8
καιρὸς δὲ ἂν εἴη καὶ αὐτὰς τὰς θείας τοῦ ᾄσματος τῶν ᾀσμάτων φωνὰς ἤδη προσθεῖναι τῇ θεωρίᾳ τοῦ λόγου. καὶ πρότερόν γε τὴν τῆς ἐπιγραφῆς κατανοήσωμεν δύναμιν· οὐ γὰρ ἀργῶς μοι δοκεῖ τῷ Σολομῶντι τὸ βιβλίον ἐκ τῆς ἐπιγραφῆς 6.28 ἀνατεθεῖσθαι, ἀλλ' ὥστε γενέσθαι διάνοιαν τοῖς ἐντυγχάνουσι τοῦ μέγα τι καὶ θεῖον ἐν τοῖς λεγομένοις προσδέχεσθαι. ἐπειδὴ γὰρ ἀνυπέρβλητόν ἐστι παρ' ἑκάστῳ διὰ τῆς περὶ αὐτοῦ μαρτυρίας ἐπὶ τῇ σοφίᾳ τὸ θαῦμα, τούτου χάριν εὐθὺς ἐκ προοιμίων ἡ τοῦ ὀνόματος μνήμη παραλαμβάνεται, ὥστε τι μέγα καὶ τῆς περὶ αὐτοῦ δόξης ἐπάξιον ἐλπισθῆναι διὰ τοῦ βιβλίου τούτου τοῖς ἐντυγχάνουσιν. ὥσπερ δὲ κατὰ τὴν γραφικὴν ἐπιστήμην ὕλη μέν τις πάντως ἐστὶν ἐν διαφόροις βαφαῖς ἡ συμπληροῦσα τοῦ ζῴου τὴν μίμησιν, ὁ δὲ πρὸς τὴν εἰκόνα βλέπων τὴν ἐκ τῆς τέχνης διὰ τῶν χρωμάτων συμ πληρωθεῖσαν οὐ ταῖς ἐπιχρωσθείσαις τῷ πίνακι βαφαῖς ἐμφιλοχωρεῖ τῷ θεάματι, ἀλλὰ πρὸς τὸ εἶδος βλέπει μόνον, ὃ διὰ τῶν χρωμάτων ὁ τεχνίτης ἀνέδειξεν, οὕτω προσήκει καὶ ἐπὶ τῆς παρούσης γραφῆς μὴ πρὸς τὴν ὕλην τῶν ἐν τοῖς ῥήμασι χρωμάτων βλέπειν, ἀλλὰ καθάπερ τι βασιλέως εἶδος ἐν αὐτοῖς καθορᾶν τὸ διὰ τῶν καθαρῶν νοημάτων ἀνατυπούμενον. λευκὸν γὰρ ἢ ὠχρὸν ἢ μέλαν ἢ ἐρυθρὸν ἢ κυάνεον ἢ ἄλλο τι χρῶμά ἐστι τὰ ῥήματα ταῦτα κατὰ τὰς προχείρους ἐμφάσεις, στόμα καὶ φίλημα καὶ μύρον καὶ οἶνος καὶ τὰ τῶν μελῶν ὀνόματα καὶ κλίνη καὶ νεάνιδες καὶ τὰ τοιαῦτα· ἡ δὲ διὰ τούτων ἀποτελουμένη μορφὴ μακαριότης ἐστὶ καὶ ἀπάθεια καὶ ἡ πρὸς τὸ θεῖον συνάφεια καὶ ἡ τῶν κακῶν ἀλλοτρίωσις καὶ ἡ πρὸς τὸ ὄντως καλόν 6.29 τε καὶ ἀγαθὸν ἐξομοίωσις. ταῦτά ἐστι τὰ νοήματα τὰ μαρ τυροῦντα τῷ Σολομῶντι τὴν σοφίαν ἐκείνην τὴν ὑπερβαίνουσαν τοὺς ὅρους τῆς ἀνθρωπίνης σοφίας. τί γὰρ ἂν γένοιτο τούτου παραδοξότερον ἢ τὸ αὐτὴν ποιῆσαι τὴν φύσιν τῶν ἰδίων παθημάτων καθάρσιον διὰ τῶν νομιζομένων ἐμπαθῶν ῥημάτων τὴν ἀπάθειαν νομοθετοῦσάν τε καὶ παιδεύουσαν; οὐ γὰρ λέγει τὸ δεῖν ἔξω τῶν τῆς σαρκὸς γίνεσθαι κινημάτων καὶ νεκροῦν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς καὶ καθαρεύειν ἀπὸ τῶν ἐμπαθῶν ῥημάτων τῷ στόματι, ἀλλ' οὕτω διέθηκε τὴν ψυχήν, ὡς διὰ τῶν ἀπεμφαίνειν δοκούντων πρὸς τὴν καθα ρότητα βλέπειν, διὰ τῶν ἐμπαθῶν ῥήσεων τὴν ἀκήρατον ἑρμηνεύων διάνοιαν. ἓν μὲν δὴ τοῦτο διὰ τῶν προοιμίων ἡμᾶς παιδευσάτω ὁ λόγος, τὸ μηκέτι ἀνθρώπους εἶναι τοὺς ἐπὶ τὰ ἄδυτα τῶν τοῦ βιβλίου τούτου μυστηρίων εἰσαγομένους ἀλλὰ μεταποιηθῆναι τῇ φύσει διὰ τῆς τοῦ κυρίου μαθητείας πρὸς τὸ θειότερον, καθὼς μαρτυρεῖ τοῖς ἑαυτοῦ μαθηταῖς ὁ λόγος, ὅτι κρείττους ἦσαν ἢ κατὰ ἄνθρω πον, οὓς διέκρινεν ἀπὸ τῶν ἀνθρώπων ἡ γενομένη πρὸς αὐτοὺς παρὰ τοῦ κυρίου διαστολή, ὅτε φησί· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀληθῶς 6.30 γὰρ ὁ διὰ τῶν τοιούτων ῥημάτων, ὧν ἡ πρόχειρος ἔμφασις τὰς σαρκώδεις ἡδυπαθείας ἐνδείκνυται, μὴ κατολισθαίνων εἰς τὴν ῥυπῶσαν διάνοιαν ἀλλὰ πρὸς τὴν τῶν θείων φιλοσοφίαν, ἐπὶ τὰς καθαρὰς ἐννοίας διὰ τῶν ῥημάτων τούτων χειραγω γούμενος δείκνυσι τὸ μηκέτι ἄνθρωπος εἶναι μηδὲ σαρκὶ καὶ αἵματι συμμεμιγμένην τὴν φύσιν ἔχειν, ἀλλὰ τὴν ἐλπιζομένην ἐν τῇ ἀναστάσει τῶν ἁγίων ζωὴν ἐπιδείκνυται ἰσάγγελος διὰ τῆς ἀπαθείας γενόμενος. ὡς γὰρ μετὰ τὴν ἀνάστασιν τὸ μὲν σῶμα μεταστοιχειωθὲν πρὸς τὸ ἄφθαρτον τῇ ψυχῇ τοῦ ἀνθρώπου συμπλέκεται, τὰ δὲ νῦν διὰ σαρκὸς ἡμῖν ἐνοχλοῦντα πάθη τοῖς σώμασιν ἐκείνοις οὐ συνανίσταται ἀλλά τις εἰρηνικὴ κατάστασις τὴν ζωὴν ἡμῶν διαδέξεται, μηκέτι τοῦ φρονήματος τῆς σαρκὸς πρὸς τὴν ψυχὴν στασιάζοντος μηδὲ διὰ τοῦ ἐμφυλίου πολέμου τῶν ἐμπαθῶν κινημάτων ἀντιστρατευομένου τῷ νόμῳ τοῦ νοὸς καὶ ὥσπερ αἰχμάλωτόν τινα τῇ ἁμαρτίᾳ προσάγοντος τὴν ἡττηθεῖσαν ψυχήν, ἀλλὰ πάντων τῶν τοιούτων καθαρεύσει τότε ἡ φύσις καὶ ἓν δι' ἀμφοτέρων ἔσται τὸ φρόνημα (τῆς σαρκός φημι καὶ τοῦ πνεύματος) πάσης σωματικῆς διαθέσεως ἐξαφανισθείσης ἀπὸ τῆς φύσεως, οὕτω παρακελεύεται καὶ διὰ τοῦ βιβλίου 6.31 τούτου ὁ λόγος τοῖς ἐπαΐουσι, κἂν ἐν σαρκὶ ζῶμεν, μηδ' ἐν