1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

28

ζωὴ καὶ δικαιοσύνη ἀληθής, καθὼς ἡ Σοφία φησί, καὶ πάντα τὰ τοιαῦτα, ὅταν τις διὰ τῶν ἔργων ταῦτα γένηται, ἃ ἐκεῖνός ἐστιν, οὗτος τὸν τῆς ἰδίας συνειδήσεως βότρυν βλέπων αὐτὸν τὸν νυμφίον ἐν τούτῳ βλέπει τῇ φωτεινῇ τε καὶ ἀκηλιδώτῳ ζωῇ τὸ φῶς τῆς ἀληθείας ἐνοπτριζόμενος. διὰ τοῦτό φησιν ἡ ἄμπελος ἡ εὐθηνοῦσα, ὅτι ἐμὸς βότρυς ὁ διὰ τοῦ ἄνθους κυπρίζων αὐτὸς ἐκεῖνός ἐστιν ὁ ἀληθινὸς βότρυς, ὁ ἐπὶ τῶν ξυλίνων ἀναφορέων ἑαυτὸν δείξας, οὗ τὸ αἷμα τοῖς σῳζομένοις τε καὶ εὐφραινο 6.99 μένοις πότιμόν τε καὶ σωτήριον γίνεται, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Λόγος δʹ Ἰδοὺ εἶ καλή, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή· ὀφθαλμοί σου

περιστεραί. Ἰδοὺ εἶ καλός, ἀδελφιδός μου, καί γε ὡραῖος. πρὸς κλίνῃ ἡμῶν σύσκιος, ∆οκοὶ οἴκων ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι.

Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων. Ὡς κρίνον ἐν μέσῳ ἀκανθῶν,

οὕτως ἀδελφή μου ἀνὰ μέσον τῶν θυγατέρων. Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν· ὑπὸ τὴν σκιὰν αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα, καὶ ὁ καρπὸς αὐτοῦ γλυκὺς ἐν τῷ λάρυγγί μου. Εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου, τάξατε ἐπ' ἐμὲ ἀγάπην. Στηρίσατέ με ἐν μύροις στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ. Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου 6.100 καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ, ἐν δυνάμεσι καὶ ἐν ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ. Φασὶ τοὺς τὸ χρυσίον τεχνικῶς ἐκκαθαίροντας, εἰ διά τινος ῥυπαρωτέρας ὕλης κατ' ἐπιβουλὴν ἐμμιχθείσης ἀμαυρωθείη τῆς λαμπηδόνος τὸ κάλλος, τῇ διὰ τοῦ πυρὸς χωνείᾳ θερα πεύειν τὴν δύσχροιαν καὶ πολλάκις τοῦτο ποιεῖν καὶ καθ' ἑκάστην χωνείαν ἐπισκοπεῖν, ὅσον παρὰ τὴν προτέραν ἐν τοῖς ἐφεξῆς γέγονεν ὁ χρυσὸς εὐχροώτερος, καὶ μὴ πρότερον παύεσθαι τῷ πυρὶ τὴν ὕλην ἀποκαθαίροντας, ἕως ἂν αὐτὸ τοῦ χρυσίου τὸ εἶδος ἑαυτῷ μαρτυρήσῃ τὸ καθαρόν τε καὶ ἀκιβδήλευτον. τίνος δὲ χάριν τῆς παρούσης τῶν ἀνεγνω σμένων θεωρίας ἁπτόμενοι τούτων τὴν μνήμην ἐποιησάμεθα, δῆλον ὑμῖν ἐξ αὐτῆς ἤδη τῆς διανοίας τῶν γεγραμμένων γενήσεται. χρυσῖτις ἦν τὸ κατ' ἀρχὰς ἡ ἀνθρωπίνη φύσις καὶ λάμπουσα τῇ πρὸς τὸ ἀκήρατον ἀγαθὸν ὁμοιότητι, ἀλλὰ δύσχρους καὶ μέλαινα μετὰ τοῦτο τῇ ἐπιμιξίᾳ τῆς κακίας ἐγένετο, καθὼς ἐν τοῖς πρώτοις τοῦ Ἄισματος τῆς νύμφης ἠκούσαμεν ὅτι μέλαιναν αὐτὴν ἐποίησεν ἡ τῆς φυλακῆς τοῦ ἀμπελῶνος ὀλιγωρία· ἧς θεραπεύων τὴν δυσμορφίαν 6.101 ὁ πάντα ἐν σοφίᾳ τεχνιτεύων θεὸς οὐ καινόν τι κάλλος ἐπ' αὐτῆς μηχανᾶται ὃ μὴ πρότερον ἦν, ἀλλ' ἐπὶ τὴν πρώτην ἐπανάγει χάριν δι' ἀναλύσεως τὴν τῷ κακῷ μελανθεῖ σαν μεταχωνεύων πρὸς τὸ ἀκήρατον. ὥσπερ τοίνυν οἱ ἀκριβεῖς χρυσογνώμονες μετὰ τὴν πρώτην χωνείαν ἐπισκοποῦσιν, ὅσον ἐπέδωκεν εἰς κάλλος ἡ ὕλη τῷ πυρὶ τὸν ῥύπον ἐνδαπανή σασα, καὶ πάλιν δευτέρας γενομένης χωνείας, εἰ μὴ ἱκανῶς παρὰ τὴν πρώτην ἀπεκαθάρθη, τὸ προστεθὲν κάλλος ἐπι λογίζονται καὶ πολλάκις τὸ ἴσον ποιοῦντες ἀεὶ τὰς τοῦ κάλλους προσθήκας διὰ τῆς ἐπιστημονικῆς δοκιμασίας ἐπιγινώσκουσιν, οὕτω καὶ νῦν ὁ θεραπευτὴς τοῦ μελανθέντος χρυσίου καθάπερ τινὶ χώνῃ τὴν ψυχὴν λαμπρύνας διὰ τῶν προσαχθέντων αὐτῇ φαρμάκων ἐν μὲν τοῖς φθάσασιν ἵππου τινὸς εὐμορφίαν τῷ φαινομένῳ προσεμαρτύρησε, νῦν δὲ ὡς παρθένου λοιπὸν ἀποδέχεται τὸ ἀναφανὲν αὐτῆς κάλλος. φησὶ γὰρ Ἰδοὺ εἶ καλή, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή· ὀφθαλμοί σου περιστεραί. παιδεύει δὲ διὰ τῶν εἰρημένων ὁ λόγος ταύτην εἶναι τοῦ κάλλους τὴν ἐπανάληψιν τῷ προσεγγίσαι πάλιν τῷ ἀληθινῷ κάλλει, οὗ ἀπεφοίτησε· φησὶ γὰρ Ἰδοὺ εἶ καλή, ἡ πλησίον μου· 6.102 ὅπερ ἐστὶν ὅτι διὰ τοῦτο πρότερον οὐκ ἦσθα καλή, διότι τοῦ ἀρχετύπου κάλλους ἀποξενωθεῖσα τῇ πονηρᾷ γειτνιάσει τῆς κακίας