14
ἐποίησε τὸ ζοφῶδες αὐτῶν εἶδος ἀποκλύσας τῷ ὕδατι· τὸ αὐτὸ τοῦτο καὶ ὁ τοῦ ∆αβὶδ ὀφθαλμὸς ἐν τῇ ἄνω πόλει ὁρᾷ καὶ ἐν θαύματι ποιεῖται τὸ θέαμα, πῶς ἐν τῇ πόλει τοῦ θεοῦ, περὶ ἧς τὰ δεδοξασμένα λελάληται, Βαβυλὼν οἰκίζεται καὶ ἡ πόρνη Ῥαὰβ μνημονεύεται, ἀλλόφυλοί τε καὶ Τύρος καὶ ὁ τῶν Αἰθιόπων λαὸς ἐν αὐτῇ γίνονται, ὡς μηκέτι τῶν ἀνθρώπων τινὰ τῇ πόλει ταύτῃ τὴν τῶν οἰκητόρων ἐρημίαν ἐπονειδίζειν λέγοντα Μή τις ἔτι τῇ Σιὼν ἐρεῖ· ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ; κἀκεῖ γὰρ φυλέται τῆς πόλεως γίνονται οἱ ἀλλόφυλοι καὶ Ἱεροσολυμῖται οἱ Βαβυλώνιοι καὶ παρθένος ἡ πόρνη καὶ λαμπροὶ οἱ Αἰθίοπες καὶ Τύρος ἡ ἄνω πόλις· οὕτω καὶ ἐνταῦθα τὰς θυγατέρας Ἰερουσαλὴμ προθυμοποιεῖται ἡ νύμφη συνιστῶσα τοῦ νυμφίου τὴν ἀγαθότητα, ὅτι κἂν μέλαινάν τινα λάβῃ ψυχήν, τῇ πρὸς ἑαυτὸν κοινωνίᾳ καλὴν ἀπεργάζεται, κἄν τις σκήνωμα ᾖ κηδάρ, φωτὸς οἰκητήριον γίνεται τοῦ ἀληθινοῦ Σολομῶντος, τουτέστι τοῦ εἰρηνικοῦ 6.50 βασιλέως ἐν αὐτῇ κατοικήσαντος. διὰ τοῦτό φησι Μέλαινά εἰμι καὶ καλή, θυγατέρες Ἰερουσαλήμ, ἵνα πρὸς ἐμὲ βλέπουσαι καὶ ὑμεῖς γένησθε δέρρεις Σολομῶντος, κἂν σκηνώματα ἦτε κηδάρ. Εἶτα ἐπάγει τοῖς εἰρημένοις τὰ ἐφεξῆς, δι' ὧν ἀναγκαίως ἀσφαλίζεται τὴν τῶν μαθητευομένων διάνοιαν μὴ τῷ δημιουργῷ τὴν αἰτίαν τοῦ σκοτεινοῦ εἴδους ἀνατιθέναι ἀλλὰ τὴν ἑκάστου προαίρεσιν τοῦ τοιούτου εἴδους τὰς ἀρχὰς καταβάλλεσθαι. Μὴ βλέψητε γὰρ πρός με, φησίν, ὅτι ἐγώ εἰμι μεμελανωμένη. οὐ τοιαύτη γέγονα παρὰ τὴν πρώτην· οὐδὲ γὰρ εἰκὸς ἦν ταῖς φωτειναῖς τοῦ θεοῦ χερσὶ πλασσομένην σκοτεινῷ τινι καὶ μέλανι περιχρωσθῆναι τῷ εἴδει. οὐκ ἤμην τοίνυν τοιαύτη, φησίν, ἀλλὰ γέγονα. οὐ γὰρ ἐκ φύσεώς εἰμι μεμελανωμένη, ἀλλ' ἐπείσακτόν μοι τὸ τοιοῦτον αἶσχος ἐγένετο τοῦ ἡλίου πρὸς τὸ μέλαν ἐκ λαμπροῦ τὴν μορφὴν μεταχρώσαντος. Ὁ ἥλιος γάρ, φησί, παρέβλεψέ με. τί οὖν ἐστιν ὃ διὰ τούτων μανθάνομεν; λέγει διὰ παραβολῆς τοῖς ὄχλοις ὁ κύριος ὅτι ὁ σπείρων τὸν λόγον οὐ τὴν ἀγαθὴν 6.51 μόνον κατασπείρει καρδίαν, ἀλλὰ κἂν λιθώδης τις ᾖ κἂν ταῖς ἀκάνθαις ὑλομανοῦσα κἂν παρόδιός τε καὶ πεπατημένη, πᾶσιν ὑπὸ φιλανθρωπίας ἐπιβάλλει τοῦ λόγου τὰ σπέρματα. καὶ ἑκάστου τὰ ἰδιώματα ἑρμηνεύων τῷ λόγῳ τοῦτό φησιν ἐπὶ τῆς λιθώδους συμβαίνειν ψυχῆς, ὅτι οὐκ ἐν βάθει ῥιζοῦται τὸ ἐσπαρμένον, ἀλλὰ παραχρῆμα μὲν δι' ἐπιπολαίου βλάστης τὸν στάχυν κατεπαγγέλλεται, θερμότερον δὲ τοῦ ἡλίου τὸ ὑποκείμενον θάλψαντος τῷ μὴ ὑποκεῖσθαι ταῖς ῥίζαις ἰκμάδα καταξηραίνεται. πειρασμὸν δὲ διὰ τῆς ἑρμηνείας ὀνομάζει τὸν ἥλιον. οὐκοῦν τοῦτο παρὰ τῆς διδασκάλου τὸ δόγμα μανθάνομεν, ὅτι γέγονε μὲν ἡ ἀνθρωπίνη φύσις τοῦ ἀληθινοῦ φωτὸς ἀπεικόνισμα πόρρω τῶν σκοτεινῶν χαρακτή ρων τῇ τοῦ ἀρχετύπου κάλλους ὁμοιότητι στίλβουσα, ὁ δὲ πειρασμὸς τὸν φλογώδη καύσωνα δι' ἀπάτης ἐπιβαλὼν ἁπαλὴν ἔτι καὶ ἄρριζον τὴν πρώτην βλάστην κατέλαβε καί, πρὶν ἕξιν τινὰ τοῦ ἀγαθοῦ κτήσασθαι καὶ διὰ τῆς τῶν λογισμῶν γεωργίας δοῦναι ταῖς ῥίζαις τόπον ἐπὶ τὸ βάθος, εὐθὺς διὰ τῆς παρακοῆς ἀποξηράνας τὸ χλοερόν τε καὶ εὐθαλὲς εἶδος διὰ τῆς καύσεως μέλαν ἐποίησεν. εἰ δὲ ἥλιος ἡ ἀντικειμένη τοῦ πειρασμοῦ προσβολὴ ὀνομάζεται, μηδεὶς 6.52 ξενιζέσθω τῶν ἀκουόντων ἐν πολλοῖς τὸ τοιοῦτον παρὰ τῆς θεοπνεύστου γραφῆς διδασκόμενος. καὶ γὰρ ἐν δευτέρᾳ τῶν ἀναβαθμῶν ᾠδῇ ταύτην ποιεῖται τὴν εὐλογίαν τῷ τὴν βοήθειαν ἔχοντι παρὰ κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν, τὸ μὴ συγκαίεσθαι αὐτὸν ὑπὸ τοῦ ἡλίου διὰ τῆς ἡμέρας. καὶ ὁ προφήτης Ἠσαΐας τὴν τῆς ἐκκλησίας κατάστα σιν προφητεύων ὥσπερ τινὰ πομπὴν ὑπογράφει τὴν πολιτείαν φαιδρύνων τὸν λόγον τῷ διηγήματι. λέγει γὰρ θυγατέρας ἐπ' ὤμων αἰρομένας καὶ παῖδας ἐν λαμπήναις κομιζομένους καὶ σκιαδείοις τὸν φλογμὸν ἀποκρούοντας· δι' ὧν ἐν αἰνίγμασι τὸν ἐν ἀρετῇ διαγράφει βίον διὰ μὲν τῆς νηπιώδους ἡλικίας ὑποδεικνύων τὸ ἀρτιγενές τε καὶ ἄκακον, διὰ δὲ τῶν σκια δείων τὴν ἐξ ἐγκρατείας τε καὶ καθαρότητος προσγινομένην ταῖς ψυχαῖς παραμυθίαν τοῦ