1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

44

περιέχον πνεῦμα κατακιρνάμενος. οἶδας δὲ τὸ πνεῦμα πάντως, ὃ τὴν εὐωδίαν ταύτην τοῖς σῳζομένοις ἐργάζεται, παρὰ τοῦ Παύλου μαθών. Ταῦτα προδείκνυσι τῇ νύμφῃ ὁ λόγος τοῦ καλοῦ τῶν ψυχῶν ἔαρος τὰ γνωρίσματα καὶ ἐπισπεύδει πρὸς τὴν τῶν προκειμένων ἀπόλαυσιν διεγείρων αὐτὴν τῷ λόγῳ Ἀνάστα, λέγων, ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου. ὅσα δόγματα δι' ὀλίγων ἐν τοῖς ῥήμασι τούτοις ὁ λόγος ἡμῖν ὑποδείκνυσιν. οὐ γὰρ κατά τινα περιττὴν καὶ παρέλ κουσαν ματαιολογίαν τοῖς αὐτοῖς ῥήμασιν ἐμφιλοχωρεῖν τὴν θεόπνευστον διδασκαλίαν ἐστὶν εἰκός, ἀλλά τι μέγα καὶ θεοπρεπὲς νόημα διὰ τῆς παλιλλογίας ἡμῖν ὑποδείκνυται. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστιν· ἡ μακαρία καὶ ἀΐδιος καὶ πάντα νοῦν ὑπερέχουσα φύσις πάντα τὰ ὄντα ἐν ἑαυτῇ περιείργουσα ὑπ' οὐδενὸς περιέχεται ὅρου· οὐδὲν γάρ ἐστι περὶ αὐτὴν θεωρούμενον, οὐ χρόνος, οὐ τόπος, οὐ χρῶμα, οὐ σχῆμα, οὐκ εἶδος, οὐκ ὄγκος, οὐ πηλικότης, οὐ διάστημα, οὐδὲ ἄλλο τι περιγραπτικὸν ὄνομα ἢ πρᾶγμα ἢ νόημα, ἀλλὰ πᾶν τὸ περὶ αὐτὴν νοούμενον ἀγαθὸν εἰς ἄπειρόν τε καὶ ἀόριστον πρόεισιν. ὅπου γὰρ κακία χώραν οὐκ ἔχει, ἀγαθοῦ 6.158 πέρας ἐστὶν οὐδέν. ἐπὶ γὰρ τῆς τρεπτῆς φύσεως διὰ τὸ ἴσην ἐγκεῖσθαι τὴν δύναμιν τῇ προαιρέσει πρὸς τὴν ἐφ' ἑκάτερα τῶν ἐναντίων ῥοπὴν τό τε ἀγαθὸν τὸ ἐν ἡμῖν καὶ τὸ κακὸν ταῖς διαδοχαῖς ἀλλήλων ἐναπολήγει καὶ γίνεται τοῦ ἀγαθοῦ ὅρος ἡ ἐπιγινομένη κακία καὶ πάντα τὰ τῶν ψυχῶν ἡμῶν ἐπιτηδεύματα, ὅσα κατὰ τὸ ἐναντίον ἀλλήλοις ἀντικαθ έστηκεν, εἰς ἄλληλα λήγει καὶ ὑπ' ἀλλήλων ὁρίζεται· ἡ δὲ ἁπλῆ καὶ καθαρὰ καὶ μονοειδὴς καὶ ἄτρεπτος καὶ ἀναλλοίωτος φύσις ἀεὶ ὡσαύτως ἔχουσα καὶ οὐδέποτε ἑαυτῆς ἐξισταμένη διὰ τὸ ἀπαράδεκτος εἶναι τῆς πρὸς τὸ κακὸν κοινωνίας ἀόριστος ἐν τῷ ἀγαθῷ μένει, οὐδὲν ἑαυτῆς βλέπουσα πέρας διὰ τὸ μηδὲν περὶ ἑαυτὴν τῶν ἐναντίων βλέπειν. ὅταν τοίνυν ἐφέλκηται πρὸς μετουσίαν ἑαυτῆς τὴν ἀνθρωπίνην ψυχήν, ἀεὶ τῷ ἴσῳ μέτρῳ κατὰ τὴν πρὸς τὸ κρεῖττον ὑπεροχὴν τῆς μετεχούσης ὑπερανέστηκεν· ἡ μὲν γὰρ ψυχὴ μείζων ἑαυτῆς πάντοτε διὰ τῆς τοῦ ὑπερέχοντος μετουσίας γίνεται καὶ αὐξομένη οὐχ ἵσταται, τὸ δὲ μετεχόμενον ἀγαθὸν ἐν ἴσῳ μένει ὡσαύτως ὑπὸ τῆς ἐπὶ πλεῖον ἀεὶ μετεχούσης ἐν ἴσῃ πάντοτε τῇ ὑπεροχῇ εὑρισκόμενον. ὁρῶμεν τοίνυν ὥσπερ ἐν βαθμῶν ἀναβάσει χειραγωγουμένην διὰ τῶν τῆς ἀρετῆς ἀνόδων ἐπὶ τὰ ὕψη παρὰ τοῦ λόγου τὴν νύμφην, ᾗ ἐνίησι 6.159 πρῶτον διὰ τῶν προφητικῶν θυρίδων καὶ τῶν δικτυωτῶν τοῦ νόμου παραγγελμάτων τὴν ἀκτῖνα ὁ λόγος καὶ προσκα λεῖται αὐτὴν ἐγγίσαι τῷ φωτὶ καὶ καλὴν γενέσθαι πρὸς τὸ εἶδος τῆς περιστερᾶς ἐν τῷ φωτὶ μορφωθεῖσαν. εἶτα μετα σχοῦσαν τῶν καλῶν ὅσον ἐχώρησε πάλιν ἐξ ὑπαρχῆς ὡς ἔτι τῶν καλῶν οὖσαν ἀμέτοχον πρὸς τὴν τοῦ ὑπερκειμένου κάλλους μετουσίαν ἐφέλκεται, ὥστε αὐτῇ κατὰ τὴν ἀναλογίαν τῆς προκοπῆς πρὸς τὸ ἀεὶ προφαινόμενον καὶ τὴν ἐπιθυμίαν συναύξεσθαι καὶ διὰ τὴν ὑπερβολὴν τῶν πάντοτε κατὰ τὸ ὑπερκείμενον εὑρισκομένων ἀγαθῶν πρώτως ἅπτεσθαι τῆς ἀνόδου δοκεῖν. διὰ τοῦτό φησι πάλιν πρὸς τὴν ἐγηγερμένην ὅτι Ἀνάστηθι καὶ πρὸς τὴν ἐλθοῦσαν ὅτι Ἐλθέ· οὔτε γὰρ τῷ οὕτως ἀνισταμένῳ λείψει ποτὲ τὸ ἀεὶ ἀνίστασθαι οὔτε τῷ τρέχοντι πρὸς τὸν κύριον ἡ πρὸς τὸν θεῖον δρόμον εὐρυχωρία δαπανηθήσεται. ἀεί τε γὰρ ἐγείρεσθαι χρὴ καὶ μηδέποτε διὰ τοῦ δρόμου προσεγγίζοντας παύεσθαι. ὥστε ὁσάκις ἂν λέγῃ τὸ Ἀνάστηθι καὶ τὸ Ἐλθέ, τοσαυτάκις τῆς πρὸς τὸ κρεῖττον ἀναβάσεως τὴν δύναμιν δίδωσιν. οὕτω νόει καὶ τὰ 6.160 ἐφεξῆς τῷ λόγῳ προσκείμενα· ὁ γὰρ καλὴν ἐκ καλῆς γενέσθαι κελεύων τὸ ἀποστολικὸν ἄντικρυς ὑποτίθεται τὴν αὐτὴν εἰκόνα προστάσσων ἀπὸ δόξης εἰς δόξαν μεταμορφοῦσθαι, ὡς πάντοτε δόξαν εἶναι τὸ λαμβανόμενον καὶ τὸ ἀεὶ εὑρισκόμενον, κἂν ὅτι μάλιστα μέγα τε καὶ ὑψηλὸν ᾖ, μικρότερον εἶναι τοῦ ἐλπιζομένου πιστεύεσθαι. οὕτω τοίνυν περιστερὰν οὖσαν ἐν τοῖς προκατωρθωμένοις οὐδὲν ἧττον περιστερὰν αὐτὴν πάλιν διὰ τῆς πρὸς τὸ κρεῖττον μεταμορφώσεως γενέσθαι διακελεύεται καί, εἰ τοῦτο γένοιτο, τὸ ὑπὲρ