33
αἰσθητήρια. καλῶς οὖν εἶδεν ἡ νύμφη τὸ ἑαυτῆς πρὸς τὸν δεσπότην διάφορον, ὅτι ἐκεῖνος μὲν ἡμῖν καὶ ὀφθαλμῶν γίνεται χάρις φῶς γινόμενος καὶ μύρον [ἐν] τῇ ὀσφρήσει καὶ ζωὴ τοῖς ἐσθίουσιν (ὁ γὰρ φαγὼν αὐτὸν ζήσεται, καθώς φησί που τὸ εὐαγγέλιον), ἡ δὲ ἀνθρωπίνη φύσις δι' ἀρετῆς τελειω θεῖσα ἄνθος γίνεται μόνον, οὐ τὸν γεωργὸν τρέφουσα ἀλλ' ἑαυτὴν καλλωπίζουσα· οὐ γὰρ ἐκεῖνος ἐνδεὴς τῶν ἡμετέρων ἀγαθῶν, ἀλλ' ἡμεῖς τῶν ἐκείνου δεόμεθα, καθώς φησιν ὁ προφήτης Ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. ∆ιὰ τοῦτο βλέπει τὸν νυμφίον ἡ κεκαθαρμένη ψυχὴ μῆλον ἐν τοῖς τοῦ δρυμοῦ ξύλοις γενόμενον, ἵνα ἐγκεντρίσας 6.118 ἑαυτῷ πάντας τοὺς ἀγρίους τοῦ δρυμῶνος κλάδους τῷ ὁμοίῳ καρπῷ βρύειν παρασκευάσῃ. ὥσπερ τοίνυν τὰς θυγατέρας διὰ τὸ ταῖς ἀκάνθαις ὁμοιωθῆναι τὰ τοῦ ψευδωνύμου πατρὸς ἐνοήσαμεν τέκνα, αἵτινες τῷ ἄνθει συμπαρα φυεῖσαι τῷ χρόνῳ καὶ αὐταὶ πρὸς τὴν τοῦ κρίνου μεταβαίνουσι χάριν, οὕτω καὶ ἐνταῦθα τοὺς προσεικασθέντας τοῖς ξύλοις τοῦ δρυμοῦ ἀκούσαντες οὐ φίλους σημαίνεσθαι τοῦ νυμφίου ἀλλὰ τοὺς ἐναντίους ὑπενοήσαμεν, οὓς υἱοὺς ὄντας τοῦ σκότους καὶ τέκνα ὀργῆς τῇ κοινωνίᾳ τοῦ καρποῦ εἰς υἱοὺς φωτὸς καὶ υἱοὺς εἰρήνης μετασκευάζει. διὰ τοῦτό φησιν ἡ γεγυμνασμένη τὰ αἰσθητήρια ὅτι Ὁ καρπὸς αὐτοῦ γλυκὺς ἐν τῷ λάρυγγί μου. καρπὸς δὲ ἡ διδασκαλία πάντως ἐστίν· Ὡς γλυκέα γάρ φησιν ὁ προφήτης τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν. ὑπὸ τὴν σκιὰν αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα καὶ ὁ καρπὸς αὐτοῦ γλυκὺς ἐν τῷ λάρυγγί μου. τότε γὰρ ὡς ἀληθῶς γλυκαίνεται τῷ λόγῳ τὰ τῆς ψυχῆς αἰσθητήρια, ὅταν ἡμᾶς πρὸς τὸν ἐκ τῶν πειρασμῶν 6.119 φλογμὸν ἡ σκιὰ τοῦ μήλου διατειχίσῃ, ὡς μὴ συγκαίεσθαι ἡμᾶς ὑπὸ τοῦ τοιούτου ἡλίου γυμνῆς τῆς κεφαλῆς ὑπερζέον τος. οὐκ ἔστι δὲ ἄλλως ὑπὸ τὴν σκιὰν τοῦ ξύλου τῆς ζωῆς ἀναψῦξαι μὴ τῆς ἐπιθυμίας πρὸς τοῦτο τὴν ψυχὴν ἀναγούσης. ὁρᾷς διὰ τί σοι ἡ ἐπιθυμητικὴ δύναμις ἔγκειται, ἵνα σοι πόθον ἐμποιήσῃ τοῦ μήλου, οὗ πολυειδὴς γίνεται τοῖς προσεγγίσασιν ἡ ἀπόλαυσις· ὅ τε γὰρ ὀφθαλμὸς τῇ ὥρᾳ τοῦ κάλλους προσαναπαύεται καὶ ὁ μυκτὴρ ἀναπνεῖ τὴν εὐωδίαν καὶ τὸ σῶμα τρέφεται καὶ τὸ στόμα γλυκαίνεται καὶ ὁ καύσων ἀποστρέφεται καὶ ἡ σκιὰ θρόνος γίνεται, ᾗ ἐγκάθηται ἡ ψυχὴ ἡ τῶν λοιμῶν τὴν καθέδραν ἀρνησαμένη. Εἶτά φησιν Εἰσαγάγετέ με εἰς οἶκον τοῦ οἴνου, τάξατε ἐπ' ἐμὲ ἀγάπην, στηρίσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις, ὅτι τετρωμένη ἀγάπης ἐγώ. ὦ πῶς τρέχει τὸν θεῖον δρόμον ἡ καλῶς τῇ ἵππῳ προσεικασθεῖσα ψυχή, ὡς πυκνοῖς τε καὶ συντεταμένοις τοῖς ἅλμασι τοῖς ἔμπροσθεν ἐπεκτεί νεται, πρὸς δὲ τὸ κατόπιν οὐκ ἐπιστρέφεται· πόσων ἔτυχεν ἐν τοῖς φθάσασιν. καὶ ἔτι διψῇ. καὶ τοσαύτη τοῦ δίψους ἐστὶν ἡ ἐπίτασις, ὅ τι οὐκ ἀρκεῖται τῷ τῆς σοφίας κρατῆρι. 6.120 οὐδ' ἱκανὸν οἴεται πρὸς θεραπείαν τῆς δίψης ὅλον ἐγχέασθαι τὸν κρατῆρα τῷ στόματι, ἀλλ' εἰς αὐτὸν τοῦ οἴνου τὸν οἶκον παραχθῆναι ζητεῖ καὶ αὐταῖς ταῖς ληνοῖς ὑποσχεῖν τὸ στόμα, αἳ τὸν οἶνον τὸν ἡδὺν ὑπερβλύζουσι, καὶ ἰδεῖν τὸν βότρυν τὸν ταῖς ληνοῖς ἐνθλιβόμενον καὶ τὴν ἄμπελον ἐκείνην τὴν τὸν τοιοῦτον βότρυν ἐκτρέφουσαν καὶ τὸν γεωργὸν τῆς ἀληθινῆς ἀμπέλου τὸν οὕτως εὔτροφον τὸν βότρυν καὶ ἡδὺν ἐργαζόμενον· ὧν ἕκαστον περιττὸν ἂν εἴη διευκρι νεῖσθαι φανερᾶς οὔσης τῆς ἑκάστῳ τούτων ἐνθεωρουμένης τροπικῆς σημασίας. πάντως δὲ κἀκεῖνο βούλεται κατιδεῖν τὸ μυστήριον, πῶς ἐρυθαίνεται τῷ πατητῷ τῆς ληνοῦ τὰ τοῦ νυμφίου ἱμάτια, περὶ οὗ φησιν ὁ προφήτης ∆ιὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; διὰ ταῦτα καὶ τὰ τοιαῦτα ἐντὸς γενέσθαι τοῦ οἴκου ποθεῖ, ἐν ᾧ τὸ κατὰ τὸν οἶνόν ἐστι μυστήριον. εἶτα ἐντὸς γενομένη πάλιν ἐπὶ τὸ μεῖζον ἐξάλλεται· ζητεῖ γὰρ ὑποταγῆ ναι τῇ ἀγάπῃ. ἀγάπη δέ ἐστιν ὁ θεὸς κατὰ τὴν Ἰωάννου φωνήν, ᾧ τὸ ὑποταγῆναι τὴν ψυχὴν σωτηρίαν εἶναι ὁ ∆αβὶδ 6.121 ἀπεφήνατο. ἐπεὶ οὖν γέγονα, φησίν, ἐν τῷ οἴκῳ τοῦ οἴνου, ὑποτάξατέ με τῇ ἀγάπῃ ἤτοι τάξατε ἐπ' ἐμὲ τὴν ἀγάπην. ὅπως γὰρ ἂν