1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

30

κάλλος θεάσασθαι· νῦν γὰρ πρώτως ἡ παρθένος ἀτενίζει τῇ τοῦ νυμφίου μορφῇ, ὅτε ἔσχε τὴν περιστερὰν ἐν τοῖς ὄμμασιν (Οὐδεὶς γὰρ δύναται εἰπεῖν κύριον Ἰησοῦν εἰ μὴ ἐν πνεύματι ἁγίῳ), καί φησιν Ἰδοὺ εἶ καλός, ἀδελφιδός μου, καί γε ὡραῖος· ἀφ' οὗ γὰρ οὐδὲν ἄλλο μοι καλὸν εἶναι δοκεῖ, ἀλλ' ἀπεστράφην πάντα ὅσα τὸ πρότερον ἐν καλοῖς ἐνομίζετο, οὐκέτι μοι πεπλάνηται ἡ τοῦ καλοῦ κρίσις, ὥστε ἄλλο τι παρὰ σὲ καλὸν οἴεσθαι· οὐκ ἔπαινός τις ἀνθρώπινος, οὐ δόξα, οὐ περιφάνεια, οὐ κοσμικὴ δυναστεία· ταῦτα γὰρ τοῖς πρὸς τὴν αἴσθησιν βλέπουσιν ἐπικέχρωσται μὲν τῇ τοῦ καλοῦ φαντασίᾳ, οὐ μήν ἐστιν ὅπερ νομίζεται. πῶς γὰρ ἄν τι εἴη καλόν, ὃ μηδὲ ὅλως ἔστι καθ' ὑπόστασιν; τὸ γὰρ ἐν τῷ κόσμῳ τούτῳ τετιμημένον ἐν μόνῃ τῇ οἰήσει τῶν νομιζόντων εἶναι τὸ εἶναι ἔχει. σὺ δὲ ἀληθῶς εἶ καλός, 6.107 οὐ καλὸς μόνον ἀλλ' αὐτὴ τοῦ καλοῦ ἡ οὐσία, ἀεὶ τοιοῦτος ὑπάρχων, πάντοτε ὢν ὅπερ εἶ, οὔτε κατὰ καιρὸν ἀνθῶν οὔτε ἐπὶ καιροῦ πάλιν ἀποβάλλων τὸ ἄνθος, ἀλλὰ τῇ ἀϊδιότητι τῆς ζωῆς συμπαρατείνων τὴν ὥραν· ᾧ ὄνομα ἡ φιλανθρωπία ἐγένετο. ὅτι ἄρα ἐξ Ἰούδα ἀνέτειλας ἡμῖν, ἀδελφὸς δὲ ὁ Ἰουδαίων λαὸς τοῦ ἐξ ἐθνῶν σοι προσιόντος, καλῶς διὰ τὴν ἐν σαρκὶ γεγενημένην τῆς θεότητός σου φανέρωσιν ἀδελφιδὸς τῆς ποθούσης κατωνομάσθης. Εἶτα ἐπήγαγε Πρὸς κλίνῃ ἡμῶν σύσκιος. τουτέστιν ἔγνω σε ἤτοι γνώσεται ἡ ἀνθρωπίνη φύσις σύσκιον τῇ οἰκονομίᾳ γενόμενον· ἦλθες γάρ φησι σὺ ὁ καλὸς ἀδελφιδός, ὁ ὡραῖος, 6.108 πρὸς τῇ κλίνῃ ἡμῶν σύσκιος γενόμενος. εἰ γὰρ μὴ συνεσκίασας αὐτὸς σεαυτὸν τὴν ἄκρατον τῆς θεότητος ἀκτῖνα συγκαλύψας τῇ τοῦ δούλου μορφῇ, τίς ἂν ὑπέστη σου τὴν ἐμφάνειαν; οὐδεὶς γὰρ ὄψεται πρόσωπον κυρίου καὶ ζήσεται. ἦλθες τοίνυν ὁ ὡραῖος, ἀλλ' ὡς χωροῦμεν δέξασθαι τοιοῦτος γενόμενος· ἦλθες τὰς τῆς θεότητος ἀκτῖνας τῇ περιβολῇ συσκιάσας τοῦ σώματος. πῶς γὰρ ἂν ἐχώρησε θνητὴ καὶ ἐπίκηρος φύσις τῇ ἀκηράτῳ καὶ ἀπροσίτῳ συζυγίᾳ συναρ μοσθῆναι, εἰ μὴ τοῖς ἐν σκότῳ ζῶσιν ἡμῖν ἡ σκιὰ τοῦ σώματος πρὸς τὸ φῶς ἐμεσίτευσεν; κλίνην δὲ ὀνομάζει ἡ νύμφη τῇ τροπικῇ σημασίᾳ τὴν πρὸς τὸ θεῖον ἀνάκρασιν τῆς ἀνθρωπίνης φύσεως ἑρμηνεύουσα, ὡς καὶ ὁ μέγας ἀπόστολος ἁρμόζεται τῷ Χριστῷ τὴν παρθένον, ἡμᾶς, καὶ νυμφοστολεῖ [τὴν ψυχὴν] καὶ τὴν προσκόλλησιν τῶν δύο εἰς ἑνὸς σώματος κοινωνίαν τὸ μέγα μυστήριον εἶναι λέγει τῆς τοῦ Χριστοῦ πρὸς τὴν ἐκκλησίαν ἑνώσεως· εἰπὼν γὰρ ὅτι Ἔσονται οἱ δύο εἰς σάρκα μίαν ἐπήγαγεν ὅτι Τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. διὰ τοῦτο τοίνυν τὸ μυστήριον κλίνην ἡ παρθένος ψυχὴ τὴν 6.109 πρὸς τὸ θεῖον κοινωνίαν ὠνόμασεν. ταύτην δὲ οὐκ ἄλλως ἦν δυνατὸν γενέσθαι εἰ μὴ διὰ τοῦ σύσκιον ἡμῖν διὰ τοῦ σώματος ἐπιφανῆναι τὸν κύριον, ὃς οὐ νυμφίος μόνον ἀλλὰ καὶ οἰκοδόμος ἐστίν, αὐτὸς ἐν ἡμῖν καὶ τεχνιτεύων τὸν οἶκον καὶ ὕλη τῆς τέχνης γινόμενος· ὄροφον γὰρ ἐπιβάλλει τῷ οἴκῳ διὰ τῆς ἀσήπτου ὕλης καλλωπίζων τὸ ἔργον. τοιαύτη δέ ἐστιν ἡ κέδρος καὶ ἡ κυπάρισσος, ὧν ὁ ἐγκείμενος τοῖς ξύλοις τόνος πάσης σηπτικῆς αἰτίας κρείττων ἐστίν, οὐ χρόνῳ εἴκων, οὐ σῆτας φύων, οὐκ εὐρῶτι φθειρόμενος. ἐκ τούτων κέδροι μὲν διὰ τὸ ἐπιμήκεις εἶναι τὰ πλάτη τοῦ οἴκου τῷ ὀρόφῳ διαλαμβάνουσιν, αἱ δὲ κυπάρισσοι διὰ τῆς λεγομένης φατνώσεως τὴν ἔνδοθεν κατασκευὴν ὡραΐζουσιν. ἔχει δὲ ἡ λέξις οὕτως· ∆οκοὶ οἴκων ἡμῶν κέδροι, φατνώματα ἡμῶν κυπάρισσοι. πάντως δὲ τὰ δηλούμενα διὰ τῶν ξύλων αἰνίγματα φανερὰ τοῖς ἐπακολουθοῦσι τῷ εἱρμῷ τῆς διανοίας ἐστίν. βροχὴν ὀνομάζει τὰς ποικίλας τῶν πειρασμῶν προσβολὰς ἐν τῷ εὐαγγελίῳ ὁ κύριος λέγων ἐπὶ τοῦ καλῶς τὴν οἰκίαν ἐπὶ τῆς πέτρας οἰκοδομήσαντος ὅτι Κατέβη ἡ βροχὴ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἀπαθὲς ἔμεινεν ἐν τούτοις τὸ οἰκοδόμημα. ταύτης οὖν ἕνεκεν τῆς κακῆς ἐπομβρίας χρεία τοιούτων ἡμῖν ἐστιν δοκῶν. αὗται δ' ἂν εἶεν αἱ ἀρεταί, αἳ τὰς τῶν πειρασμῶν ἐπιρροὰς 6.110 ἐντὸς ἑαυτῶν οὐ προσίενται στερραί τε οὖσαι καὶ ἀνένδοτοι καὶ τὸ πρὸς κακίαν ἀμάλακτον ἐν τοῖς πειρασμοῖς διασῴζου σαι. μάθοιμεν δ' ἂν τὸ λεγόμενον τὴν ἐν τῷ