελφή μου, ἡ πλησίον μου, περιστερά μου, τελεία μου, ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου καὶ οἱ

βόστρυχοί μου ψεκάδων νυκτός. Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσομαι αὐτόν; ἐνιψάμην τοὺς πόδας

μου, πῶς μολυνῶ αὐτούς; 6.315 Ἀδελφιδός μου ἀπέστειλε χεῖρα αὐτοῦ διὰ τῆς ὀπῆς καὶ ἡ κοιλία μου ἐθροήθη ἐπ' αὐτόν. Ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μου, <αἱ> χεῖρές μου ἔσταξαν σμύρναν, οἱ δάκτυλοί μου σμύρναν πλήρη. ἐπὶ χεῖρας τοῦ κλείθρου Ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μου, ἀδελφιδός μου παρῆλθεν· ἡ ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ. ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν, ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου. Εὕροσάν με οἱ φύλακες οἱ κυκλοῦντες ἐν τῇ πόλει, ἐπάταξάν με, ἐτραυμάτισάν με, ἦραν τὸ θέριστρον ἀπ' ἐμοῦ οἱ φύλακες τῶν τειχέων. Ἓν καὶ τοῦτο τῶν μεγάλων παραγγελμάτων ἐστὶ τοῦ κυρίου, δι' ὧν ἡ διάνοια τῶν μαθητευομένων τῷ λόγῳ καθάπερ τινὰ χοῦν ἅπαν τὸ ὑλῶδες τῆς φύσεως ἀφ' ἑαυτῆς ἐκτινάξασα πρὸς τὴν ἐπιθυμίαν τῶν ὑπερκειμένων ἐπαίρεται, [τοῦτο δέ ἐστι] τὸ δεῖν κρείττους εἶναι τοῦ ὕπνου τοὺς πρὸς τὴν ἄνω ζωὴν ἀναβλέποντας καὶ διὰ παντὸς ἐγρηγορέναι τῇ διανοίᾳ οἷον ἀπατεῶνά τινα τῶν ψυχῶν καὶ τῆς ἀληθείας ἐπίβουλον τὸν νυσταγμὸν τῶν ὀφθαλμῶν ἀπελαύνοντας. 6.316 ἐκεῖνον λέγω τὸν νυσταγμὸν καὶ τὸν ὕπνον, δι' ὧν πλάσσεται τοῖς ἐμβαθύνουσι τῇ τοῦ βίου ἀπάτῃ τὰ