1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

32

τε καὶ ἀπείρων αὐτὴν δεκτικὴν εἶναι νοημάτων τε καὶ πραγμάτων καὶ μαθημάτων) ἡ τοίνυν κατὰ τὸν εἰρημένον τρόπον παρὰ τοῦ γεωργοῦντος τὴν φύσιν ἡμῶν ἐμπονηθεῖσα ψυχὴ ἄνθος εὔοσμόν τε καὶ λαμπρὸν καὶ καθαρὸν ἀναφύεται ἐκ τοῦ τῆς φύσεως ἡμῶν πεδίου. τὸ δὲ πεδίον τοῦτο, κἂν συγκρίσει τῆς 6.114 οὐρανίας διαγωγῆς κοιλὰς ὀνομάζηται, οὐδὲν ἧττον πεδίον ἐστὶ καὶ οὐ κωλύεται ἡ ἐν αὐτῷ γεωργηθεῖσα καλῶς ἄνθος γενέσθαι· ἐκ γὰρ τοῦ κοίλου ἐπὶ τὸ ὑψηλὸν ὁ βλαστὸς ἀνατέλλει, καθὼς ἔστιν ἰδεῖν ἐπὶ τοῦ κρίνου γινόμενον· ἐπὶ πολὺ γὰρ ἐπὶ τὸ ὄρθιον ἐκ τῆς ῥίζης καλαμοειδῶς ἀναδραμοῦσα ἡ βοτάνη τοῦ κρίνου τότε τὸ ἄνθος ἐκ τῆς κορυφῆς ἀναδίδωσιν οὐκ ὀλίγῳ τῷ μεταξὺ διαστήματι τῆς γῆς ἀποστήσασα, ὡς ἄν, οἶμαι, καθαρὸν ἐν μετεώρῳ διαμένοι τὸ κάλλος τῇ πρὸς τὴν γῆν ἐπιμιξίᾳ μὴ μολυνόμενον. διὰ ταῦτα καὶ ὁ δίκαιος ὀφθαλμὸς τὴν τοῦτο γενομένην ἤτοι γενήσεσθαι ποθήσασαν (ἀμφότερα γὰρ ἐκ τῶν εἰρημένων ὑπενοήσαμεν, ἢ ὅτι μεγαλαυχεῖται ὡς ἤδη γεγενημένη ὅπερ ἐπόθησεν, ἢ ὅτι δεῖται τοῦ γεωργοῦ ἄνθος γενέσθαι διὰ τῆς ἐκείνου σοφίας ἐκ τῶν κοιλάδων τῆς ἀνθρωπίνης ζωῆς εἰς κρίνου κάλλος ἀναδραμοῦσα), εἴτε οὖν γενέσθαι βούλεται τοῦτο εἴτε καὶ γέγονεν ὅπερ ἠθέλησε, καλῶς ὁ δίκαιος ὀφθαλμὸς τοῦ νυμφίου πρὸς τὴν ἀγαθὴν ἐπιθυμίαν τῆς πρὸς αὐτὸν ὁρώσης ἰδὼν ἐπένευσε γενέσθαι κρίνον αὐτὴν μὴ συμπνιγόμενον ταῖς τοῦ βίου ἀκάνθαις, ἃς θυγατέρας ὠνόμασεν ἐνδειξάμενος, οἶμαι, κατὰ τὸ σιωπώμενον τὰς ἐχθρὰς τῆς ἀνθρωπίνης ζωῆς δυνάμεις, ὧν πατὴρ ὁ τῆς 6.115 κακίας εὑρετὴς κατονομάζεται. Ὡς κρίνον οὖν φησιν ἐν μέσῳ τῶν ἀκανθῶν, οὕτως ἀδελφή μου ἀνὰ μέσον τῶν θυγατέρων. ὅσην ὁρῶμεν τῆς εἰς τὸ ὕψος ἀνόδου τὴν προκοπὴν ἐπὶ τῆς ψυχῆς γινομένην· πρώτη ἄνοδος τὸ πρὸς τὴν καθαι ρετικὴν τῆς Αἰγυπτίας δυνάμεως ἵππον ὁμοιωθῆναι, δευτέρα ἄνοδος τὸ πλησίον αὐτὴν γενέσθαι καὶ περιστερὰς ποιῆσαι τὰ ὄμματα, τρίτη νῦν ἄνοδος τὸ μηκέτι πλησίον, ἀλλ' ἀδελφὴν τοῦ δεσπότου ὀνομασθῆναι· Ὃς γὰρ ἂν ποιήσῃ, φησί, τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς, οὗτος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν. ἐπεὶ οὖν γέγονεν ἄνθος μηδὲν ὑπὸ τῶν ἀκανθοφόρων πειρασμῶν πρὸς τὸ γενέσθαι κρίνον παραβλαβεῖσα, ἐπιλαθομένη δὲ τοῦ λαοῦ καὶ τοῦ οἴκου τοῦ πατρὸς αὐτῆς πρὸς τὸν ἀληθινὸν εἶδε πατέρα (διὸ καὶ ἀδελφὴ τοῦ υἱοῦ ὀνομάζεται τῷ τῆς υἱοθεσίας πνεύματι πρὸς τὴν συγγένειαν ταύτην εἰσποιηθεῖσα καὶ τῆς πρὸς τὰς θυγατέρας τοῦ ψευδωνύμου πατρὸς κοινωνίας ἀπαλλαγεῖσα), 6.116 πάλιν ἑαυτῆς γίνεται ὑψηλοτέρα καὶ βλέπει τι μυστήριον διὰ τῶν τῆς περιστερᾶς ὀφθαλμῶν (λέγω δὲ τῷ πνεύματι τῆς προφητείας). ὃ δὲ βλέπει, τοῦτό ἐστιν· Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν. τί οὖν ἐστιν, ὃ τεθέαται; δρυμὸν ὀνομάζει συνήθως ἡ θεία γραφὴ τὸν ὑλώδη τῶν ἀνθρώπων βίον τὸν τὰ ποικίλα εἴδη τῶν παθημάτων ὑλομανήσαντα, ἐν ᾧ τὰ φθαρτικὰ θηρία φωλεύει καὶ κατακρύπτεται, ὧν ἡ φύσις ἐν φωτὶ καὶ ἡλίῳ ἀνενέργητος μένουσα διὰ σκότους τὴν ἰσχὺν ἔχει· μετὰ γὰρ τὸ δῦναι τὸν ἥλιόν φησιν ὁ προφήτης νυκτὸς ἐπιγενομένης ἐν αὐτῇ τὰ θηρία τοῦ δρυμοῦ τῶν φωλεῶν ἀναδύεσθαι. ἐπειδὴ τοίνυν ὁ μονιὸς ὁ ἐν τῷ δρυμῶνι τρεφό μενος τὴν καλὴν τῆς ἀνθρωπίνης φύσεως ἄμπελον ἐλυμήνατο, καθώς φησιν ὁ προφήτης ὅτι Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν, διὰ τοῦτο ἐμφύε τῷ δρυμῶνι τὸ μῆλον, ὃ τῷ μὲν ξύλον εἶναι τῆς ἀνθρω πίνης ὕλης ἐστὶν ὁμοούσιον (ἐπειράσθη γὰρ κατὰ πάντα 6.117 καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας), τῷ δὲ τοιοῦτον φέρειν καρπόν, δι' οὗ γλυκαίνεται τὰ τῆς ψυχῆς αἰσθητήρια, πλείονα ἔχει τὴν πρὸς τὸν δρυμὸν παραλλαγὴν ἢ ὅσην ἔχει πρὸς τὰς ἀκάνθας τὸ κρίνον· τὸ μὲν γὰρ κρίνον μέχρι τοῦ εἴδους καὶ τῆς εὐπνοίας τὸ τερπνὸν ἔχει, ἡ δὲ τοῦ μήλου χάρις πρὸς τὰς τρεῖς αἰσθήσεις ἁρμοδίως καταμερίζεται καὶ ὀφθαλμὸν εὐφραίνουσα τῇ ὥρᾳ τοῦ εἴδους καὶ τὴν ὀσφραντικὴν ἡδύνουσα αἴσθησιν διὰ τῆς εὐπνοίας καὶ τροφὴ γινομένη καταγλυκαίνει τὰ γευστικὰ