1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

15

καύσωνος. δι' ὧν μανθάνομεν ὅτι χρὴ ἐπ' ὤμων αἴρεσθαι τὴν τῷ θεῷ νυμφοστολουμένην ψυχήν, οὐ πατουμένην ὑπὸ τῆς σαρκὸς ἀλλ' ἐπικαθημένην τῷ ὄγκῳ τοῦ σώματος. λαμπήνην δὲ ἀκούοντες τὴν ἐκλαμπτικὴν τοῦ φωτίσματος χάριν μανθάνομεν, δι' ἧς παῖδες γινόμεθα οὐκέτι 6.53 τῇ γῇ τὸ ἴχνος ἐρείδοντες, ἀλλ' ἀπ' ἐκείνης πρὸς τὴν οὐρανίαν ζωὴν κομιζόμενοι. σκιερὸς δὲ γίνεται ἡμῖν καὶ δροσώδης ὁ βίος διὰ τῶν τῆς ἀρετῆς σκιαδείων κατασβεννυμένου τοῦ καύσωνος. οὗτος οὖν ἐστιν ὁ παραβλάπτων ἥλιος, ὅταν μὴ διατειχίζηται ὁ παρ' αὐτοῦ φλογμὸς τῇ νεφέλῃ τοῦ πνεύματος, ἣν διεπέτασε τοῖς τοιούτοις ὁ κύριος εἰς σκέπην αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ ἥλιος ὁ τὴν λαμπρὰν τοῦ σώματος ἐπιφάνειαν τῇ προσβολῇ τῶν πειρασμῶν ἐπικαίων καὶ μελαίνων ἐν δυσμορφίᾳ τὸ εἶδος. Εἶτα διηγεῖται, ὅθεν τὴν ἀρχὴν ἔσχεν ἡ πρὸς τὸ μέλαν τῆς εὐχροίας ἡμῶν μεταποίησις. Υἱοὶ μητρός μου, φησίν, ἐμαχέσαντο ἐν ἐμοί, ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα. καί μοι τοῦτο παρασχέσθω ἡ ἀκοή, μὴ λίαν ἀκριβολογεῖσθαι πρὸς τὴν τῆς λέξεως σύνταξιν ἀλλὰ πρὸς τὸν εἱρμὸν τοῦ νοήματος βλέπειν. εἰ δέ τι μὴ ἀκριβῶς συνηρτημένον ἐστὶν ἐκ τῆς συμφράσεως, τῇ ἀσθενείᾳ λογισάσθω τῶν τὴν Ἑβραίων γλῶτταν μεταβαλόντων εἰς τὴν Ἑλλάδα φωνήν· οἷς γὰρ ἐν ἐπιμελείᾳ γέγονε παιδευθῆναι τὴν Ἑβραίων διάλεκτον, οὐδὲν εὑρίσκεται τοιοῦτον, οἷον δοκεῖν ἀσυναρτήτως ἔχειν. ὁ δὲ σχηματισμὸς 6.54 τῆς ἡμετέρας γλώττης μὴ συμβαίνων τῷ σχήματι τῆς Ἑβραϊκῆς εὐγλωττίας σύγχυσίν τινα ποιεῖ τοῖς ἐπιπολαιότε ρον ἀκολουθοῦσι τῇ σημασίᾳ τῆς λέξεως. ἡ μὲν οὖν διάνοια τῶν προκειμένων ῥημάτων αὕτη ἐστίν, ὅσον ἡμεῖς κατειλήφα μεν, ὅτι· γέγονε τὸ κατ' ἀρχὰς ὁ ἄνθρωπος οὐδενὸς τῶν θείων ἀγαθῶν ἐνδεής, ᾧ ἔργον ἦν φυλάξαι μόνον τὰ ἀγαθά, οὐχὶ κτήσασθαι. ἡ δὲ τῶν ἐχθρῶν ἐπιβουλὴ γυμνὸν αὐτὸν τῶν προσόντων ἐποίησε μὴ φυλάξαντα τὴν δοθεῖσαν αὐτῷ φύσει παρὰ τῷ θεῷ εὐκληρίαν. αὕτη μὲν οὖν ἐστιν ἡ τῶν ῥημάτων διάνοια, ἡ δὲ διὰ τῶν αἰνιγματικῶν λόγων τοῦ νοήματος τούτου παράδοσις τοῦτον ἔχει τὸν τρόπον· Υἱοὶ μητρός μου, φησίν, ἐμαχέσαντο ἐν ἐμοί, ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν· ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα. πολλὰ δι' ὀλίγων δογματικῶς ἡμᾶς ἐκπαιδεύει ὁ λόγος. πρῶτον μὲν ὅπερ καὶ ὁ μέγας ἀποφαίνεται Παῦλος, ὅτι τὰ πάντα ἐκ τοῦ θεοῦ καὶ Εἷς θεὸς ὁ πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ οὐδὲν τῶν ὄντων ἐστὶν ὃ μὴ δι' ἐκείνου τε καὶ ἐξ ἐκείνου τὸ εἶναι ἔχει 6.55 (Πάντα γάρ, φησί, δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν· ἀλλ' ἐπειδὴ πάντα ἐποίησεν ὁ θεός, καλὰ λίαν ἐστί. πάντα γὰρ ἐν σοφίᾳ ἐποίησεν), ἔδωκε δὲ τῇ λογικῇ φύσει τὴν αὐτεξούσιον χάριν καὶ προσέθηκε δύναμιν εὑρετικὴν τῶν καταθυμίων, ὡς ἂν τὸ ἐφ' ἡμῖν χώραν ἔχοι καὶ μὴ κατηναγκασμένον εἴη τὸ ἀγαθὸν καὶ ἀκούσιον, ἀλλὰ κατόρ θωμα προαιρέσεως γένοιτο. τούτου δὲ τοῦ αὐτεξουσίου κινήματος αὐτοκρατορικῶς πρὸς τὸ δοκοῦν ἡμᾶς ἄγοντος ηὑρέθη τις ἐν τῇ φύσει τῶν ὄντων ὁ κακῶς τῇ ἐξουσίᾳ χρησάμενος καὶ κατὰ τὴν τοῦ ἀποστόλου φωνὴν κακῶν ἐφευρετὴς γενόμενος· ὃς τῷ μὲν ἐκ θεοῦ καὶ αὐτὸς εἶναι ἀδελφός ἐστιν ἡμέτερος, τῷ δὲ τῆς τοῦ ἀγαθοῦ μετουσίας ἑκουσίως ἀπορρυῆναι τὴν τῶν κακῶν εἴσοδον καινοτομήσας καὶ πατὴρ ψεύδους γενόμενος εἰς πολεμίου τάξιν ἑαυτὸν κατέστησε πᾶσιν, οἷς ὁ σκοπὸς τῆς προαιρέσεως πρὸς τὸ κρεῖττον βλέπει. διὰ τούτου τοίνυν καὶ τοῖς λοιποῖς τῆς τῶν ἀγαθῶν ἀποπτώσεως τῆς ἀφορμῆς ἐγγενομένης (ὃ δὴ καὶ τῇ φύσει τῶν ἀνθρώπων ἐγένετο) καλῶς ἡ ποτὲ μὲν μέλαινα, 6.56 νῦν δὲ καλὴ τὴν αἰτίαν τῆς ζοφώδους ὄψεως εἰς τοὺς τοιούτους τῆς μητρὸς υἱοὺς ἀνατίθησι παιδεύουσα διὰ τῶν λεγομένων ἡμᾶς, ὅτι μία μὲν πᾶσίν ἐστι τοῖς οὖσιν οἷόν τις μήτηρ ἡ τῶν ὄντων αἰτία. καὶ διὰ τοῦτο ἀδελφὰ πάντα ἐστὶν ἀλλήλων τὰ ἐν τοῖς οὖσι νοούμενα. ἡ δὲ τῆς προαιρέσεως διαφορὰ πρὸς τὸ φίλιόν τε καὶ πολέμιον τὴν φύσιν διέσχισεν· οἱ γὰρ ἀφεστῶτες τῆς πρὸς τὸ ἀγαθὸν σχέσεως καὶ διὰ τῆς τοῦ κρείττονος ἀποστάσεως τὸ κακὸν ὑποστήσαντες (οὐδὲ γάρ ἐστιν ἄλλη τις κακοῦ