1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

29

πρὸς τὸ εἰδεχθὲς ἠλλοιώθης. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστι· δεκτικὴ τῶν κατὰ γνώμην ἡ ἀνθρωπίνη γέγονε φύσις καὶ πρὸς ὅπερ ἂν ἡ ῥοπὴ τῆς προαιρέσεως αὐτὴν ἄγῃ, κατ' ἐκεῖνο καὶ ἀλλοιοῦται· τοῦ τε γὰρ θυμοῦ παραδεξαμένη τὸ πάθος θυμώδης γίνεται καὶ τῆς ἐπιθυμίας ἐπικρατησάσης εἰς ἡδονὴν διαλύεται, πρὸς δειλίαν τε καὶ φόβον καὶ τὰ καθ' ἕκαστον πάθη τῆς ῥοπῆς γενομένης τὰς ἑκάστου τῶν παθῶν μορφὰς ὑποδύεται, ὥσπερ δὴ καὶ ἐκ 6.103 τοῦ ἐναντίου τὸ μακρόθυμον, τὸ καθαρόν, τὸ εἰρηνικόν, τὸ ἀόργητον, τὸ ἄλυπον, τὸ εὐθαρσές, τὸ ἀπτόητον, πάντα ταῦτα ἐν ἑαυτῇ δεξαμένη ἑκάστου τούτων ἐπισημαίνει τὸν χαρακτῆρα τῇ καταστάσει τῆς ψυχῆς ἐν ἀταραξίᾳ γαληνιάζουσα. συμβαίνει τοίνυν ἀμέσως πρὸς τὴν κακίαν τῆς ἀρετῆς διεστώσης μὴ δύνασθαι κατὰ ταὐτὸν ἀμφότερα τῷ ἑνὶ παραγίνεσθαι· ὁ γὰρ τοῦ σωφρονεῖν ἀποστὰς ἐν τῷ ἀκολάστῳ πάντως γίνεται βίῳ καὶ ὁ τὸν ἀκάθαρτον βδελυξά μενος βίον κατώρθωσεν ἐν τῇ ἀποστροφῇ τοῦ κακοῦ τὸ ἀμόλυντον. οὕτω καὶ τὰ ἄλλα πάντα· ὁ ταπεινοφρονῶν τῆς ὑπερηφανίας κεχώρισται καὶ ὁ διὰ τοῦ τύφου ἑαυτὸν ἐξογκώ σας τὴν ταπεινοφροσύνην ἀπώσατο. καὶ τί χρὴ τὰ καθ' ἕκαστον λέγοντα διατρίβειν, πῶς ἐπὶ τῶν ἀντικειμένων τῇ φύσει ἡ τοῦ ἑνὸς ἀπουσία θέσις καὶ ὕπαρξις τοῦ ἑτέρου γίνεται; οὕτω τοίνυν ἐχούσης ἡμῶν τῆς προαιρέσεως, ὡς κατ' ἐξουσίαν ἔχειν ὅπερ ἂν ἐθέλῃ τούτῳ συσχηματίζεσθαι, καλῶς φησι πρὸς τὴν ὡραϊσθεῖσαν ὁ λόγος, ὅτι ἀποστᾶσα μὲν τῆς τοῦ κακοῦ κοινωνίας ἐμοὶ προσήγγισας, πλησιάσασα 6.104 δὲ τῷ ἀρχετύπῳ κάλλει καὶ αὐτὴ καλὴ γέγονας οἷόν τι κάτοπτρον τῷ ἐμῷ χαρακτῆρι ἐμμορφωθεῖσα· κατόπτρῳ γὰρ ἔοικεν ὡς ἀληθῶς τὸ ἀνθρώπινον κατὰ τὰς τῶν προαι ρέσεων ἐμφάσεις μεταμορφούμενον· εἴ τε γὰρ πρὸς χρυσὸν ἴδοι, χρυσὸς φαίνεται καὶ τὰς ταύτης αὐγὰς τῆς ὕλης διὰ τῆς ἐμφάσεως δείκνυσιν, εἴ τέ τι τῶν εἰδεχθῶν ἐμφανείη, καὶ τούτου τὸ αἶσχος δι' ὁμοιώσεως ἀπομάσσεται βάτραχόν τινα ἢ φρῦνον ἢ σκολόπενδραν ἢ ἄλλο τι τῶν ἀηδῶν θεαμάτων τῷ οἰκείῳ εἴδει ὑποκρινόμενον, ᾧπερ ἂν τούτων εὑρεθῇ ἀντιπρόσωπον. ἐπειδὴ τοίνυν κατὰ νώτου τὴν κακίαν ποιησαμένη ἡ κεκαθαρμένη ὑπὸ τοῦ λόγου ψυχὴ τὸν ἡλιακὸν ἐν ἑαυτῇ κύκλον ἐδέξατο καὶ τῷ ὀφθέντι ἐν αὐτῇ φωτὶ συνεξέλαμψε, διὰ τοῦτό φησι πρὸς αὐτὴν ὁ λόγος, ὅτι γέγονας ἤδη καλὴ πλησιάσασα τῷ ἐμῷ φωτὶ διὰ τοῦ προσεγγισμοῦ τὴν κοινωνίαν ἐφελκυσαμένη τοῦ κάλλους. Ἰδοὺ εἶ καλή, φησίν, ἡ πλησίον μου. εἶτα ἐπισχὼν καὶ οἷον ἐν προσθήκῃ τινὶ 6.105 καὶ ἐπιτάσει γενομένην τοῦ κάλλους αὐτὴν θεασάμενος πάλιν τὸν αὐτὸν ἐπαναλαμβάνει λόγον εἰπὼν Ἰδοὺ εἶ καλή. ἀλλ' ἐν μὲν τῷ προτέρῳ τὴν πλησίον ὠνόμασεν, ἐνταῦθα δὲ τὴν ἐκ τοῦ εἴδους τῶν ὀμμάτων γνωριζομένην· Ὀφθαλμοὶ γάρ σου, φησί, περιστεραί· πρότερον μὲν γάρ, ὅτε τῇ ἵππῳ ἀφωμοιώθη, ἐν σιαγόνι τε καὶ τραχήλῳ ὁ ἔπαινος ἦν, νῦν δὲ ὅτε τὸ ἴδιον αὐτῆς ἀνεφάνη κάλλος, ἡ τῶν ὀφθαλμῶν χάρις ἐγκωμιάζεται. ὁ δὲ τῶν ὀφθαλμῶν ἔπαινός ἐστι τὸ περιστερὰς εἶναι τὰ ὄμματα· ὅπερ μοι δοκεῖ τοιαύτην ἐμφαίνειν διάνοιαν· ἐπειδὴ ταῖς καθαραῖς τῶν ὀμμάτων κόραις ἐνορᾶται τῶν ἐνατενιζόντων τὰ πρόσωπα (φασὶ γὰρ οἱ τὰ τοιαῦτα φυσιολογεῖν ἐπιστήμονες ὅτι τὰς τῶν εἰδώλων ἐμπτώσεις δεχόμενος, αἳ τῶν ὁρατῶν ἀπορρέουσιν, οὕτως ἐνεργεῖ τὴν ὄψιν ὁ ὀφθαλμός), τούτου χάριν ἔπαινος γίνεται τῆς τῶν ὀφθαλμῶν εὐμορφίας τὸ τῆς περιστερᾶς εἶδος τὸ ταῖς κόραις αὐτῶν ἐμφαινόμενον. πρὸς ὃ γὰρ ἄν τις ἐνατενίσῃ, τούτου δέχεται ἐν ἑαυτῷ τὸ ὁμοίωμα. ἐπεὶ οὖν ὁ μηκέτι πρὸς σάρκα καὶ αἷμα βλέπων πρὸς τὸν πνευματι κὸν βίον ὁρᾷ, καθώς φησιν ὁ ἀπόστολος, ζῶν πνεύματι καὶ στοιχῶν πνεύματι καὶ τὰς πράξεις τοῦ σώματος θανατῶν τῷ πνεύματι καὶ ὅλος δι' ὅλου πνευματικὸς γινόμενος, οὐ 6.106 ψυχικὸς οὐδὲ σαρκικός, τούτου χάριν μαρτυρεῖται ἡ τῆς σωματικῆς προσπαθείας ἀπηλλαγμένη ψυχὴ τὸ τῆς περιστε ρᾶς εἶδος ἐν τοῖς ὄμμασιν ἔχειν, τουτέστι τὸν χαρακτῆρα τῆς πνευματικῆς ζωῆς τῷ διορατικῷ τῆς ψυχῆς ἐναυγάζεσθαι. ἐπεὶ οὖν γέγονεν ὁ καθαρὸς αὐτῆς ὀφθαλμὸς δεκτικὸς τοῦ τῆς περιστερᾶς χαρακτῆρος, διὰ τοῦτο χωρεῖ καὶ τὸ τοῦ νυμφίου