23
διαλλομένην καὶ ὑπερβαίνουσαν), ἔπειτα δὲ καὶ αὐτὸ τὸ πρωτότυπον τῶν ὅρμων ὄνομα, ὅθεν διὰ τὴν τοῦ σχήματος ὁμοιότητα ὁ περιδέραιος κόσμος ὁρμίσκος ὠνόμα σται, μεγάλων τινῶν ἐγκωμίων ὑπερβολὴν περιέχει, ὅταν ὁμοιωθῇ τοῖς ὁρμίσκοις ὁ τράχηλος. τίνα δέ ἐστι τὰ ἐγκώμια τὰ διὰ τούτων ἡμῖν ὑπὸ τοῦ λόγου δηλούμενα; ἡδύ τι καὶ σωτήριόν ἐστι τοῖς καταπλέουσιν ὁ λιμὴν καὶ τὸ μετὰ τὴν ἐν θαλάσσῃ κακοπάθειαν ὅρμον τινὰ καταλαβεῖν εὐδιάζοντα, ἐν ᾧ λήθην ποιησάμενοι τῶν ἐν θαλάσσῃ κακῶν ὅλοι τῆς ἀναπαύσεως γίνονται τοὺς μακροὺς πόνους δι' ἡσυχίας 6.81 παραμυθούμενοι. οὐκ ἔστιν αὐτοῖς οὐκέτι ναυαγίου φόβος οὔτε ἡ τῶν ὑφάλων ὑπόνοια οὔτε πειρατῶν κίνδυνος οὔτε πνευμάτων ταραχὴ οὔτε ἐκ βυθῶν ἀνοιδαίνει διὰ τῶν ἀνέμων ἡ θάλασσα, ἀλλὰ πάντων τῶν τοιούτων κινδύνων ἐκτὸς γίνονται οἱ χειμαζόμενοι τοῦ πελάγους ἐν τῷ ὅρμῳ γαληνιάζοντες. εἰ τοίνυν οὕτω τις τὴν ἑαυτοῦ ψυχὴν καταστήσειεν, ὡς αὐτήν τε γαλήνην ἔχειν ἐν ἀκύμονι τῇ ἡσυχίᾳ μηδὲν παρακινουμένην ἐκ τῶν πνευμάτων τῆς πονηρίας μήτε δι' ὑπερηφανίας οἰδαίνουσαν μήτε τοῖς τοῦ θυμοῦ κύμασιν ἐξαφρίζουσαν μήτε κατ' ἄλλο τι πάθος κλυδωνιζομένην καὶ περιφερομένην παντὶ ἀνέμῳ τῷ τὰ ποικίλα κύματα τῶν παθημάτων ἐγείροντι, εἰ τοίνυν αὐτή τε οὕτως ἔχοι καὶ τοὺς ἐν τῷ πελάγει τοῦ βίου χειμαζομένους ἐν ταῖς παντοδαπαῖς τῶν κακῶν τρικυμίαις ἐν ἑαυτῇ καταστέλλοι λείαν αὐτοῖς καὶ ἀκύμαντον τὴν δι' ἀρετῆς ζωὴν ὑφαπλώσασα, ὥστε τοὺς ἐν αὐτῇ γεγονότας ἐκτὸς γενέσθαι τῶν ἐκ ναυαγίου κακῶν, καλῶς ὑπὸ τοῦ λόγου τοῖς ὁρμίσκοις ὁμοιοῦται τῆς πληθυντικῆς σημασίας τὴν ἐν ἑκάστῳ εἴδει τῆς ἀρετῆς τελειότητα σημαινούσης· εἰ γὰρ ἦν ἑνὶ μόνῳ προσεικασμένη ὁρμίσκῳ, ἀτελὴς ἂν πάντως ὁ ἔπαινος ἦν ὡς οὐ τὴν αὐτὴν 6.82 καὶ ἐπὶ τῶν λοιπῶν ἀρετῶν μαρτυρίαν ἔχων· νῦν δὲ πασῶν συλλαμβάνει τῷ λόγῳ τῶν ἀρετῶν τὴν μαρτυρίαν ἡ πρὸς τὸ πλῆθος τῶν ὁρμίσκων ὁμοίωσις. καὶ τοῦτο συμβουλή τίς ἐστι παρὰ τοῦ λόγου τῷ κοινῷ τῆς ἐκκλησίας προσαγομένη τὸ μὴ δεῖν ἡμᾶς πρὸς ἕν τι τῶν ἀγαθῶν βλέποντας ἀμελῶς περὶ τὰ λοιπὰ τῶν κατορθωμάτων ἔχειν, ἀλλ' εἴ σοι γέγονεν ὅρμος ἡ σωφροσύνη καθάπερ τισὶ μαργαρίταις τῷ καθαρῷ βίῳ λαμπρύνων τὸν τράχηλον, ἔστω σοι καὶ ἕτερος ὅρμος ὁ τοὺς τιμίους λίθους τῶν ἐντολῶν ἐν ἑαυτῷ περιείργων <ζῆλος> καὶ δι' ἑαυτοῦ τῆς δέρης πλεονάζων τὸ κάλλος, ἔστω σοι καὶ ἄλλος κόσμος περιαυχένιος ἡ εὐσεβής τε καὶ ὑγιαίνουσα πίστις κύκλῳ τὸν τῆς ψυχῆς αὐχένα διαλαμβάνουσα. οὗτός ἐστιν ὁ κλοιὸς ὁ χρύσεος ὁ ἐκ τοῦ ἀκηράτου τῆς θεογνω σίας χρυσίου τῷ τραχήλῳ περιλαμπόμενος, περὶ οὗ φησιν ἡ Παροιμία ὅτι Στέφανον χαρίτων δέξῃ σῇ κορυφῇ καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ. Ἡ μὲν οὖν διὰ τῶν ὁρμίσκων συμβουλὴ τοιαύτη, καιρὸς δ' ἂν εἴη καὶ τὸν ἐφεξῆς λόγον προσθεῖναι τῇ θεωρίᾳ, ὃν οἱ φίλοι τοῦ νυμφίου πρὸς τὴν παρθένον πεποίηνται. 6.83 ἔστι δὲ ἡ λέξις αὕτη· Ὁμοιώματα χρυσίου ποιήσομέν σοι μετὰ στιγμάτων τοῦ ἀργυρίου, ἕως οὗ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτοῦ. τούτων δὲ τῷ μὲν πρὸς τὸν εἱρμὸν βλέποντι τῆς προαποδοθείσης ἡμῖν θεωρίας δοκεῖ πως ἡ διάνοια συνηρ τῆσθαι καὶ τὸ ἀκόλουθον ἔχειν, ἡ δὲ λέξις ἐμβαθύνουσα ταῖς τροπικαῖς σημασίαις δυσκατανόητον ποιεῖ τὸ διὰ τῶν αἰνιγμάτων δηλούμενον. ἐπειδὴ γὰρ τὸ τῆς ψυχῆς κάλλος τῇ ἵππῳ τῇ καθαιρετικῇ τῶν Αἰγυπτίων ἁρμάτων ἀφωμοιώθη (τουτέστι τῇ ἀγγελικῇ στρατιᾷ), τῇ δὲ ἵππῳ ἐκείνῃ φησὶν ὁ καλὸς ἐπιβάτης χαλινὸν μὲν εἶναι τὴν καθαρότητα, ἣν διὰ τοῦ ὁμοιῶσαι τὰς σιαγόνας ταῖς τῆς τρυγόνος ἐσήμανε, κόσμον δὲ περιαυχένιον τοὺς ποικίλους ὅρμους τοὺς διὰ τῶν ἀρετῶν περιστίλβοντας, βούλονταί τινα καὶ οἱ φίλοι προσθήκην τῷ κάλλει τῆς ἵππου ποιήσασθαι ἐξ ὁμοιωμάτων χρυσίου κατακοσμοῦντες τὰ φάλαρα, οἷς ἐνστίζουσι καὶ τοῦ ἀργυρίου τὴν καθαρότητα, ὡς ἂν μᾶλλον διαλάμποι τὸ κάλλος τοῦ προκοσμήματος τῆς αὐγῆς τοῦ ἀργυρίου πρὸς τὴν λαμπηδόνα τοῦ χρυσίου συγκιρναμένης. ἀναγκαῖον δ' ἂν εἴη τὰς τροπικὰς 6.84 ἐμφάσεις καταλιπόντας τῆς ὠφελούσης ἡμᾶς διανοίας μὴ