6
αὐτῆς καὶ ἡ δύναμις, ὡς ἂν διὰ πάντων τῶν ἀγαθῶν πληρωθείη τοῦ κάλλους τῆς σοφίας ὁ ἔπαινος. Ὁ θεὸς γάρ, φησί, τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει, καὶ τὰ καθ' ἕκαστον 6.21 τῶν ἐν τῇ κτίσει θεωρουμένων εἰς τὴν τῆς σοφίας ἀνάγει δύναμιν διαποικίλλων αὐτὴν τοῖς ὀνόμασιν· τὴν γὰρ αὐτὴν καὶ σοφίαν λέγει καὶ φρόνησιν, αἴσθησίν τε καὶ γνῶσιν καὶ σύνεσιν καὶ τὰ τοιαῦτα. μετὰ δὲ ταῦτα νυμφοστολεῖν ἄρχεται τὸν νέον πρὸς τὴν τοιαύτην συνοίκησιν ἤδη πρὸς τὸν θεῖον θάλαμον βλέπειν ἐγκελευόμενος· λέγει γὰρ ὅτι Μὴ ἐγκατα λίπῃς αὐτὴν καὶ ἀνθέξεταί σου· ἐράσθητι αὐτῆς καὶ τηρήσει σε, περιχαράκωσον αὐτὴν καὶ ὑψώσει σε· τίμησον αὐτὴν ἵνα σε περιλάβῃ, ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων, στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου. ἐν τούτοις δὲ τοῖς στεφάνοις ἤδη τοῖς γαμικοῖς ὡς νυμφίον κατακοσμήσας ἀχώριστον αὐτῆς εἶναι διακελεύεται λέγων Ἡνίκα ἂν περιπατῇς, ἐπάγου αὐτὴν καὶ μετὰ σοῦ ἔστω· ὡς δ' ἂν καθεύδῃς, φυλασσέτω σε, ἵνα ἐγειρομένῳ συλλαλήσῃ σοι. διὰ τούτων καὶ τῶν τοιούτων τοῦ νεάζοντος ἔτι κατὰ τὸν ἔσω ἄνθρωπον τὸ ἐπιθυμητικὸν ἀναφλέξας καὶ αὐτὴν ἐκείνην τὰ περὶ ἑαυτῆς διηγουμένην ὑποδείξας τῷ λόγῳ, δι' ὧν μάλιστα τὴν ἀγαπητικὴν σχέσιν τῶν ἀκουόντων ἐφέλκεται τοῦτο μετὰ τῶν ἄλλων εἰποῦσα ὅτι Τοὺς ἐμὲ 6.22 φιλοῦντας ἀγαπῶ (ἡ γὰρ ἐλπὶς τοῦ ἀνταγαπηθῆναι σφοδρό τερον εἰς ἐπιθυμίαν τὸν ἐραστὴν διατίθησι), καὶ μετὰ τούτων τὰς λοιπὰς ἐπαγαγὼν συμβουλὰς ἐν ἀποφαντικοῖς τισι καὶ εὐπεριγράπτοις ἀποφθέγμασι καὶ εἰς τελειοτέραν ἕξιν αὐτὸν ἀγαγὼν εἶτα πρὸς τοῖς τελευταίοις τῶν Παροιμιῶν μακαρίσας ταύτην τὴν ἀγαθὴν συζυγίαν, ἐν οἷς διεξῆλθε τὰ τῆς ἀνδρείας γυναικὸς ἐκείνης ἐγκώμια, τότε προστίθησι τὴν ἐν τῷ Ἐκκλησιαστῇ φιλοσοφίαν τῷ ἱκανῶς διὰ τῆς παροιμιώδους ἀγωγῆς εἰσηγμένῳ εἰς τὴν τῶν ἀρετῶν ἐπιθυμίαν. καὶ διαβαλὼν ἐν τούτῳ τῷ λόγῳ τὴν περὶ τὰ φαινόμενα τῶν ἀνθρώπων σχέσιν καὶ μάταιον εἰπὼν εἶναι πᾶν τὸ ἀστατοῦν τε καὶ παρερχόμενον, ἐν οἷς φησιν ὅτι Πᾶν τὸ ἐρχόμενον ματαιότης, ὑπερτίθησι παντὸς τοῦ δι' αἰσθήσεως καταλαμβανομένου τὴν ἐπιθυμητικὴν τῆς ψυχῆς ἡμῶν κίνησιν ἐπὶ τὸ ἀόρατον κάλλος καὶ οὕτως ἐκκαθάρας τὴν καρδίαν τῆς περὶ τὰ φαινόμενα σχέσεως τότε διὰ τοῦ Ἄισματος τῶν Ἀισμάτων ἐντὸς τῶν θείων ἀδύτων μυσταγωγεῖ τὴν διάνοιαν· ἐν οἷς τὸ μὲν ὑπογραφόμενον ἐπιθαλάμιός τίς ἐστι διασκευή, τὸ δὲ νοούμενον τῆς ἀνθρωπίνης ψυχῆς ἡ πρὸς τὸ θεῖόν 6.23 ἐστιν ἀνάκρασις. διὰ τοῦτο νύμφη ὧδε ὁ ἐν ταῖς Παροιμίαις υἱὸς ὀνομάζεται καὶ ἡ σοφία εἰς νυμφίου τάξιν ἀντιμεθίσταται, ἵνα μνηστευθῇ τῷ θεῷ ὁ ἄνθρωπος ἁγνὴ παρθένος ἐκ νυμφίου γενόμενος καὶ κολληθεὶς τῷ κυρίῳ γένηται πνεῦμα ἓν διὰ τῆς πρὸς τὸ ἀκήρατόν τε καὶ ἀπαθὲς ἀνακράσεως νόημα καθαρὸν ἀντὶ σαρκὸς βαρείας γενόμενος. ἐπειδὴ τοίνυν σοφία ἐστὶν ἡ λαλοῦσα, ἀγάπησον ὅσον δύνασαι ἐξ ὅλης καρδίας τε καὶ δυνάμεως, ἐπιθύμησον ὅσον χωρεῖς. προστίθημι δὲ θαρρῶν τοῖς ῥήμασι τούτοις καὶ τὸ ἐράσθητι· ἀνέγκλητον γὰρ τοῦτο καὶ ἀπαθὲς ἐπὶ τῶν ἀσωμάτων τὸ πάθος, καθώς φησιν ἡ σοφία ἐν ταῖς Παροιμίαις τοῦ θείου κάλλους νομοθετοῦσα τὸν ἔρωτα. ἀλλὰ καὶ ὁ νῦν προκείμενος λόγος τὰ ἴσα διακελεύεται οὐ γυμνήν σοι τὴν περὶ τούτου συμβουλὴν προσάγων, ἀλλὰ δι' ἀπορρήτων φιλοσοφεῖ τοῖς νοήμασιν εἰκόνα τινὰ τῶν κατὰ τὸν βίον ἡδέων εἰς τὴν τῶν δογμάτων τούτων κατασκευὴν προστησάμενος. ἡ δὲ εἰκὼν γαμική τίς ἐστι διασκευή, ἐν ᾗ κάλλους ἐπιθυμία μεσιτεύει τῷ πόθῳ, οὐ κατὰ τὴν ἀνθρωπίνην συνήθειαν τοῦ νυμφίου τῆς ἐπιθυμίας κατάρξαντος, ἀλλὰ προλαμβάνει τὸν νυμφίον ἡ παρθέ νος ἀνεπαισχύντως τὸν πόθον δημοσιεύουσα καὶ εὐ 6.24 χὴν ποιουμένη τοῦ νυμφικοῦ ποτε κατατρυφῆσαι φιλήματος. ἐπειδὴ γὰρ οἱ ἀγαθοὶ τῆς παρθένου προμνήστορες, πατριάρχαι τε καὶ προφῆται καὶ νομοθέται, προσήγαγον τῇ μεμνηστευ μένῃ τὰ θεῖα χαρίσματα, ἅπερ ἕδνα καλεῖ ἡ συνήθεια τὰ πρὸ τῶν γάμων δῶρα οὕτω κατονομάζουσα (ταῦτα δὲ ἦν ἄφεσις παραπτωμάτων, ἀμνηστία κακῶν, ἁμαρτίας ἀναίρεσις, μεταστοιχείωσις