1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

103

τούτοις ἐπαγαλλόμενος ἔλεγεν ὅτι Τὰ στίγματα τοῦ Χριστοῦ ἐν τῷ σώματί μου περιφέρω, δεικνὺς τὴν ἐν παντὶ κακῷ ἀσθένειαν, δι' ἧς ἡ κατὰ Χριστὸν δύναμις ἐν ἀρετῇ τελειοῦται. καλὸν οὖν καὶ τὸ τραῦμα διὰ τῶν εἰρημένων ἡμῖν ἀναπέφηνε, δι' οὗ γέγονεν αὐτῇ τοῦ θερίστρου ἡ περιαίρεσις, ὥστε ἀνακαλυφθῆναι τὸ τῆς ψυχῆς κάλλος μηκέτι ἐπισκοτοῦντος τοῦ ἐπιβλήματος. Ἀλλ' ἐπαναλάβωμεν πάλιν ἀνακεφαλαιωσάμενοι τὴν τῶν εἰρημένων διάνοιαν· ἡ πρὸς τὸν θεὸν ὁρῶσα ψυχὴ καὶ τὸν ἀγαθὸν ἐκεῖνον πόθον τοῦ ἀφθάρτου κάλλους ἀνα λαμβάνουσα ἀεὶ νέαν τὴν πρὸς τὸ ὑπερκείμενον ἐπιθυμίαν ἔχει οὐδέποτε κόρῳ τὸν πόθον ἀμβλύνουσα. διὰ τοῦτο πάντοτε τοῖς ἔμπροσθεν ἐπεκτεινομένη οὐ παύεται καὶ ἀπὸ τοῦ ἐν ᾧ ἐστιν ἐξιοῦσα καὶ πρὸς τὸ ἐνδότερον εἰσδυομένη ἐν ᾧ οὔπω ἐγένετο καὶ τὸ πάντοτε θαυμαστὸν αὐτῇ καὶ μέγα φαινόμενον κατώτερον ποιουμένη τοῦ ἐφεξῆς διὰ τὸ περι καλλέστερον πάντως εἶναι τοῦ προκατειλημμένου τὸ ἀεὶ εὑρισκόμενον, καθὼς καὶ ὁ Παῦλος καθ' ἡμέραν ἀπέθνῃσκεν, ἐπειδὴ πάντοτε πρὸς καινήν τινα μετῄει ζωὴν νεκρὸς ἀεὶ τῷ παρῳχηκότι γινόμενος καὶ λήθην τῶν προδιηνυσμένων ποιούμενος. διὰ τοῦτο καὶ ἡ πρὸς τὸν νυμφίον τρέχουσα νύμφη 6.367 στάσιν τινὰ τῆς ἐπὶ τὸ μεῖζον προκοπῆς οὐχ εὑρίσκει· παραδείσους ποιεῖ ῥοῶν διὰ στόματος ἀρώματα ῥέοντας, τροφὴν ἑτοιμάζει τῷ δεσπότῃ τῆς κτίσεως τοῖς ἰδίοις αὐτὸν δεξιουμένη καρποῖς, πηγάζει κήπους, φρέαρ γίνεται ὕδατος ζῶντος, ὅλη καλὴ καὶ ἄμωμος δείκνυται κατὰ τὴν μαρτυρίαν τοῦ λόγου. πάλιν ὑπὲρ ταῦτα γενομένη αἰσθάνεται μεγαλοπρεπέστερον προσιόντος τοῦ λόγου, πληρουμένου κατὰ τὴν κεφαλὴν τῆς δρόσου καὶ τῶν τῆς νυκτὸς ψεκάδων τῶν ἐν τοῖς βοστρύχοις γινομένων, νίπτεται τοὺς πόδας, τὸν χιτῶνα ἐκδύεται, σμύρναν διὰ τῶν χειρῶν ἀποστάζει, προσάγει τῷ κλείθρῳ τὰς χεῖρας, ἀνοίγει τὴν εἴσοδον, ζητεῖ τὸν μὴ καταλαμβανόμενον, φωνεῖ τὸν ἀνέφικτον, εὑρίσκεται ὑπὸ τῶν φυλάκων, δέχεται ἐφ' ἑαυτῆς τὴν πατάσσουσαν ῥάβδον, μιμεῖται τὴν πέτραν περὶ ἧς φησιν ὁ προφήτης ὅτι Ἐπάταξε πέτραν καὶ ἐρρύησαν ὕδατα. ὁρᾷς εἰς ὅσον ἀνέδραμεν ὕψος ἡ νύμφη· διὰ τοῦτο πατασσομένη ὥσπερ ἡ ἀκρότομος ὑπὸ τοῦ Μωϋσέως, ἵνα καθ' ὁμοιότητα ἐκείνης καὶ αὕτη πηγάσῃ τοῖς διψῶσι τὸν 6.368 λόγον ἐκ τῆς πληγῆς ἀνομβρήσαντα. εἶτα ἐπὶ τούτοις γυμνοῖ τὸ κάλλος τῆς ὄψεως τῶν φυλάκων αὐτῆς περιελόντων τὸ θέριστρον. ταῦτά ἐστιν ἃ κατὰ τὸν τόπον τοῦτον ἡμεῖς καταλαβεῖν ἠδυνήθημεν. φθόνος δὲ οὐδεὶς γενέσθαι τινὶ παρὰ τοῦ ἀποκαλύπτοντος τὰ κεκρυμμένα μυστήρια ψυχωφε λεστέραν τινὰ θεωρίαν ἐν τοῖς προκειμένοις. Ἴσως δὲ φήσει τις καὶ τοῦ Ἠσαΐου τὴν ὀπτασίαν ἔχειν τινὰ πρὸς τὰ προκείμενα ῥητὰ κοινωνίαν· ἐκείνην λέγω τὴν ὀπτασίαν, ὅτε ἀποθανόντος τοῦ λεπροῦ βασιλέως ἑωρακέναι φησὶ τὸν ἐπὶ τοῦ ὑψηλοῦ τε καὶ ἐπηρμένου θρόνου μεγαλοπρεπῶς προκαθήμενον, οὗ σχῆμα μὲν καὶ εἶδος καὶ μέγεθος ἰδεῖν οὐκ ἐχώρησεν (ἦ γὰρ ἂν εἶπε πάντως, εἴπερ ἐχώρησε, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων ὧν εἶδεν ἐποίησε πτέρυγας ἀριθμήσας καὶ στάσιν καὶ πτῆσιν διηγησάμενος), φωνῆς δὲ μόνης ἀκηκοέναι φησίν, ὅτε ἐπήρθη τὸ ὑπέρθυρον ὑπὸ τῆς τῶν Σεραφὶμ ὑμνῳδίας καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ καὶ δι' ἑνὸς τῶν Σεραφὶμ ἐπεβλήθη τῷ στόματι τοῦ προφήτου διάπυρος ἄνθραξ, οὗ γενομένου οὐ τὰ χείλη μόνον ἀλλὰ καὶ ἡ ἀκοὴ πρὸς τὴν τοῦ λόγου ὑποδοχὴν καθαρίζεται. ὡς γὰρ 6.369 ἐνταῦθα παταχθῆναι λέγει καὶ τραυματισθῆναι παρὰ τῶν φυλάκων ἡ νύμφη καὶ οὕτω γυμνωθῆναι τῆς τοῦ θερίστρου περιβολῆς, οὕτω κἀκεῖ ἀντὶ μὲν τοῦ θερίστρου τὸ ὑπέρθυρον αἴρεται, ὥστε ἀνεμπόδιστον αὐτῷ γενέσθαι τῶν ἐν τοῖς ἀδύτοις τὴν θεωρίαν, ἀντὶ δὲ τῶν φυλάκων τὰ Σεραφὶμ ὀνομάζεται, ἀντὶ δὲ τῆς ῥάβδου ὁ ἄνθραξ. ἀντὶ δὲ τῆς πληγῆς ἡ καῦσις. κοινὸν δὲ τὸ πέρας ἐπί τε τῆς νύμφης καὶ ἐπὶ τῆς τοῦ προφήτου ψυχῆς ἡ καθαρότης ἐστίν. ὡς οὖν ὁ προφήτης διὰ τοῦ ἄνθρακος οὐχὶ ἀλγύνεται καιόμενος, ἀλλὰ δοξάζεται λαμπρυνόμενος, οὕτω καὶ ἐνταῦθα ἡ νύμφη, οὐκ ὀδύνην ἐκ τῆς πληγῆς αἰτιᾶται, ἀλλ' ἐπικαυχᾶται τῇ τῆς παρρησίας