1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

4

πρὸς λέξιν προαγαγὼν τὴν τῶν ῥητῶν θεωρίαν, ἐφ' ὅσον ὁ καιρός τε καὶ τὰ πράγματα τὴν περὶ τούτου μοι σχολὴν ἐνεδίδου κατὰ τὰς ἡμέρας τῶν νηστειῶν· ἐν ταύταις γὰρ ἡμῖν πρὸς τὴν δημοσίαν ἀκοὴν ὁ περὶ τούτου λόγος διεσπουδάσθη. εἰ δὲ παράσχοι καὶ ζωῆς χρόνον ὁ τῆς ζωῆς ἡμῶν ταμίας θεὸς καὶ εἰρηνικὴν εὐκαιρίαν, καὶ τοῖς λειπο μένοις ἴσως ἐπιδραμούμεθα· νῦν γὰρ ἡμῖν μέχρι τοῦ ἡμίσεος προῆλθεν ὁ λόγος καὶ ἡ θεωρία.

6.14 Λόγος αʹ, Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ, ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον, Καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα, μύρον

ἐκκενωθὲν ὄνομά σοι.

∆ιὰ τοῦτο νεάνιδες ἠγάπησάν σε, Εἵλκυσάν σε, ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμούμεθα. εἰσήγαγέ με ὁ βασιλεὺς εἰς τὸ ταμιεῖον αὐτοῦ. ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί, ἀγαπήσωμεν μαστούς σου ὑπὲρ οἶνον· εὐθύτης ἠγάπησέ σε. Ὅσοι κατὰ τὴν συμβουλὴν τοῦ Παύλου τὸν παλαιὸν ἄνθρωπον ὥσπερ τι περιβόλαιον ῥυπαρὸν ἀπεδύσασθε σὺν ταῖς πράξεσι καὶ ταῖς ἐπιθυμίαις αὐτοῦ καὶ τὰ φωτεινὰ τοῦ κυρίου ἱμάτια, οἷα ἐπὶ τῆς τοῦ ὄρους μεταμορφώσεως ἔδειξε, διὰ τῆς καθαρότητος τοῦ βίου περιεβάλεσθε, μᾶλλον δὲ οἱ αὐτὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μετὰ τῆς ἁγίας αὐτοῦ στολῆς ἐνδυσάμενοι καὶ συμμεταμορφωθέντες αὐτῷ 6.15 πρὸς τὸ ἀπαθές τε καὶ θειότερον, ὑμεῖς ἀκούσατε τῶν μυστηρίων τοῦ Ἄισματος τῶν Ἀισμάτων· ὑμεῖς ἐντὸς γένεσθε τοῦ ἀκηράτου νυμφῶνος λευχειμονοῦντες τοῖς καθαροῖς τε καὶ ἀμολύντοις νοήμασιν. μή τις ἐμπαθῆ καὶ σαρκώδη λογισμὸν ἐπαγόμενος καὶ μὴ ἔχων πρέπον τῷ θείῳ γάμῳ τὸ τῆς συνειδήσεως ἔνδυμα συνδεθῇ τοῖς ἰδίοις νοήμασι, τὰς ἀκηράτους τοῦ νυμφίου τε καὶ τῆς νύμφης φωνὰς εἰς κτηνώδη καὶ ἄλογα καθέλκων πάθη, καὶ δι' αὐτῶν ταῖς αἰσχραῖς ἐνδεθεὶς φαντασίαις ἔξω τῶν ἐν τῷ γάμῳ φαι δρυνομένων ἀπορριφῇ, τὸν βρυγμὸν καὶ τὸ δάκρυον ἀντὶ τῆς ἐν παστάδι χαρᾶς ἀλλαξάμενος. ταῦτα διαμαρτύρομαι μέλλων ἅπτεσθαι τῆς ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων μυστικῆς θεωρίας. διὰ γὰρ τῶν ἐνταῦθα γεγραμμένων νυμφοστολεῖται τρόπον τινὰ ἡ ψυχὴ πρὸς τὴν ἀσώματόν τε καὶ πνευματικὴν καὶ ἀμόλυντον τοῦ θεοῦ συζυγίαν· ὁ γὰρ πάντας θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν τὸν τελεώτατον ἐνταῦθα καὶ μακάριον τῆς σωτηρίας ὑποδείκνυσι τρόπον, τὸν διὰ τῆς ἀγάπης λέγω. ἔστι μὲν γὰρ καὶ διὰ φόβου τισὶ γινομένη ἡ σωτηρία, ὅταν πρὸς τὰς ἀπειλὰς τῆς ἐν τῇ γεέννῃ κολάσεως 6.16 βλέποντες τοῦ κακοῦ χωριζώμεθα. εἰσὶ δέ τινες οἱ καὶ διὰ τὴν ἀποκειμένην τοῖς εὖ βεβιωκόσι τῶν μισθῶν ἐλπίδα τὴν ἀρετὴν κατορθοῦντες, οὐκ ἀγάπῃ τοῦ ἀγαθοῦ, ἀλλὰ τῇ προσδοκίᾳ τῆς ἀμοιβῆς κατακτώμενοι. ὁ μέντοι πρὸς τὸ τέλειον ἀναδραμὼν τῇ ψυχῇ ἀπωθεῖται μὲν τὸν φόβον (ἀν δραποδώδης γὰρ ἡ τοιαύτη διάθεσις, τὸ μὴ δι' ἀγάπης παραμένειν τῷ κυριεύοντι, ἀλλὰ τῷ τῶν μαστίγων φόβῳ μὴ δραπετεύειν), ὑπερορᾷ δὲ καὶ αὐτῶν τῶν μισθῶν, ὡς ἂν μὴ δοκοίη τὸν μισθὸν ποιεῖσθαι προτιμότερον τοῦ δω ρουμένου τὸ κέρδος· ἀγαπᾷ δὲ ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ δυνάμεως οὐκ ἄλλο τι τῶν παρ' αὐτοῦ γινο μένων, ἀλλ' αὐτὸν ἐκεῖνον ὅς ἐστι τῶν ἀγαθῶν ἡ πηγή. ταύτην τοίνυν ὁ καλῶν ἡμᾶς πρὸς τὴν ἑαυτοῦ μετουσίαν νομοθετεῖ ταῖς τῶν ἀκουόντων ψυχαῖς τὴν διάθεσιν. ὁ δὲ βεβαιῶν τὴν νομοθεσίαν ταύτην ἐστὶ Σολομῶν, οὗ ἡ σοφία κατὰ τὴν θείαν μαρτυρίαν μέτρον οὐκ ἔχει, πᾶσιν ἐπ' ἴσης τοῖς τε προγεγονόσι καὶ τοῖς ἐσομένοις ἀσύγκριτος οὖσα καὶ ἀπαράθετος, ὃν ἔλαθε τῶν ὄντων οὐδέν. ἆρά με τοῦτον οἴει λέγειν τὸν ἐκ τῆς Βηρσαβεὲ Σολομῶντα, τὸν ἐπὶ τοῦ ὄρους ἀνενεγκόντα τὴν χιλιόμβην, τὸν ἐκ τῆς Σιδωνίας συμβόλῳ 6.17 πρὸς τὴν ἁμαρτίαν χρησάμενον; ἀλλὰ Σολομῶν διὰ τούτου σημαίνεται ἄλλος· ὁ καὶ αὐτὸς ἐκ τοῦ σπέρματος ∆αβὶδ τὸ κατὰ σάρκα γενόμενος, ᾧ ὄνομα εἰρήνη, ὁ