1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

37

ὥσπερ ἐκεῖ ἐν τῷ μηρῷ τοῦ πατριάρχου ἐγένετο, οὕτως ἐνταῦθα ἐν δυνάμεσι καὶ ἐν ἰσχύσεσι τοῦ 6.132 ἀγροῦ γίνεται οὕτως εἰπόντος τοῦ λόγου Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ, ἐν δυνάμεσι καὶ ἐν ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ. Θεωρητέον τοίνυν ἐν τούτοις πρῶτον μὲν τίς ὁ ἀγρός, ἔπειτα δὲ τίς ἡ ἰσχὺς τοῦ ἀγροῦ καὶ ἡ δύναμις καὶ εἰ διαφορὰν ἔχει ταῦτα πρὸς ἄλληλα ἢ ἓν δι' ἀμφοτέρων ἐστὶ τὸ σημαινό μενον· πρὸς τούτοις τί τὸ ἐγείρεσθαι καὶ τί τὸ ἐξεγείρεσθαι τὴν ἀγάπην. τὸ γὰρ Ἕως οὗ θελήσῃ διὰ τῶν εἰρημένων προαποδέδοται. ὅτι μὲν οὖν διὰ τοῦ ἀγροῦ σημαίνει τὸν κόσμον ἡ τοῦ δεσπότου φωνή, παντί που δῆλον ἐκ τῶν εὐαγγελίων ἐστίν, ὅτι δὲ παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου καὶ οὐδὲν πάγιον ἐν τῇ ἀστατούσῃ δείκνυται φύσει, δῆλον ἐκ τῆς τοῦ Ἐκκλησιαστοῦ μεγαλοφωνίας ἐστίν, ὃς πᾶν τὸ φαινόμενόν τε καὶ παρερχόμενον ἐν ματαίοις ἠρίθμησεν. τίς οὖν ἡ δύναμις τοῦ τοιούτου ἀγροῦ, ὅς ἐστιν ὁ κόσμος, ἢ τίς ἡ ἰσχύς, ὧν ἡ μνήμη ἀπαράβατον ποιεῖ διὰ τοῦ ὁρκισμοῦ ταῖς θυγατράσιν Ἰερουσαλὴμ τὸ παράγγελ μα; εἰ μὲν γὰρ πρὸς τὰ φαινόμενα βλέποιμεν ὡς οὔσης τινὸς ἐν τούτοις δυνάμεως, παραγράφεται τὴν τοιαύτην ὑπόληψιν ὁ 6.133 Ἐκκλησιαστὴς μάταιον ὀνομάζων πᾶν τὸ ἐν τούτοις δεικνύμενόν τε καὶ σπουδαζόμενον· τὸ γὰρ μάταιον οὐχ ὑφέστηκε, τὸ δὲ μὴ ὑφεστὼς κατὰ τὴν οὐσίαν ἰσχὺν οὐκ ἔχει. ἢ τάχα διὰ τῆς πληθυντικῆς σημασίας τῆς κατὰ τὴν δύναμιν ἔστι τινὰ στοχασμὸν εὑρεῖν τοῦ νοήματος· τοιαύτην γὰρ εὕρομεν παρὰ τῇ ἁγίᾳ γραφῇ διαφορὰν ἐπὶ τῶν τοιούτων ὀνομάτων· ὅταν μοναδικῶς ἡ δύναμις λέγηται, πρὸς τὸ θεῖον ἀναπέμ πεται διὰ ταύτης τῆς φωνῆς ἡ διάνοια, ὅταν δὲ διὰ τοῦ πληθυντικοῦ σχήματος ἐκφωνῆται, τὴν ἀγγελικὴν φύσιν τῷ λόγῳ παρίστησιν. οἷον Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία. ἐνταῦθα τῷ μοναδικῷ τὸ θεῖον ἐγνώρισεν. Εὐλογεῖτε τὸν κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. ὧδε τὸ πληθυντικὸν τῶν δυνάμεων τῆς νοητῆς τῶν ἀγγέλων φύσεως τὴν σημασίαν ἐνδείκνυται. τὸ δὲ τῆς ἰσχύος ὄνομα συμπαραληφθὲν μετὰ τῆς δυνάμεως ἐπίτασιν τῆς τοῦ νοήματος ἐμφάσεως ἔχει οὕτω τῆς γραφῆς διὰ τῆς ἐπαναλήψεως τῶν ἰσοδυναμούντων ῥημάτων βεβαιότερον ἐμφαινούσης ὃ βούλεται, ὡς τὸ Κύριε, ἡ ἰσχύς μου, κύριος στερέωμά μου· ταὐτὸν γὰρ ἑκατέρου τῶν ῥημάτων τὸ σημαινόμενον, ἀλλ' ἡ τῶν ἰσοδυναμούντων συνθήκη ἔνδειξιν ποιεῖται τῆς κατὰ τὸ σημαινόμενον ἐπιτά 6.134 σεως. ἡ τοίνυν τῶν δυνάμεων πληθυντικὴ σημασία καὶ ἡ ὁμοιότροπος τῶν ἰσχύων μνήμη πρὸς τὴν ἀγγελικὴν ἔοικε φύσιν ἀπάγειν τῶν ἀκουόντων τὴν ἔννοιαν, ὥστε τὸν ὁρκισμὸν τὸν ἐπὶ βεβαιώσει τῶν κεκριμένων παρὰ τῆς διδασκάλου ταῖς μαθητευομέναις ψυχαῖς προσαγόμενον μὴ κατὰ τοῦ παράγοντος γίνεσθαι κόσμου ἀλλὰ κατὰ τῆς ἐπιδιαμενούσης εἰς ἀεὶ φύσεως τῶν ἀγγέλων, πρὸς οὓς βλέπειν διακελεύεται, ἵνα τὸ πάγιόν τε καὶ στάσιμον τῆς κατ' ἀρετὴν πολιτείας βεβαιώσῃ τῷ ὑποδείγματι. ἐπειδὴ γὰρ τὸν μετὰ τὴν ἀνάστασιν βίον ὅμοιον ἐπήγγελται τῇ ἀγγελικῇ καταστάσει [τῶν ἀνθρώπων] γενήσεσθαι (ἀψευδὴς δὲ ὁ ἐπαγγειλάμενος), ἀκόλουθον ἂν εἴη καὶ τὴν ἐν τῷ κόσμῳ ζωὴν πρὸς τὴν ἐλπιζομένην μετὰ ταῦτα παρασκευάζε σθαι, ὥστε ἐν σαρκὶ ζῶντας καὶ ἐν τῷ ἀγρῷ τοῦ κόσμου διάγοντας μὴ κατὰ σάρκα ζῆν μηδὲ συσχηματίζεσθαι τῷ κόσμῳ τούτῳ, ἀλλὰ προμελετᾶν τὸν ἐλπιζόμενον βίον διὰ τῆς ἐν τῷ κόσμῳ ζωῆς. διὰ τοῦτο τὴν διὰ τοῦ ὅρκου βεβαίωσιν ἐμποιεῖται ταῖς ψυχαῖς τῶν μαθητευομένων ἡ νύμφη, ὥστε τὴν ζωὴν αὐτῶν τὴν ἐν τῷ ἀγρῷ τούτῳ κατορθουμένην 6.135 πρὸς τὰς δυνάμεις βλέπειν, μιμουμένην διὰ τῆς ἀπαθείας τὴν ἀγγελικὴν καθαρότητα· οὕτω γὰρ ἐγειρομένης τῆς ἀγάπης καὶ ἐξεγειρομένης (ὅπερ ἐστὶν ὑψουμένης τε καὶ ἀεὶ διὰ προσθήκης πρὸς τὸ μεῖζον ἐπαυξομένης) τὸ ἀγαθὸν εἶπε θέλημα τοῦ θεοῦ τελειοῦσθαι ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς τῆς ἀγγελικῆς καὶ ἐν ἡμῖν ἀπαθείας κατορθουμένης. ταῦτα κατενοήσαμεν εἰς τὸ Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ, ἐν δυνάμεσι καὶ ἐν ἰσχύσεσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως