1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

26

ἀρχέτυπον κάλλος ἀναλογί σασθαι. οὕτω καὶ Παῦλος, ἡ νύμφη, ὁ διὰ τῶν ἀρετῶν τὸν νυμφίον μιμούμενος καὶ ζωγραφῶν ἐν ἑαυτῷ διὰ τοῦ εὐώδους τὸ ἀπρόσιτον κάλλος ἔκ τε τῶν καρπῶν τοῦ πνεύματος, ἀγάπης τε καὶ χαρᾶς καὶ εἰρήνης καὶ τῶν τοιούτων εἰδῶν, μυρεψῶν ταύτην τὴν νάρδον Χριστοῦ εὐωδίαν ἑαυτὸν ἔλεγεν εἶναι τὴν ἀπρόσιτον ἐκείνην καὶ ὑπερέχουσαν χάριν ἐν ἑαυτῷ ὀσφραινόμενος καὶ τοῖς ἄλλοις παρέχων ἑαυτὸν ὥσπερ τι θυμίαμα κατ' ἐξουσίαν ἀντιλαμβάνεσθαι, οἷς κατὰ τὴν προσοῦσαν ἑκάστῳ διάθεσιν ἢ ζωοποιὸς ἐγίνετο ἢ θανατηφόρος ἡ εὔπνοια· ὡς γὰρ τὸ αὐτὸ μύρον, εἰ κανθάρῳ καὶ περιστερᾷ προστεθείη, οὐ ταὐτὸν ἐφ' ἑκατέρων ἐργάζεται, ἀλλ' ἡ μὲν περιστερὰ ῥωμαλεωτέρα διὰ τῆς εὐπνοίας τοῦ μύρου γίνεται, ὁ δὲ κάνθαρος φθείρεται, οὕτω καὶ ὁ μέγας Παῦλος, τὸ θεῖον ἐκεῖνο θυμίαμα, εἰ μέν τις ἦν περιστερὰ κατὰ Τίτον ἢ Σιλουανὸν ἢ Τιμόθεον, συμμετεῖχεν αὐτῷ 6.92 τῆς εὐωδίας τοῦ μύρου προκόπτων ἐν παντὶ καλῷ τοῖς κατ' αὐτὸν ὑποδείγμασιν, εἰ δὲ ∆ημᾶς τις ἦν ἢ Ἀλέξανδρος ἢ Ἑρμογένης, οὐ φέροντες τὸ τῆς ἐγκρατείας θυμίαμα κανθάρων δίκην ὑπὸ τῆς εὐωδίας ἐφυγαδεύοντο. οὗ χάριν ἔλεγεν ὁ τοῖς τοιούτοις εὐπνοῶν μύροις ὅτι Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν. εἰ δέ τι συγγενὲς καὶ ἡ εὐαγγελικὴ νάρδος ἔχει πρὸς τὸ μύρον τῆς νύμφης, ἔξεστι τῷ βουλομένῳ διὰ τῶν γεγραμ μένων ἀναλογίσασθαι, τίς ἦν ἐκείνη ἡ νάρδος ἡ πιστική, ἡ πολύτιμος, ἡ καταχεθεῖσα μὲν τῆς κεφαλῆς τοῦ κυρίου, πάντα δὲ τὸν οἶκον τῆς εὐωδίας πληρώσασα· τάχα γὰρ οὐκ ἀπεξένωται τοῦ μύρου τὸ μύρον, ὃ τῇ νύμφῃ μὲν τὴν ὀσμὴν τοῦ νυμφίου δίδωσιν, ἐν δὲ τῷ εὐαγγελίῳ αὐτοῦ καταχεθὲν τοῦ κυρίου πληροῖ τῆς εὐωδίας τὸν οἶκον, ἐν ᾧ τὸ συμπόσιον ἦν. δοκεῖ γάρ μοι κἀκεῖ προφητικῷ τινι πνεύματι προμηνῦσαι διὰ τοῦ μύρου ἡ γυνὴ τὸ τοῦ θανάτου μυστήριον, καθὼς μαρτυρεῖ τοῖς παρ' αὐτῆς γεγενημένοις ὁ κύριος λέγων ὅτι Προέλαβεν εἰς τὸ ἐνταφιάσαι με. καὶ τὸν οἶκον τὸν πληρωθέντα τῆς εὐωδίας ἀντὶ παντὸς τοῦ κόσμου καὶ ὅλης τῆς οἰκουμένης νοεῖν ὑποτίθεται εἰπὼν ὅτι 6.93 Ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, ἡ ὀσμὴ τοῦ μύρου συνδιαδοθήσεται τῷ τοῦ εὐαγγελίου κηρύγματι καὶ μνημόσυνον ἔσται, φησί, ταύτης τὸ εὐαγγέλιον. οὐκοῦν ἐπειδὴ ἐν μὲν τῷ Ἄισματι τῶν ᾀσμάτων ἡ νάρδος τὴν ὀσμὴν τοῦ νυμφίου τῇ νύμφῃ δίδωσιν, ἐν δὲ τῷ εὐαγγελίῳ ὅλου τοῦ σώματος τῆς ἐκκλησίας ἐν πάσῃ τῇ οἰκουμένῃ καὶ ἐν παντὶ τῷ κόσμῳ χρῖσμα ἡ εὐωδία γίνεται ἡ τότε τὸν οἶκον πληρώσασα, τάχα τις εὑρίσκεται κοινωνία διὰ τούτων ἐν ἀμφοτέροις, ὡς ἓν τὰ δύο δοκεῖν. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. ἡ δὲ ἐφεξῆς ῥῆσις καταλλήλως μὲν τῇ τοῦ ἐπιθαλαμίου δράματος ὑποθέσει ὡς παρὰ τῆς ἐν παστάδι παρεσκευασμένης ἔχειν δοκεῖ, μείζονα δὲ καὶ τελειοτέραν ἐμφαίνει φιλοσοφίαν, ἣν κατορθῶσαι μόνων τῶν ἤδη τετελειωμένων ἐστίν. τί οὖν ἐστι τὸ εἰρημένον; Ἀπόδεσμος στακτῆς ἀδελφιδός μου ἐμοί· ἀνὰ μέσον τῶν μαστῶν μου αὐλισθήσεται· φασὶν ἐπιμέλειαν εἶναι ταῖς φιλοκόσμοις τῶν γυναικῶν μὴ τοῖς ἔξωθεν προκοσμήμασι μόνον ἐπινοεῖν ἑαυταῖς τὸ ἐπὶ τῶν συμβιούντων ἐράσμιον, 6.94 ἀλλ' ἐπιτηδεύειν διά τινος εὐπνοίας ἡδίω τὰ σώματα τοῖς ἑαυτῶν ἀνδράσι φαίνεσθαι τὸ καταλλήλως ἐνεργοῦν πρὸς τὴν τοιαύτην χρείαν ἄρωμα ἐντὸς τῆς κατὰ τὴν ἐσθῆτα περιβολῆς ἀποκρύπτουσαι· οὗ τὸν οἰκεῖον ἀτμὸν ἐκδιδόντος καὶ τὸ σῶμα τῇ τοῦ ἀρώματος εὐπνοίᾳ συγκαταχρώννυται. ταύτης δὲ οὔσης ἐν αὐταῖς τῆς συνηθείας οἷον τολμᾷ ἡ μεγαλόφρων αὕτη παρθένος. ἐμοί, φησίν, ἀπόδεσμος, ὃν ἐξαρτῶ τοῦ αὐχένος ἐπὶ τὸ στῆθος, δι' οὗ τὴν εὐοσμίαν παρέχω τῷ σώματι, οὐκ ἄλλο τι τῶν εὐπνοούντων ἀρωμάτων ἐστίν, ἀλλ' αὐτὸς ὁ κύριος στακτὴ γενόμενος ἔγκειται ἐν τῷ ἀποδέσμῳ τῆς συνειδήσεως, αὐτῇ μου τῇ καρδίᾳ ἐναυλιζόμενος. ἡ γὰρ τοπικὴ τῆς καρδίας θέσις ἐν τῷ μέσῳ τῶν μαζῶν παρὰ τῶν τὰ τοιαῦτα ἐπεσκεμμένων εἶναι λέγεται. ἐκεῖ δέ φησιν ἡ νύμφη ἔχειν τὸν ἀπόδεσμον, ἐν ᾧ τόπῳ τὸ ἀγαθὸν θησαυρίζεται. ἀλλὰ καὶ