1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

3

θανατηφόρος ἦν ἡ συκῆ, οὐδ' ἂν νῦν πάντως ἐδώδιμος ἦν· ἅμα δὲ καὶ μεμαθήκαμεν παρὰ τῆς τοῦ δεσπότου φωνῆς, δι' ἀποφάσεως τοῦτο δογματιζούσης, ὅτι Οὐδέν ἐστι τῶν εἰσπορευομένων διὰ στόματος ὃ δύναται κοινῶσαι τὸν ἄνθρωπον· ἀλλ' ἑτέραν τινὰ ζητοῦμεν διάνοιαν ἐπὶ τοῦ νόμου τούτου, ἀξίαν τῆς τοῦ νομοθέτου μεγαλειότητος· κἂν τῆς τοῦ θεοῦ φυτείας ἔργον τὸν παράδεισον εἶναι ἀκούσωμεν, κἂν ξύλον ζωῆς ἐν μέσῳ τοῦ παραδείσου πεφυτευμένον, ζητοῦμεν παρὰ τοῦ ἀποκαλύπτοντος τὰ κεκρυμμένα μυστήρια μαθεῖν, ποίων φυτῶν γίνεται ὁ πατὴρ γεωργός τε καὶ φυτηκόμος, καὶ πῶς δυνατόν ἐστι κατὰ τὸ μεσαίτατον τοῦ παραδείσου τὰ δύο εἶναι ξύλα, τό τε τῆς σωτηρίας καὶ τὸ τῆς ἀπωλείας· τὸ γὰρ ἀκριβῶς μέσον καθάπερ ἐν κύκλου περιγραφῇ ἐν τῷ ἑνὶ κέντρῳ πάντως ἐστίν. εἰ δὲ παρατεθείη τῷ κέντρῳ κατά τι μέρος ἕτερον κέντρον, ἀνάγκη πᾶσα συμμετατεθῆναι τῷ κέντρῳ τὸν κύκλον, ὥστε μηκέτι μέσον εἶναι τὸ πρότερον. ἐκεῖ τοίνυν ἑνὸς ὄντος τοῦ παραδείσου, 6.11 πῶς φησιν ὁ λόγος ἰδιαζόντως μὲν ἑκάτερον θεωρεῖσθαι τῶν ξύλων, ἐπὶ δὲ τοῦ μέσου εἶναι καὶ τοῦτο καὶ τοῦτο, ὧν τὸ θανατηφόρον τῆς τοῦ θεοῦ φυτείας ἀλλότριον εἶναι διδάσκει ὁ πάντα καλὰ λίαν εἶναι τὰ τοῦ θεοῦ ἔργα ἀποφηνάμενος λόγος; οἷς εἰ μή τις διὰ φιλοσοφίας ἐνθεωρήσειε τὴν ἀλήθειαν, ἀσύστατον ἢ μυθῶδες εἶναι τοῖς ἀνεπισκέπτοις τὸ λεγόμενον δόξει. Καὶ μακρὸν ἂν εἴη τὰ καθ' ἕκαστον ἐκ τῶν προφητῶν ἀναλέγεσθαι· πῶς ὁ Μιχαίας ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς ὄρος λέγει γενήσεσθαι ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, τὸ ἐπὶ καθαιρέσει τῶν ἀντικειμένων δυνάμεων ἀναδεικνύ μενον τῆς εὐσεβείας μυστήριον οὕτω κατονομάζων· πῶς δὲ ῥάβδον ἀνατέλλειν φησὶ καὶ ἄνθος ἐκ τῆς ῥίζης, τὴν διὰ σαρκὸς τοῦ κυρίου ἀνάδειξιν ὁ ὑψηλὸς Ἠσαΐας οὕτω μηνύων· ἢ τὸ τετυρωμένον ὄρος παρὰ τῷ μεγάλῳ ∆αβίδ, ποῖον ἔχει νοῦν ἐν τῇ λέξει φαινόμενον· ἢ τὸ μυριοπλάσιον ἅρμα· ἢ τῶν ταύρων ἡ συναγωγὴ ἡ ἐπαφιεμένη ταῖς δαμάλεσι τῶν λαῶν· ἢ ὁ βαπτόμενος τῷ αἵματι ποῦς ἢ τῶν κυνῶν αἱ γλῶσσαι· ἢ καθ' ὁμοιότητα τοῦ μόσχου διαλεπτυνόμενος 6.12 μετὰ τῶν κέδρων ὁ Λίβανος· καὶ μυρία πρὸς τούτοις ἔστιν ἐκ τῆς λοιπῆς ἀναλεξάμενον προφητείας δεῖξαι τὸ ἀναγκαῖον τῆς κατὰ διάνοιαν τῶν ῥητῶν θεωρίας, ἧς ἀποβαλλομένης, καθὼς ἀρέσκει τισίν, ὅμοιον εἶναί μοι δοκεῖ τὸ γινόμενον, ὡς εἴ τις ἀκατέργαστα προθείη πρὸς ἀνθρωπίνην βρῶσιν ἐπὶ τραπέζης τὰ λήϊα, μὴ τρίψας τὴν καλάμην, μὴ τῷ λικμητῷ διακρίνας ἐκ τῶν ἀχύρων τὰ σπέρματα, μὴ λεπτύνας τὸν σῖτον εἰς ἄλευρον, μηδὲ κατασκευάσας ἄρτον τῷ καθήκοντι τρόπῳ τῆς σιτοποιΐας. ὥσπερ οὖν τὸ ἀκατέργαστον γένημα κτηνῶν ἐστι καὶ οὐκ ἀνθρώπων τροφή, οὕτως εἴποι τις ἂν ἀλόγων μᾶλλον ἢ λογικῶν εἶναι τροφὴν μὴ κατεργασθέντα διὰ τῆς λεπτοτέρας θεωρίας τὰ θεόπνευστα ῥήματα οὐ μόνον τῆς παλαιᾶς διαθήκης, ἀλλὰ καὶ τὰ πολλὰ τῆς εὐαγ γελικῆς διδασκαλίας· τὸ πτύον τὸ διακαθαῖρον τὴν ἅλωνα, τὸ ἀποφυσώμενον ἄχυρον, ὁ παραμένων σῖτος τοῖς ποσὶ τοῦ λικμήτορος, τὸ ἄσβεστον πῦρ, ἡ ἀγαθὴ ἀποθήκη, τὸ τῶν κακῶν εὔφορον δένδρον, ἡ ἀπειλὴ τῆς ἀξίνης ἡ φοβερῶς τῷ δένδρῳ τὴν ἀκμὴν προδεικνύουσα, οἱ πρὸς τὴν ἀνθρω πίνην φύσιν μεταποιούμενοι λίθοι. Ταῦτά μοι διὰ τῶν πρὸς τὴν σύνεσίν σου γραμμάτων 6.13 ἀπολογία τις γεγράφθω πρὸς τοὺς μηδὲν πλέον παρὰ τὴν πρόχειρον τῆς λέξεως ἔμφασιν ἐκ τῶν θείων ῥημάτων ἀναζητεῖν νομοθετοῦντας. εἰ δὲ τοῦ Ὠριγένους φιλοπόνως περὶ τὸ βιβλίον τοῦτο σπουδάσαντος καὶ ἡμεῖς γραφῇ παραδοῦναι τὸν πόνον ἡμῶν προεθυμήθημεν, ἐγκαλείτω μηδεὶς πρὸς τὸ θεῖον τοῦ ἀποστόλου λόγιον βλέπων, ὅς φησιν ὅτι Ἕκαστος τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. ἐμοὶ δὲ οὐ πρὸς ἐπίδειξίν ἐστι συντεταγμένος ὁ λόγος· ἀλλ' ἐπειδὴ τὰ πολλὰ τῶν ἐπ' ἐκκλησίας ῥηθέντων τινὲς τῶν συνόντων ἡμῖν ὑπὸ φιλομαθείας ἐσημειώσαντο, τὰ μὲν παρ' ἐκείνων λαβών, ὅσα δι' ἀκολούθου ἔσχεν αὐτῶν ἡ σημείωσις, τὰ δὲ καὶ ἀπ' ἐμαυτοῦ προσθείς, ὧν ἀναγκαία ἦν ἡ προσθήκη, ἐν ὁμιλιῶν εἴδει τὴν ὑπηγορίαν πεποίημαι καθεξῆς