1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

7

φύσεως, τοῦ φθαρτοῦ πρὸς τὸ ἄφθαρτον μεταποίησις, παραδείσου τρυφή, βασιλείας ἀξίωμα, εὐφροσύνη τέλος οὐκ ἔχουσα), ταῦτα τοίνυν ἡ παρθένος δεξαμένη τὰ θεῖα δωρήματα παρὰ τῶν καλῶν ἑδνοφόρων τῶν διὰ τῆς προφητικῆς διδασκαλίας αὐτῇ προσαγαγόντων τὰ δῶρα καὶ ὁμολογεῖ τὴν ἐπιθυμίαν καὶ ἐπισπεύδει τὴν χάριν ἤδη τῆς ὥρας τοῦ ποθουμένου κατατρυφῆσαι σπουδάζουσα. ἀκροῶνται δὲ αὐτῆς συνήθεις τινὲς καὶ ὁμήλικες πρὸς μείζονα τὴν νύμφην ἐπιθυμίαν διερεθίζουσαι. παραγίνεται δὲ καὶ ὁ νυμφίος φίλων αὐτῷ τινων καὶ καταθυμίων χορὸν ἐπαγόμενος. οὗτοι δ' ἂν εἶεν ἢ τὰ λειτουργικὰ πνεύματα, δι' ὧν οἱ ἄνθρωποι σῴζονται, ἢ οἱ προφῆται οἱ ἅγιοι, οἳ τῆς φωνῆς τοῦ νυμφίου ἀκούοντες χαίρουσί τε καὶ ἀγάλλονται τῆς ἀκηράτου συζυγίας ἁρμοζομένης, δι' ἧς ἡ κολλωμένη 6.25 τῷ κυρίῳ ψυχὴ ἓν πνεῦμα γίνεται, καθώς φησιν ὁ ἀπόστολος. Πάλιν τοίνυν τὸν ἐν τοῖς προοιμίοις ἐπαναλήψομαι λόγον· μή τις ἐμπαθὴς καὶ σαρκώδης ἔτι τῆς νεκρᾶς τοῦ παλαιοῦ ἀνθρώπου δυσωδίας ἀπόζων πρὸς τὰς κτηνώδεις ἀλογίας κατασυρέτω τὰς τῶν θεοπνεύστων νοημάτων τε καὶ ῥημάτων ἐμφάσεις, ἀλλ' ἐκβὰς ἕκαστος αὐτὸς ἑαυτοῦ καὶ ἔξω τοῦ ὑλικοῦ κόσμου γενόμενος καὶ ἐπανελθὼν τρόπον τινὰ δι' ἀπαθείας εἰς τὸν παράδεισον καὶ διὰ καθαρότητος ὁμοιω θεὶς τῷ θεῷ οὕτως ἐπὶ τὸ ἄδυτον τῶν προφαινομένων ἡμῖν διὰ τοῦ βιβλίου τούτου μυστηρίων χωρείτω. εἰ δέ τισιν ἀπαρασκεύαστός ἐστιν ἡ ψυχὴ πρὸς τὴν τοιαύτην ἀκρόασιν, ἀκουσάτωσαν τοῦ Μωϋσέως νομοθετοῦντος μὴ κατατολμῆσαι τῆς ἐπὶ τὸ ὄρος τὸ πνευματικὸν ἀναβάσεως, πρὶν πλῦναι τῶν καρδιῶν ἡμῶν τὰ ἱμάτια καὶ τοῖς καθήκουσι τῶν λογισμῶν περιρραντηρίοις τὰς ψυχὰς ἀφαγνίσασθαι. ὥστε νῦν ἐν ᾧ χρόνῳ προσεδρεύομεν τῇ θεωρίᾳ ταύτῃ, λήθην τῶν γαμικῶν νοημάτων ποιήσασθαι κατὰ τὸ παράγγελ μα τοῦ Μωϋσέως τοῦ καθαρεύειν ἀπὸ τῶν γάμων τοῖς μυσταγωγουμένοις νομοθετήσαντος καὶ διὰ πάντων ἀναλαβεῖν 6.26 οἶμαι δεῖν ἡμᾶς τὰ τοῦ νομοθέτου προστάγματα μέλλοντας προσβαίνειν τῷ πνευματικῷ τῆς θεογνωσίας ὄρει, ἐν ᾧ τὸ θῆλυ γένος τῶν λογισμῶν μετὰ τῆς ὑλικῆς ἀποσκευῆς τῷ κάτω καταλείπεται βίῳ. πᾶν δὲ ἄλογον νόημα εἰ περὶ τὸ τοιοῦτον ὄρος ὀφθείη, τοῖς στερροτέροις λογισμοῖς οἷόν τισι λίθοις καταφονεύεται. μόγις γὰρ ἂν οὕτω χωρήσαιμεν τὴν φωνὴν τῆς σάλπιγγος ταύτης μέγα τι καὶ ἐξαίσιον καὶ ὑπὲρ τὴν δύναμιν τῶν δεχομένων ἠχούσης, ἣν αὐτὸς ὁ γνόφος τῆς ἀσαφείας προΐεται, ἐν ᾧ ἐστιν ὁ θεὸς ὁ τὸ ὑλικὸν ἅπαν ἐπὶ τοῦ τοιούτου ὄρους τῷ πυρὶ καταφλέγων. Ἤδη τοίνυν ἐντὸς τοῦ ἁγίου τῶν ἁγίων γενώμεθα, ὅπερ ἐστὶ τὸ ᾆσμα τῶν ᾀσμάτων. ὡς γὰρ ἐν τῷ ἁγίῳ τῶν ἁγίων πλεονασμόν τινα καὶ ἐπίτασιν τῆς ἁγιότητος διὰ τῆς ὑπερθετικῆς ταύτης φωνῆς διδασκόμεθα, οὕτω καὶ διὰ τοῦ ᾄσματος τῶν ᾀσμάτων μυστηρίων μυστήρια διδάσκειν ἡμᾶς ὁ ὑψηλὸς λόγος κατεπαγγέλλεται. πολλῶν γὰρ ὄντων κατὰ τὴν θεόπνευστον διδασκαλίαν ᾀσμάτων, δι' ὧν τὰ μεγάλα νοήματα περὶ τοῦ θεοῦ διδασκόμεθα παρά τε τοῦ μεγάλου ∆αβὶδ καὶ Ἠσαΐου καὶ Μωϋσέως καὶ ἄλλων 6.27 πολλῶν, τοῦτο παρὰ τῆς ἐπιγραφῆς ταύτης μανθάνομεν, ὅτι ὅσον ἀπέχει τῶν τῆς ἔξω σοφίας ᾀσμάτων τὰ τῶν ἁγίων ᾄσματα, τοσοῦτον ὑπέρκειται τῶν ἁγίων ᾀσμάτων τὸ ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων μυστήριον, οὗ τὸ πλέον εἰς κατανόησιν οὔτε εὑρεῖν οὔτε χωρῆσαι ἡ ἀνθρωπίνη δύναται φύσις. καὶ τούτου χάριν τὸ σφοδρότατον τῶν καθ' ἡδονὴν ἐνεργουμένων (λέγω δὲ τὸ ἐρωτικὸν πάθος) τῆς τῶν δογμάτων ὑφηγήσεως αἰνιγματωδῶς προεστήσατο, ἵνα διὰ τούτου μάθωμεν, ὅτι χρὴ τὴν ψυχὴν πρὸς τὸ ἀπρόσιτον τῆς θείας φύσεως κάλλος ἐνατενίζουσαν τοσοῦτον ἐρᾶν ἐκείνου, ὅσον ἔχει τὸ σῶμα τὴν σχέσιν πρὸς τὸ συγγενὲς καὶ ὁμόφυλον, μετενεγκοῦσαν εἰς ἀπάθειαν τὸ πάθος, ὥστε πάσης κατασβεσθείσης σωματικῆς διαθέσεως μόνῳ τῷ πνεύματι ζέειν ἐρωτικῶς ἐν ἡμῖν τὴν διάνοιαν διὰ τοῦ πυρὸς ἐκείνου θερμαινομένην, ὃ βαλεῖν ἐπὶ τὴν γῆν ἦλθεν ὁ κύριος. Ἀλλὰ ταῦτα μέν, ὅπως χρὴ διακεῖσθαι τὴν ψυχὴν τῶν μυστικῶν ῥημάτων ἀκούοντας, ἱκανῶς ἔχειν φημί.