1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

27

πηγήν τινα τοῦ ἐν ἡμῖν θερμοῦ τὴν καρδίαν φασίν, ἀφ' ἧς διὰ τῶν ἀρτηριῶν ἐφ' ἅπαν ἡ θερμότης τὸ σῶμα καταμερίζεται, δι' ἧς ἔνθερμά τε καὶ ζωτικὰ τὰ μέλη τοῦ σώματος γίνεται τῷ πυρὶ τῆς καρδίας ὑποθαλπόμενα, ἡ τοίνυν ἐν τῷ ἡγεμονικῷ παραδεξαμένη τοῦ κυρίου τὴν εὐωδίαν καὶ τὴν καρδίαν ἑαυτῆς ἔνδεσμον τοῦ τοιούτου ποιήσασα θυμιάματος πάντα τὰ καθ' ἕκαστον τοῦ βίου ἐπιτηδεύματα οἷόν τινος σώματος μέλη ζέειν 6.95 παρασκευάζει τῷ ἐκ τῆς καρδίας διήκοντι πνεύματι μηδεμιᾶς ἀνομίας τὴν πρὸς τὸν θεὸν ἀγάπην ἐν μηδενὶ μέλει τοῦ σώμα τος καταψυχούσης. Ἀλλ' ἐπὶ τὸν ἐφεξῆς λόγον μετέλθωμεν. ἀκούσωμεν, τί ἡ ἄμπελος ἡ εὐθηνοῦσα περὶ τῶν καρπῶν ἑαυτῆς διαλέγεται ἡ ἐν πᾶσι τοῖς κλίτεσι τῆς τοῦ θεοῦ οἰκίας, καθώς φησιν ὁ προφήτης, διηπλωμένη καὶ διὰ τῶν τῆς ἀγάπης ἑλίκων περιελισσομένη τῇ θείᾳ τε καὶ ἀκηράτῳ ζωῇ. Βότρυς, φησί, τῆς κύπρου ἀδελφιδός μου ἐμοὶ ἐν ἀμπελῶνι ἐν Γαδί. τίς οὕτω μακάριος, μᾶλλον δὲ τίς οὕτω κρείττων πάσης μακα ριότητος, ὥστε τὸν ἴδιον καρπὸν βλέπων ἐν αὐτῷ τῷ βότρυϊ τῆς ἑαυτοῦ ψυχῆς ὁρᾶν τὸν τοῦ ἀμπελῶνος δεσπότην; ἰδοὺ γὰρ ὅσον ηὐξήθη ἐν τῇ ἰδίᾳ νάρδῳ τοῦ νυμφίου ἐπιγνοῦσα τὴν εὔπνοιαν· ἡ στακτὴν αὐτὸν εὐώδη ποιησαμένη καὶ διαλαβοῦσα τῷ τῆς καρδίας ἐνδέσμῳ τὸ ἄρωμα, ὡς ἂν παραμένοι αὐτῇ τὸ ἀγαθὸν διὰ παντὸς ἀδιάπνευστον, μήτηρ τοῦ θείου βότρυος γίνεται τοῦ πρὸ μὲν τοῦ πάθους κυπρίζον τος, ὅπερ ἐστὶν ἀνθοῦντος, ἐν δὲ τῷ πάθει τὸν οἶνον προχέον τος. ὁ γὰρ τὴν καρδίαν ἡμῶν εὐφραίνων οἶνος αἷμα σταφυλῆς 6.96 μετὰ τὴν τοῦ πάθους οἰκονομίαν γίνεταί τε καὶ ὀνομάζεται. διπλῆς οὖν οὔσης ἐν τῷ βότρυϊ τῆς ἀπολαύσεως, τῆς μὲν ἐκ τοῦ ἄνθους, ὅταν εὐφραίνῃ τῇ εὐοσμίᾳ τὰ αἰσθητήρια, τῆς δὲ διὰ τοῦ τελειωθέντος ἤδη καρποῦ, ὅταν ὑπάρχῃ κατ' ἐξου σίαν ἢ τῆς βρώσεως κατατρυφᾶν ἢ ἐν συμποσίοις τῷ οἴνῳ φαιδρύνεσθαι ἐνταῦθα ἡ νύμφη ἔτι τὸν ἀνθοῦντα βότρυν καρποφορεῖ κύπρον τὴν οἰνάνθην κατονομάζουσα· τὸ γὰρ γεννηθὲν <ἐν> ἡμῖν παιδίον, ὁ Ἰησοῦς ὁ ἐν τοῖς δεξαμένοις αὐτὸν διαφόρως προκόπτων σοφίᾳ τε καὶ ἡλικίᾳ καὶ χάριτι οὐκ ἐν πᾶσιν ὁ αὐτός ἐστιν, ἀλλὰ πρὸς τὸ μέτρον τοῦ ἐν ᾧ γίνεται, καθὼς ἂν ὁ χωρῶν αὐτὸν ἱκανῶς ἔχῃ, τοιοῦτος φαίνεται ἢ νηπιάζων ἢ προκόπτων ἢ τελειούμενος κατὰ τὴν τοῦ βότρυος φύσιν, ὃς οὐ πάντοτε μετὰ τοῦ αὐτοῦ εἴδους ἐπὶ τῆς ἀμπέλου ὁρᾶται, ἀλλὰ συνεξαλλάσσει τῷ χρόνῳ τὸ εἶδος, ἀνθῶν, κυπρίζων, τελειούμενος, πεπαινό μενος, οἶνος γενόμενος. ἐπαγγέλλεται τοίνυν ἡ ἄμπελος τῷ ἰδίῳ καρπῷ, ὃς οὔπω μέν ἐστι πρὸς οἶνον ὥριμος, ἀλλ' 6.97 ἀναμένει τὸ πλήρωμα τῶν καιρῶν, οὐ μὴν ὡς εἰς τρυφὴν ἀναπόλαυστος· τὴν ὄσφρησιν γὰρ εὐφραίνει ἀντὶ τῆς γεύσεως τῇ προσδοκίᾳ τῶν ἀγαθῶν τοῖς ἀτμοῖς τῆς ἐλπίδος ἡδύνων τὰ τῆς ψυχῆς αἰσθητήρια· τὸ γὰρ πιστόν τε καὶ ἀναμφίβολον τῆς ἐλπιζομένης χάριτος ἀπόλαυσις τοῖς δι' ὑπομονῆς ἀπεκδεχομένοις τὸ προσδοκώμενον γίνεται. οὗτος οὖν ὁ τῆς κύπρου βότρυς ἐστί, βότρυς οἶνον ἐπαγγελλόμενος, οὔπω δὲ οἶνος γινόμενος, ἀλλὰ διὰ τοῦ ἄνθους (ἡ δὲ ἐλπὶς τὸ ἄνθος ἐστί) τὴν ἐσομένην χάριν πιστούμενος. ἡ δὲ τοῦ <ἐν> Γαδὶ προσθήκη σημαίνει τὸν πίονα χῶρον, ᾧ ἐνριζωθεῖσα ἡ ἄμπελος εὔτροφον καὶ ἡδὺν τὸν καρπὸν ἀπεργάζεται· οὕτω γὰρ οἱ τοπικῶς ἱστορήσαντες λέγουσι τὸν κλῆρον τοῦ Γὰδ ἐπιτηδείως ἔχειν πρὸς εὐτροφίαν βοτρύων. ἐπειδὴ τοίνυν ὁ τῷ νόμῳ τοῦ κυρίου σύμφωνον ἔχων τὸ θέλημα καὶ διὰ πάσης νυκτός τε καὶ ἡμέρας ταύτην τὴν μελέτην ποιούμενος ἀειθαλὲς γίνεται δένδρον ταῖς τῶν ὑδάτων ἐπιρροαῖς πιαινόμενος καὶ ἐν τῷ καθήκοντι καιρῷ τὸν καρπὸν παρεχόμενος, τούτου χάριν καὶ ἡ τοῦ νυμφίου ἄμπελος ἐν τῷ 6.98 Γαδί, τῷ πίονι τούτῳ τόπῳ ἐρριζωμένη (τουτέστιν ἐν βαθείᾳ τῇ διανοίᾳ τῇ διὰ τῶν θείων διδαγμάτων καταρδομένῃ) καὶ αὔξουσα τὸν εὐανθῆ τοῦτον καὶ κυπρίζοντα βότρυν ἐκαρποφόρησεν, ᾧ τὸν γεωργόν τε καὶ φυτηκόμον ἑαυτῆς ἐνορᾷ. ὡς μακάριον τὸ τοιοῦτον γεώργιον, οὗ ὁ καρπὸς πρὸς τὴν τοῦ νυμφίου ὁμοιοῦται μορφήν. ἐπειδὴ γὰρ φῶς ἀληθινόν ἐστιν ἐκεῖνος καὶ ἀληθινὴ