20
ἀδελφιδός μου ἐμοί, ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται· Βότρυς τῆς κύπρου ἀδελφιδός μου ἐμοὶ ἐν ἀμπελῶσιν ἐν Γαδί. Ὅσα πρὸ τῆς παρούσης ἀναγνώσεως ἐν τοῖς προοιμίοις τοῦ Ἄισματος τῶν ᾀσμάτων ἡμῖν τεθεώρηται, ὁμοίως ἔχει τῇ γινομένῃ μετὰ τὴν νύκτα περὶ τὸν ὄρθρον αὐγῇ. οὔτε γὰρ ἐκείνη καθαρὸν φῶς, ἀλλὰ φωτός ἐστι προοίμιον· καὶ τὰ εἰρημένα τοιαῦτα, ὡς τὴν ἀνατολὴν μὲν ἡμῖν τοῦ ἀληθινοῦ καταμηνύειν φωτός, οὐ μὴν ἐν ἑαυτοῖς ἔχειν αὐτὸν τοῦ ἡλίου τὸν κύκλον τηλαυγῶς προφαινόμενον. ἐν ἐκείνοις μὲν γὰρ ἡ νύμφη φθέγγεται καὶ οἱ φίλοι καὶ αἱ νεάνιδες, νῦν δὲ αὐτοῦ τοῦ νυμφίου φωνὴ καθάπερ τις κύκλος ἡλιακὸς 6.71 ἀνατέλλει ἀποκρύπτων ταῖς τῶν ἀκτίνων αὐγαῖς πᾶσαν τῶν τε προφανέντων ἀστέρων καὶ τοῦ ὑπαυγάσαντος ὄρθρου τὴν λαμπηδόνα. κἀκεῖνα μὲν πάντα καθαρσίων τινῶν καὶ περιρραντηρίων δύναμιν ἔχει, δι' ὧν ἀφαγνισθεῖσαι αἱ ψυχαὶ πρὸς τὴν ὑποδοχὴν τῶν θείων παρασκευάζονται, ὁ δὲ νῦν λόγος αὐτῆς τῆς θεότητός ἐστι μετουσία αὐτοῦ τοῦ θεοῦ λόγου διὰ τῆς ἰδίας φωνῆς μεταδιδόντος τῷ ἀκούοντι τῆς ἀκηράτου δυνάμεως τὴν κοινωνίαν. καὶ ὥσπερ ἐπὶ τοῦ ὄρους Σινᾶ προπαρασκευασθεὶς τοῖς καθαρσίοις ὁ Ἰσραὴλ ἐν ἡμέραις δύο τῇ τρίτῃ κατὰ τὸν ὄρθρον ἀξιοῦται τῆς θεοφανείας οὐκέτι περὶ τὴν πλύσιν τῶν ἱματίων ἄσχολος ὤν, ἀλλ' αὐτὸν δεχόμενος ἐμφανῶς τὸν θεόν, οὗ χάριν τὸν τῆς ψυχῆς ῥύπον διὰ τῶν προλαβόντων καθαρσίων ἀπεπλύ νατο, οὕτω καὶ νῦν ἡ ἐν τοῖς φθάσασι λόγοις γεγενημένη τῶν προοιμίων τοῦ Ἄισματος τῶν Ἀισμάτων θεωρία κατὰ τὰς προλαβούσας δύο ἡμέρας τοσοῦτον ὠφέλησεν, ὅσον ἐκπλῦναι καὶ ἀποκλύσαι τοῦ ῥύπου τῆς σαρκὸς τὴν ἐν τοῖς λεγομένοις διάνοιαν. αὐτὸς δὲ ὁ θεὸς λόγος σήμερον, ἥτις ἐστὶ τρίτη μετὰ τὴν πρώτην τε καὶ δευτέραν, καθαρθεῖσιν ἐπιφανήσεται, οὐ γνόφῳ καὶ θυέλλῃ καὶ σάλπιγγος ἤχῳ 6.72 καὶ πυρὶ φοβερῷ ἐκ πυθμένος εἰς ἀκρώρειαν τοῦ ὄρους τὴν περιοχὴν διασμύχοντι φανερὰν καὶ ἐπίδηλον ἑαυτοῦ τὴν παρουσίαν ποιούμενος, ἀλλ' ἡδὺς καὶ εὐπρόσιτος ἐκ τοῦ φοβεροῦ εἴδους ἐκείνου πρὸς τὴν νυμφικὴν εὐφροσύνην μεθαρμοσάμενος. τῆς γὰρ νύμφης δεηθείσης μαθεῖν τοὺς τῆς ἀναπαύσεως τόπους, ἐν οἷς ὁ ἀγαθὸς ποιμὴν τὴν διατριβὴν ἔχει, ὥστε μή τι κατὰ ἄγνοιαν τῶν ἀβουλήτων παθεῖν, εἶτα τῶν φίλων τοῦ νυμφίου τὸ ἀσφαλὲς τῆς ἀληθείας κριτήριον ὑφηγησαμένων τὸ πρὸς ἑαυτὴν βλέπειν τὴν ψυχὴν καὶ ἑαυτὴν γινώσκειν (τὸ γὰρ ἑαυτὴν ἀγνοεῖν ἀρχὴν ἀπεφήναντο καὶ ἀκολουθίαν εἶναι τοῦ μηδὲ ἄλλο τι τῶν δεόντων εἰδέναι. πῶς γὰρ ἄν τις ἄλλο τι μάθοι ἑαυτὸν ἀγνοῶν;) ἐπὶ τούτοις ὡς ἱκανῶς ἤδη τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς κεκαθαρμένου ἐπανατέλλει τῇ ποθούσῃ ὁ λόγος προτροπὴν πρὸς τὸ τελειότερον ποιούμενος διὰ τῆς ἀποδοχῆς τῶν παρόντων· ὁ γὰρ ἐπὶ τοῖς κατορθώμασιν ἔπαινος σφοδροτέραν 6.73 τοῖς κατορθώσασι τὴν πρὸς τὸ κρεῖττον προθυμίαν ἐντίθησιν. Τίς οὖν ὁ παρὰ τοῦ ἀληθινοῦ λόγου γεγονὼς πρὸς τὴν παρθένον λόγος; Τῇ ἵππῳ μου, φησίν, ἐν ἅρμασι Φαραὼ ὡμοίωσά σε, ἡ πλησίον μου. ἀλλ' ἐπειδὴ οὐκ ἔστιν ἐκ τοῦ προχείρου τὴν τῶν εἰρημένων θεωρῆσαι διάνοιαν, ἐξετάσαι προσήκει δι' ἐπιμελείας καθὼς ἂν οἷόν τε ᾖ τὸ προκείμενον. ἄλλην δύναμιν τὴν ἀντιταχθεῖσαν τῇ ἵππῳ τοῦ Φαραὼ παρὰ τῆς ἱστορίας ἐμάθομεν, νεφέλην καὶ ῥάβδον καὶ βίαιον ἄνεμον καὶ πέλαγος διχῇ διαιρούμενον καὶ βυθὸν ἐν κόνει καὶ τὴν ἐκ κυμάτων τειχοποιΐαν καὶ ξηρὰν ἄβυσσον τὴν διὰ τοῦ μέσου τῶν ἐξ ὕδατος τειχῶν χερσωθεῖσαν, δι' ὧν ἁπάντων ἐγίνετο τοῖς Ἰσραηλίταις ἡ σωτηρία πανστρατιᾷ τοῦ Φαραὼ μετὰ τῶν ἵππων τε καὶ ἁρμάτων συγκαλυφθέντος τοῖς κύμασιν. οὐδεμιᾶς τοίνυν ἱππικῆς δυνάμεως ἀντιτα χθείσης τῷ Αἰγυπτίῳ στρατῷ ἄπορον ἂν εἴη μαθεῖν, ποίᾳ ἵππῳ τῇ διαφανείσῃ κατὰ τῶν Αἰγυπτίων ἁρμάτων ἡ νύμφη παρὰ τοῦ λόγου νῦν προσεικάζεται· Τῇ ἵππῳ γάρ μου, φησί, τῇ ἐν τοῖς ἅρμασι τοῦ Φαραὼ κατειργασμένῃ τὴν νίκην ὡμοίωσά σε, ἡ πλησίον μου. ἢ δῆλόν ἐστιν ὅτι ὥσπερ οὐκ ἔστι διὰ ναυμαχίας ἡττηθῆναί τινας μὴ ναυτικοῦ στρατοῦ τὴν ἐν ταῖς ναυσὶ τῶν ἐναντίων δύναμιν καταδύσαν τος, οὕτως