19
γενόμενος. οὐκοῦν ταῦτα λεγόντων ἔστιν ἀκούειν τῶν φίλων ὅτι σύ, ὦ ψυχή, ἡ ἐκ μελαίνης γενομένη καλή, εἴ σοι μέλει τοῦ διαιωνίζειν σοι τῆς εὐμορφίας 6.67 τὴν χάριν, μὴ τοῖς ἴχνεσιν ἐπιπλανῶ τῶν προωδευκότων τὸν βίον· ἄδηλον γὰρ εἰ μὴ τρίβος ἐρίφων ἐστὶ τὸ φαινόμενον, ᾗ σὺ κατόπιν ἀκολουθοῦσα διὰ τὸ μὴ φαίνεσθαί σοι τοὺς διὰ τῶν ἰχνῶν τὴν ἀτραπὸν τρίψαντας, ἐπειδὰν παρέλθῃς τὸν βίον καὶ κατακλεισθῇς ἐν τῇ τοῦ θανάτου μάνδρᾳ, μήποτε προστεθῇς τῇ τῶν ἐρίφων ἀγέλῃ, οἷς ἀγνοοῦσα διὰ τῶν ἰχνῶν τοῦ βίου κατόπιν ἐπηκολούθησας. Ἐὰν γὰρ μὴ γνῷς σεαυτήν, φησίν, ἡ καλὴ ἐν γυναιξίν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων καὶ ποίμαινε τὰς ἐρίφους ἐπὶ σκηνώμασι τῶν ποιμνίων. ὅπερ δι' ἑτέρου τινὸς ἀντιγρά φου σαφέστερόν ἐστι κατανοῆσαι, ὡς μηδὲ τὴν σύνταξιν τῶν ῥημάτων δοκεῖν ἀσυναρτήτως ἔχειν. φησὶ γὰρ ὅτι Ἐὰν μὴ γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναιξίν, ἐξῆλθες ἐκ τῶν πτερνῶν τοῦ ποιμνίου καὶ ποιμαίνεις ἐρίφους ἀντὶ σκηνω μάτων ποιμνίων· ὥστε δι' ἀκριβείας συμβαίνειν τὴν ἐν τοῖς ῥήμασι τούτοις ἐμφαινομένην διάνοιαν τῇ προαποδοθείσῃ θεωρίᾳ τοῦ λόγου. οὐκοῦν ἵνα μὴ ταῦτα πάθῃς, πρόσεχε σεαυτῇ, φησὶν ὁ λόγος· τοῦτο γάρ ἐστι τὸ ἀσφαλὲς τῶν 6.68 ἀγαθῶν φυλακτήριον· γνῶθι πόσον ὑπὲρ τὴν λοιπὴν κτίσιν παρὰ τοῦ πεποιηκότος τετίμησαι. οὐκ οὐρανὸς γέγονεν εἰκὼν τοῦ θεοῦ, οὐ σελήνη, οὐχ ἥλιος, οὐ τὸ ἀστρῷον κάλλος, οὐκ ἄλλο τι τῶν κατὰ τὴν κτίσιν φαινομένων οὐδέν. μόνη σὺ γέγονας τῆς ὑπερεχούσης πάντα νοῦν φύσεως ἀπεικόνισμα, τοῦ ἀφθάρτου κάλλους ὁμοίωμα, τῆς ἀληθινῆς θεότητος ἀποτύπωμα, τῆς μακαρίας ζωῆς δοχεῖον, τοῦ ἀληθινοῦ φωτὸς ἐκμαγεῖον, πρὸς ὃ βλέπουσα ἐκεῖνο γίνῃ, ὅπερ ἐκεῖνός ἐστι, μιμουμένη τὸν ἐν σοὶ λάμποντα διὰ τῆς ἀντιλαμπούσης αὐγῆς ἐκ τῆς σῆς καθαρότητος. οὐδὲν οὕτω τῶν ὄντων μέγα, ὡς τῷ σῷ μεγέθει παραμετρεῖσθαι. ὁ οὐρανὸς ὅλος τῇ τοῦ θεοῦ σπιθαμῇ περιλαμβάνεται, γῆ δὲ καὶ θάλασσα τῇ δρακὶ τῆς χειρὸς αὐτοῦ περιείργεται. ἀλλ' ὅμως ὁ τοσοῦτος, ὁ τοιοῦτος, ὁ πᾶσαν τῇ παλάμῃ περισφίγγων τὴν κτίσιν, ὅλος σοὶ χωρητὸς γίνεται καὶ ἐν σοὶ κατοικεῖ καὶ οὐ στενοχω ρεῖται τῇ σῇ φύσει ἐνδιοδεύων ὁ εἰπὼν Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. ἐὰν ταῦτα βλέπῃς, εἰς οὐδὲν τῶν περιγείων τὸν ὀφθαλμὸν ἀσχολήσεις. τί τοῦτο λέγω; ἀλλ' οὐδὲ ὁ οὐρανός σοι θαυμαστὸς νομισθήσεται. πῶς γὰρ θαυμάσεις 6.69 τοὺς οὐρανούς, ὦ ἄνθρωπε, σεαυτὸν βλέπων τῶν οὐρανῶν μονιμώτερον; οἱ μὲν γὰρ παρέρχονται, σὺ δὲ τῷ ἀεὶ ὄντι συνδιαμένεις πρὸς τὸ ἀΐδιον. οὐ θαυμάσεις πλάτη γῆς οὐδὲ πελάγη πρὸς ἄπειρον ἐκτεινόμενα, ὧν ἐπιστατεῖν ἐτάχθης ὥσπερ τινὸς ξυνωρίδος πώλων ἡνίοχος εὐπειθῆ πρὸς τὸ δοκοῦν ἔχων τὰ στοιχεῖα ταῦτα καὶ ὑπεξούσια· ἥ τε γὰρ γῆ σοι πρὸς τὰς τοῦ βίου χρείας ὑπηρετεῖται καὶ ἡ θάλασσα καθάπερ τις πῶλος εὐήνιος ὑπέχει σοι τὰ νῶτα καὶ ἐπιβάτην ἑαυτῆς τὸν ἄνθρωπον δέχεται. Ἐὰν οὖν γνῷς σεαυτήν, ἡ καλὴ ἐν γυναιξίν, παντὸς τοῦ κόσμου ὑπερφρονή σεις καὶ πρὸς τὸ ἄϋλον ἀγαθὸν διὰ παντὸς ὁρῶσα περιόψῃ τῶν κατὰ τὸν βίον τοῦτον ἰχνῶν τὴν πλάνην. οὐκοῦν ἀεὶ πρόσεχε σεαυτῇ, καὶ οὐ μὴ πλανηθήσῃ περὶ τὴν τῶν ἐρίφων ἀγέλην οὐδὲ ἔριφος ἀντὶ προβάτου ἐν τῷ καιρῷ τῆς κρίσεως ἐπιδειχθήσῃ οὐδὲ τῆς ἐκ δεξιῶν στάσεως ἀφορισθήσῃ, ἀλλ' ἀκούσῃ τῆς γλυκείας φωνῆς, ἥ φησι πρὸς τὰ ἐριοφόρα τε καὶ ἥμερα πρόβατα ὅτι ∆εῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ κατα βολῆς κόσμου. ἧς καὶ ἡμεῖς ἀξιωθείημεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.
6.70 Λόγος γʹ Τῇ ἵππῳ μου ἐν ἅρμασι Φαραὼ ὡμοίωσά σε, ἡ πλησίον μου.
Τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνος, τράχηλός σου ὡς ὁρμίσκοι;
Ὁμοιώματα χρυσίου ποιήσομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου. Ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ, νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ. Ἀπόδεσμος στακτῆς