1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

58

διαμένουσαν ἐν ᾧ ἐστιν ἀλλὰ πρὸς χρυσὸν ἢ ἄργυρον ἢ ἄλλο τι τῶν τιμίων ἑαυτὴν μεταβάλλουσαν· ἐν γὰρ τῇ μεγάλῃ τοῦ θεοῦ οἰκίᾳ φησὶν ὁ ἀπόστολος τὰ μὲν εἶναι σκεύη χρυσᾶ τῇ φύσει καὶ ἀργυρᾶ, τὴν ἀσώματον ὡς οἶμαι καὶ νοερὰν κτίσιν διὰ τούτων ὑπαινισσόμενος, τὰ δὲ ξύλινά τε καὶ ὀστράκινα, ἡμᾶς τάχα διὰ τούτων ἀποσημαίνων, οὓς ἀπεγέωσε μὲν ἡ παρακοὴ καὶ ὀστρακίνους ἐποίησεν, ἡ δὲ διὰ τοῦ ξύλου ἁμαρτία ξύλινα ἡμᾶς σκεύη ἀντὶ χρυσῶν ἀπειργάσατο. μεμέρισται δὲ πρὸς τὴν ἀξίαν τῆς ὕλης καὶ ἡ τῶν σκευῶν χρῆσις· τὰ μὲν γὰρ τῆς τιμιωτέρας ὕλης εἰς τιμὴν ἀποτέτακται, τὰ δὲ εἰς τὴν ἄτιμον ὑπηρεσίαν ἀπέρριπται. ἀλλὰ τί φησι περὶ τῶν τοιούτων ὁ Παῦλος; ὅτι ἐξουσίαν ἔχει τὸ σκεῦος ἐκ τῆς ἰδίας προαιρέσεως ἢ χρύσεον ἀπὸ ξυλίνου ἢ ἀργύρεον ἐξ ὀστρακίνου γενέσθαι· Ἐὰν γάρ τις, φησίν, ἐκκαθάρῃ ἑαυτόν, ἔσται σκεῦος εἰς 6.209 τιμὴν τῷ δεσπότῃ πρὸς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. τάχα τοίνυν διὰ τῶν εἰρημένων προσαγόμεθά πως τῇ προκειμένῃ θεωρίᾳ τοῦ λόγου· τὸ ὄρος ὁ Λίβανος ἐν πολλοῖς τῆς ἁγίας γραφῆς εἰς ἔνδειξιν τῆς ἀντικειμένης δυνάμεως μνημονεύεται, ὡς ὅταν λέγῃ διὰ τοῦ προφήτου ὅτι Συντρίψει κύριος τὰς κέδρους τοῦ Λιβάνου καὶ λεπτυνεῖ αὐτάς τε καὶ τὸν Λίβανον ὡς τὸν μόσχον, ἐκεῖνον δηλαδὴ τὸν ἐν τῇ ἐρήμῳ καταλεανθέντα ὑπὸ τοῦ Μωϋσέως καὶ πότιμον διὰ λεπτότητα τοῖς Ἰσραηλίταις γενόμενον. δηλοῦται γὰρ ὧδε διὰ τῆς προφητείας ὅτι οὐ μόνον τὰ ἐκφυέντα παρὰ τῆς ἀντικειμένης δυνάμεως κακὰ ἀλλὰ καὶ αὐτὸ τὸ ὄρος, ἡ πρώτη τοῦ κακοῦ ῥίζα, ὁ Λίβανος ὁ ὑποτρέφων τῶν τοιούτων κέδρων τὴν ὕλην εἰς τὸ μὴ ὂν περιστήσεται. οὐκοῦν ἡμεῖς ἦμέν ποτε τοῦ Λιβάνου τὰ ξύλα, ἕως ἐν ἐκείνῳ ἦμεν ἐρριζω μένοι διά τε τοῦ πονηροῦ βίου καὶ τῆς τῶν εἰδώλων ἀπάτης. ἀλλ' ἐπειδὴ ἐκεῖθεν ὑπὸ τῆς λογικῆς ἀξίνης ἐτμήθημεν καὶ ἐν ταῖς τοῦ τεχνίτου χερσὶν ἐγενόμεθα, φορεῖον ἑαυτοῦ ἡμᾶς ἐποίησε μεταστοιχειώσας τοῦ ξύλου τὴν φύσιν διὰ τῆς παλιγγενεσίας εἰς ἀργύριόν τε καὶ χρυσίον καὶ εἰς εὐανθῆ πορφύραν καὶ εἰς τὰς τῶν λίθων αὐγάς. καὶ ὥσπερ φησὶν ὁ ἀπόστολος ὅτι καταλλήλως ἐμέρισεν ὁ θεὸς ἑκάστῳ 6.210 τὰς τοῦ ἁγίου πνεύματος δωρεὰς καὶ ᾧ μὲν δίδωσι προφητείαν 6.210 κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, ἄλλῳ δὲ ἄλλο τι τῶν ἐνεργημάτων, πρὸς ὃ πέφυκέ τε καὶ δύναται ἕκαστος τὴν χάριν δέξασθαι ἢ ὀφθαλμὸς τοῦ σώματος τῆς ἐκκλησίας γινόμενος ἢ εἰς χεῖρα τασσόμενος ἢ ἀντὶ ποδὸς ὑποστηρίζων, οὕτω καὶ ἐν τῇ τοῦ φορείου κατασκευῇ ὁ μέν τις στῦλος, ὁ δὲ ἐπίβασις γίνεται, ἕτερος δὲ τὸ πρὸς τῇ κεφαλῇ μέρος, ὃ ἀνάκλιτον προσηγόρευσεν, εἰσὶ δέ τινες οἱ εἰς τὸ ἐντὸς τεταγμένοι. ὧν ἁπάντων κατά τινα λόγον ὁ τεχνίτης οὐ μονοειδῆ πρὸς τὸν καλλωπισμὸν ἐπινοεῖ τὴν ὕλην, ἀλλὰ πάντα μὲν κατακοσμεῖταί τῳ κάλλει, διάφορος δὲ καὶ κατάλληλος ἑκάστῳ τούτων ἐπινοεῖται ἡ ὥρα. εἰσὶ τοίνυν ἀργύριον μὲν οἱ στῦλοι τοῦ φορείου, αἱ δὲ τούτων ἐπιβάσεις πορφύρα, ἐκ χρυσίου δὲ τὸ ἀνάκλιτον τὸ τὴν κεφαλὴν ὑποβαῖνον, ἐν ᾧ κλίνει τὴν ἑαυτοῦ κεφαλὴν ὁ νυμφίος, τοῖς δὲ τιμίοις λίθοις τὸ ἔνδον ἅπαν καταποικίλλεται. οὐκοῦν στύλους μὲν νοητέον τοὺς στύλους τῆς ἐκκλησίας, οἷς ἀκριβῶς ἀργύριον καθαρόν τε καὶ πεπυρωμένον ὁ λόγος ἐστίν, οἳ τῆς βασιλείας ἐν τῷ ὑψηλῷ τῆς πολιτείας ἐπιβεβή κασιν (ἐξαίρετον γὰρ γνώρισμα τῆς βασιλείας ἡ πορφύρα 6.211 νομίζεται), τὸ δὲ ἡγεμονικὸν αὐτῶν, ἐν ᾧ τὴν κεφαλὴν ἑαυτοῦ κλίνει ὁ τὸ φορεῖον κατασκευάσας, τὸ τῶν καθαρῶν δογμάτων χρυσίον ἐστίν, ὅσα δὲ ἀφανῆ τε καὶ κρύφια, τῇ καθαρᾷ συνειδήσει τῶν τιμίων λίθων ἐνωραΐζεται, δι' ὧν ἁπάντων ἀπὸ τῶν θυγατέρων Ἰερουσαλὴμ ἡ ἀγάπη συνίστα. εἰ δὲ βούλοιτό τις φορεῖον μὲν πᾶσαν λέγειν τὴν ἐκκλη σίαν, καταμερίζοι δὲ κατὰ τὰς τῶν ἐνεργειῶν διαφορὰς εἰς πρόσωπά τινα τοῦ φορείου τὰ μέρη ὡς ἤδη περὶ τούτου προείρηται, πολλὴν καὶ οὕτως εὐκολίαν ὁ λόγος ἔχει ἑκάστῳ τάγματι τῶν κατὰ τὴν ἐκκλησίαν τεταγμένων ἐφαρμόσαι τοῦ φορείου τὰ μέρη (καθώς φησιν ὁ ἀπόστολος ὅτι Ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους δεύτερον προφήτας τρίτον διδασκάλους ἔπειτα τὰ