38
οὗ θελήσῃ. εἰ δέ τις εὑρεθείη λόγος ἕτερος μᾶλλον προσεγγίζων τῇ ἀληθείᾳ τῶν ζητουμένων, δεξώμεθα τὴν χάριν καὶ εὐχαριστήσωμεν τῷ ἀποκαλύπτοντι τὰ κεκρυμμένα μυστήρια διὰ τοῦ ἁγίου πνεύματος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.
Λόγος εʹ Φωνὴ τοῦ ἀδελφιδοῦ μου· ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη, διαλλόμενος
ἐπὶ τοὺς βουνούς.
Ὅμοιός ἐστι ἀδελφιδός μου τῇ δορκάδι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ. 6.136 ἰδοὺ οὗτος ἕστηκεν ὀπίσω τοῦ τοίχου ἡμῶν παρακύπτων διὰ τῶν θυρίδων, ἐκκύπτων διὰ τῶν δικτύων. Ἀποκρίνεται ὁ ἀδελφιδός μου καὶ λέγει μοι· ἀνάστα ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου, Ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ, Τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθακεν, φωνὴ τοῦ τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν, Ἡ συκῆ ἐξήνεγκε τοὺς ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν. ἀνάστα ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου, ∆εῦρο σεαυτῇ, περιστερά μου, ἐν σκέπῃ τῆς πέτρας ἐχόμενα τοῦ προτειχίσματος. δεῖξόν μοι τὴν ὄψιν σου καὶ ἀκούτισόν με τὴν φωνήν σου, ὅτι ἡ φωνή σου ἡδεῖα καὶ ἡ ὄψις σου ὡραία. Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας, καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν. Ἀδελφιδός μου ἐμοὶ κἀγὼ αὐτῷ, ὁ ποιμαίνων ἐν τοῖς κρίνοις, Ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί. 6.137 ἀπόστρεψον ὁμοιώθητι, ἀδελφιδέ μου, τῇ δορκάδι ἢ νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη τῶν κοιλωμάτων. Τὰ νῦν προτεθέντα διὰ τῆς ἀναγνώσεως ἡμῖν ἐκ τῆς τοῦ Ἄισματος τῶν Ἀισμάτων φιλοσοφίας καὶ εἰς ἐπιθυμίαν ἄγει τῆς τῶν ὑπερκειμένων ἀγαθῶν θεωρίας καὶ λύπην ἐντίθησιν ἡμῶν ταῖς ψυχαῖς ἀπόγνωσιν ἐμποιοῦντα τρόπον τινὰ τῆς τῶν ἀλήπτων κατανοήσεως· πῶς γὰρ ἄν τις ἀλύπως διατεθείη σκοπῶν ὅτι ἐν τοσαύταις ἀνόδοις ὑψωθεῖσα δι' ἀγάπης πρὸς τὴν τοῦ ἀγαθοῦ μετουσίαν ἡ κεκαθαρμένη ψυχὴ οὔπω, καθώς φησιν ὁ ἀπόστολος, κατειληφέναι δοκεῖ τὸ ζητούμενον; καίτοι γε πρὸς τὰς ἀνόδους ἐκείνας βλέπων τὰς προδιηνυσμένας ἐν τοῖς πρὸ τούτων λόγοις ἐμακάριζον αὐτὴν τῆς ἀναβάσεως, ὅτε τὸ γλυκὺ μῆλον ἐπέγνω τῆς ἀκαρπίας τοῦ δρυμοῦ διακρίνασα καὶ ὡς ἐπιθυμητὴν αὐτοῦ τὴν σκιὰν ἐποιήσατο καὶ τῷ καρπῷ καταγλυκανθεῖσα ἐν τοῖς ταμιείοις τῆς εὐφροσύνης ἐγένετο (οἶνον δὲ ὀνομάζει τὴν 6.138 εὐφροσύνην, ᾧ ἡ καρδία τῶν μετεχόντων εὐφραίνεται) καὶ ὡς ἐν τῇ ἀγάπῃ ταχθεῖσα τοῖς μύροις στηρίζεται διαληφθεῖσα τῇ τῶν μήλων περιβολῇ καὶ ὡς ἐγκάρδιον δεξαμένη τῆς ἀγάπης τὸ βέλος πάλιν ἐν ταῖς χερσὶ τοῦ τοξότου καὶ αὐτὴ βέλος γίνεται πρὸς τὸν τῆς ἀληθείας σκοπὸν ἐν ταῖς χερσὶ τοῦ δυνατοῦ εὐθυνομένη· ταῦτα καὶ τὰ τοιαῦτα βλέπων τοῦ ἀκροτάτου τῆς μακαριότητος ἐπειλῆφθαι τὴν διὰ τοσούτων ὑψωθεῖσαν ἐλογιζόμην. ἀλλ' ὡς ἔοικεν ἔτι προοίμια τῆς ἀνόδου τὰ προδιηνυσμένα ἐστί· πάσας γὰρ τὰς ἀναβάσεις ἐκείνας οὐ θεωρίαν τε καὶ κατάληψιν ἐναργῆ τῆς ἀληθείας ἀλλὰ φωνὴν τοῦ ποθουμένου κατονομάζει διὰ τῆς ἀκοῆς χαρακτηριζομένην τοῖς ἰδιώμασιν, οὐ διὰ τῆς κατανοήσεως γινωσκομένην τε καὶ εὐφραίνουσαν. εἰ οὖν ἐκείνη τοσοῦτον ὑψωθεῖσα, καθὼς περὶ τοῦ μεγάλου Παύλου μανθάνομεν τοῦ τριῶν οὐρανῶν ὑπεραρθέντος, οὔπω κατειληφέναι τὸ ζητούμενον δι' ἀκριβείας ἐνδείκνυται, τί παθεῖν εἰκὸς ἡμᾶς ἢ ἐν τίσιν εἶναι λογίσασθαι τοὺς μήπω τοῖς προθύροις τῶν ἀδύτων τῆς θεωρίας ἐγγίσαντας; ἔξεστι δὲ δι' αὐτῶν τῶν παρ' αὐτῆς εἰρημένων κατιδεῖν τοῦ ζητουμένου τὸ δυσθεώρη 6.139 τον· Φωνὴ τοῦ ἀδελφιδοῦ μου, φησίν, οὐκ εἶδος, οὐ πρόσωπον, οὐ χαρακτὴρ ἐμφαίνων τοῦ ζητουμένου τὴν φύσιν, ἀλλὰ φωνὴ στοχασμὸν μᾶλλον ἢ βεβαίωσιν ἐμποιοῦσα περὶ τοῦ φθεγγο μένου, ὅστις ἐστίν, ὅτι γὰρ εἰκασμῷ μᾶλλον ἔοικε τὸ λεγό μενον καὶ οὐχὶ ἀναμφιβόλῳ τινὶ πληροφορίᾳ τῆς καταλήψεως, δῆλόν