10
δυνάμεως τῇ τοῦ πνεύματος ὁλκῇ τὴν τοῦ Χριστοῦ συνεφελκομένης εὐωδίαν. οὕτω γὰρ ἡ ἀκολουθία τῆς παρθενικῆς εὐχῆς ἐν προοιμίοις ἔχει Ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον καὶ ὀσμὴ 6.35 μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα. δηλοῦται δὲ διὰ τούτων, καθὼς ἡμεῖς ὑπειλήφαμεν, οὐ μικρόν τι οὐδὲ εὐκαταφρόνητον νόημα· τάχα γὰρ ἐν τῷ ὑπερθεῖναι διὰ συγκρίσεως τὸ ἐκ τῶν θείων μαστῶν γάλα τῆς ἐκ τοῦ οἴνου γινομένης ἡμῖν εὐφρο σύνης μανθάνομεν διὰ τῶν εἰρημένων, ὅτι πᾶσα ἀνθρωπίνη σοφία καὶ ἐπιστήμη τῶν ὄντων καὶ πᾶσα δύναμις θεωρητικὴ καὶ καταληπτικὴ φαντασία ἀδυνάτως ἔχει παρισωθῆναι διὰ συγκρίσεως τῇ ἁπλουστέρᾳ τῶν θείων μαθημάτων τροφῇ. ἐκ γὰρ τῶν μαστῶν τὸ γάλα φέρεται· νηπίων δέ ἐστι τὸ γάλα τροφή. ὁ δὲ οἶνος δι' εὐτονίαν τε καὶ θερμότητα τῶν τελειοτέρων ἀπόλαυσις γίνεται. ἀλλ' ὅμως τὸ ἐν τῇ ἔξω σοφίᾳ τέλειον τῆς νηπιώδους τοῦ θείου λόγου διδασκαλίας ἐστὶ μικρότερον. διὰ τοῦτο κρείττους οἱ θεῖοι μαστοὶ τοῦ ἀνθρωπίνου οἴνου. ἡ δὲ ὀσμὴ τῶν θείων μύρων καλλίων ἐστὶ πάσης τῆς ἐν τοῖς ἀρώμασιν εὐωδίας. ὅπερ τοιοῦτόν μοι δοκεῖ νοῦν ὑποδεικνύειν· ἀρώματα νοοῦμεν τὰς ἀρετὰς οἷον σοφίαν σωφροσύνην δικαιοσύνην ἀνδρείαν φρόνησιν καὶ τὰ τοιαῦτα, οἷς προσχρωννύμενος κατὰ τὴν ἑαυτοῦ δύναμιν καὶ προαίρεσιν ἕκαστος ἄλλος ἄλλως ἐν εὐωδίᾳ γινόμεθα· ὁ 6.36 μὲν ἐκ σωφροσύνης ἢ σοφίας, ὁ δὲ ἐκ δικαιοσύνης ἢ ἀνδρείας ἢ ἄλλου τινὸς τῶν κατ' ἀρετὴν νοουμένων, ὁ δὲ τυχὸν καὶ ἐκ πάντων τῶν τοιούτων ἀρωμάτων συγκεκραμένην ἔχει ἐν ἑαυτῷ τὴν εὐωδίαν. ἀλλ' ὅμως ταῦτα πάντα οὐκ ἂν εἰς σύγκρισιν ἔλθοι τῆς παντελοῦς ἀρετῆς ἐκείνης, ἣν τοὺς οὐρανοὺς διειληφέναι φησὶν Ἀμβακοὺμ ὁ προφήτης εἰπὼν Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, ἥτις ἐστὶν αὐτοσοφία καὶ αὐτοδικαιοσύνη καὶ αὐτοαλήθεια καὶ τὰ καθ' ἕκαστον πάντα. τῶν οὖν σῶν μύρων ἡ ὀσμή, φησίν, ἀπαράθετον ἔχει τὴν χάριν πρὸς ταῦτα τὰ ἀρώματα τὰ παρ' ἡμῶν γινωσκόμενα. Πάλιν ἐν τοῖς ἐφεξῆς ὑψηλοτέρας ἅπτεται φιλοσοφίας ἡ ψυχή, ἡ νύμφη, τὸ ἀπρόσιτόν τε καὶ ἀχώρητον λογισμοῖς ἀνθρωπίνοις τῆς θείας δυνάμεως ἐνδεικνυμένη, ἐν οἷς φησι Μύρον ἐκκενωθὲν ὄνομά σοι· τοιοῦτον γάρ τι δοκεῖ μοι διὰ τοῦ λόγου τούτου σημαίνεσθαι, ὅτι οὐκ ἔστιν ὀνοματικῇ σημασίᾳ περιληφθῆναι δι' ἀκριβείας τὴν ἀόριστον φύσιν· ἀλλὰ πᾶσα νοημάτων δύναμις καὶ πᾶσα ῥημάτων τε καὶ ὀνομάτων ἔμφασις, κἄν τι μέγα καὶ θεοπρεπὲς ἔχειν δόξῃ, αὐτοῦ τοῦ ὄντος ἐφάψασθαι φύσιν οὐκ ἔχει· ἀλλ' ὥσπερ ἐξ 6.37 ἰχνῶν τινων καὶ ἐναυσμάτων ὁ λόγος ἡμῶν τοῦ ἀδήλου καταστοχάζεται διὰ τῶν καταλαμβανομένων εἰκάζων ἔκ τινος ἀναλογίας τὸ ἀκατάληπτον. ὅ τι γὰρ ἂν ἐπινοήσωμεν, φησίν, ὄνομα γνωριστικὸν τοῦ τῆς θεότητος μύρου, οὐκ αὐτὸ τὸ μύρον διὰ τῆς ἐμφάσεως τῶν λεγομένων σημαίνομεν, ἀλλὰ βραχύ τι λείψανον ἀτμοῦ τῆς θείας εὐωδίας τοῖς θεολογι κοῖς ὀνόμασιν ἐνδεικνύμεθα. ὡς ἐπὶ τῶν ἀγγείων, ὧν ἂν ἐκκενωθῇ τὸ μύρον, αὐτὸ μὲν τῇ ἑαυτοῦ φύσει ἀγνοεῖται τὸ μύρον τὸ ἐκκενωθὲν τῶν ἀγγείων, οἷόν ἐστιν· ἐξ ἀμυδρᾶς δέ τινος τῆς ὑπολειφθείσης ἐκ τῶν ἀτμῶν τῷ ἀγγείῳ ποιότη τος στοχασμόν τινα περὶ τοῦ ἐκκενωθέντος μύρου ποιούμεθα. τοῦτο οὖν ἐστιν ὃ διὰ τῶν εἰρημένων μανθάνομεν, ὅτι αὐτὸ μὲν τὸ τῆς θεότητος μύρον, ὅ τί ποτε κατ' οὐσίαν ἐστίν, ὑπὲρ πᾶν ἐστιν ὄνομά τε καὶ νόημα· τὰ δὲ τῷ παντὶ ἐνθεωρούμενα θαύματα τῶν θεολογικῶν ὀνομάτων τὴν ὕλην δίδωσι, δι' ὧν σοφόν, δυνατόν, ἀγαθόν, ἅγιον, μακάριόν τε καὶ ἀΐδιον καὶ κριτὴν καὶ σωτῆρα καὶ τὰ τοιαῦτα κατονομάζομεν· ἅπερ πάντα ποιότητά τινα βραχεῖαν τοῦ θείου μύρου ἐνδεί 6.38 κνυται, ἣν πᾶσα ἡ κτίσις διὰ τῶν ἐνθεωρουμένων θαυμάτων σκεύους τινὸς μυρεψικοῦ δίκην ἐν ἑαυτῇ ἀπεμάξατο. ∆ιὰ τοῦτο, φησί, νεάνιδες ἠγάπησάν σε, εἵλκυσάν σε. εἶπε τὴν αἰτίαν τῆς ἐπαινετῆς ἐπιθυμίας καὶ τῆς ἀγαπητικῆς διαθέσεως. τίς γὰρ τοῦ τοιούτου κάλλους ἀνέραστος γίνεται, εἰ μόνον ὀφθαλμὸν ἔχοι τὸν ἐνατενίσαι τῇ ὥρᾳ δυνάμενον, οὗ πολὺ μὲν τὸ καταλαμβανόμενον κάλλος, ἀπειροπλάσιον δὲ τὸ διὰ τοῦ φαινομένου στοχαστικῶς εἰκαζόμενον; ἀλλ' ὥσπερ ὁ