41
φαινομένοις προοιμιάζεσθαι, τὴν μὲν τοὺς ὀλύνθους ἐκφέρουσαν, τὴν δὲ τῷ ἄνθει κυπρίζουσαν, ὡς κατατρυφᾶν τῆς εὐωδίας τὴν ὄσφρησιν. οὕτω μὲν οὖν ἁβρύνεται τῇ ὑπογραφῇ τῆς ἐαρινῆς ὥρας ὁ λόγος τό τε σκυθρωπὸν ἀποβάλλων καὶ τοῖς γλυκυτέ 6.147 ροις ἐμφιλοχωρῶν διηγήμασιν. χρὴ δέ, οἶμαι, μὴ παραμεῖναι τὴν διάνοιαν τῇ τῶν γλαφυρῶν τούτων ὑπογραφῇ, ἀλλὰ δι' αὐτῶν ὁδηγηθῆναι πρὸς τὰ δηλούμενα διὰ τῶν λογίων τούτων μυστήρια, ὥστε ἀνακαλυφθῆναι τὸν θησαυρὸν τῶν νοημάτων τὸν ἐγκεκρυμμένον τοῖς ῥήμασιν. τί οὖν ἐστιν ὅ φαμεν; πεπήγει ποτὲ τῷ τῆς εἰδωλολατρίας κρυμῷ τὸ ἀνθρώπινον τῆς εὐκινήτου φύσεως τῶν ἀνθρώπων πρὸς τὴν τῶν ἀκινήτων σεβασμάτων φύσιν μεταβληθείσης· Ὅμοιοι γάρ φησιν αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς. καὶ τὸ εἰκὸς ἐν τοῖς γινομένοις ἦν· ὥσπερ γὰρ οἱ πρὸς τὴν ἀληθινὴν θεότητα βλέποντες ἐφ' ἑαυτῶν δέχονται τὰ τῆς θείας φύσεως ἰδιώματα, οὕτως ὁ τῇ ματαιότητι τῶν εἰδώλων προσανέχων μετεστοι χειοῦτο πρὸς τὸ βλεπόμενον λίθος ἐξ ἀνθρώπου γινόμενος. ἐπειδὴ τοίνυν ἀπολιθωθεῖσα διὰ τῆς τῶν εἰδώλων λατρείας ἀκίνητος ἦν πρὸς τὸ κρεῖττον ἡ φύσις ἐμπεπηγυῖα τῷ τῆς εἰδωλολατρίας κρυμῷ, τούτου χάριν ἐπανατέλλει τῷ χαλεπῷ τούτῳ χειμῶνι ὁ τῆς δικαιοσύνης ἥλιος καὶ ἔαρ ποιεῖ τοῦ μεσημβρινοῦ πνεύματος, τοῦ τὴν τοιαύτην διαλύοντος πῆξιν, ἅμα τῇ ἀνατολῇ τῶν ἀκτίνων συνεπιθάλποντος ἅπαν τὸ ὑποκείμενον, ἵνα διαθερμανθεὶς τῷ πνεύματι ὁ διὰ τοῦ κρύους λιθωθεὶς ἄνθρωπος καὶ ὑποθαλφθεὶς τῇ ἀκτῖνι 6.148 τοῦ λόγου πάλιν γένηται ὕδωρ ἁλλόμενον εἰς ζωὴν αἰώνιον· Πνεύσεται γὰρ τὸ πνεῦμα αὐτοῦ καὶ ῥυήσεται ὕδατα Στρεφομένης τῆς πέτρας εἰς λίμνας ὑδάτων καὶ τῆς ἀκροτόμου εἰς πηγὰς ὑδάτων. ὅπερ γυμνότερον πρὸς τοὺς Ἰουδαίους ὁ βαπτιστὴς ἀνεβόησε λέγων τοὺς λίθους τούτους ἐγείρεσθαι εἰς τὸ γενέσθαι τέκνα τοῦ πατριάρχου δι' ἀρετῆς ὁμοιούμενα. ταῦτα τοίνυν ἀκούει τοῦ λόγου ἡ ἐκκλησία διὰ τῶν προφη τικῶν θυρίδων καὶ τῶν νομικῶν δικτύων δεχομένη τὴν τῆς ἀληθείας αὐγὴν ἔτι συνεστῶτος τοῦ τυπικοῦ τῆς διδασκαλίας τοίχου, τοῦ νόμου λέγω, τοῦ τὴν σκιὰν ποιοῦντος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων δεικνύοντος, οὗ κατόπιν ἵσταται ἡ ἀλήθεια ἐχομένη τοῦ τύπου πρῶτον μὲν διὰ τῶν προφητῶν ἐναυγάζουσα τῇ ἐκκλησίᾳ τὸν λόγον, μέτα ταῦτα δὲ τῇ φανερώσει τοῦ εὐαγγελίου πᾶσαν τοῦ τύπου τὴν σκιοειδῆ φαντασίαν ἐξαναλίσκουσα, δι' ἧς καθαιρεῖται μὲν τὸ μεσότοιχον, συνά πτεται δὲ ὁ ἐν τῷ οἴκῳ ἀὴρ πρὸς τὸ αἴθριον φῶς, ὡς μηκέτι διὰ τῶν θυρίδων χρείαν ἔχειν περιαυγάζεσθαι αὐτοῦ τοῦ ἀληθινοῦ φωτὸς διὰ τῶν εὐαγγελικῶν ἀκτίνων τὰ ἔνδον πάντα καταφωτίζοντος. διὰ τοῦτο ἐμβοᾷ διὰ τῶν φωταγωγῶν τῇ ἐκκλησίᾳ ὁ λόγος ὁ ἀνορθῶν τοὺς κατερραγμένους 6.149 λέγων Ἀνάστηθι (δηλαδὴ ἐκ τοῦ πτώματος) ἡ τῷ γλίσχρῳ τῆς ἁμαρτίας ἐνολισθήσασα, ἡ συμποδισθεῖσα διὰ τοῦ ὄφεως καὶ εἰς γῆν πεσοῦσα καὶ ἐν τῷ πτώματι τῆς παρακοῆς γενομένη, ἀνάστα. οὐκ ἀρκεῖ δέ σοι, φησί, τὸ ἀνορθωθῆναι μόνον ἐκ τοῦ πτώματος, ἀλλὰ καὶ πρόελθε διὰ τῆς τῶν ἀγαθῶν προκοπῆς τὸν ἐν ἀρετῇ διανύουσα δρόμον. ὅπερ δὴ καὶ ἐπὶ τοῦ παραλυτικοῦ μεμαθήκαμεν· οὐ γὰρ διανίστησι μόνον ὁ λόγος τὸ ἐπικλίνιον ἄχθος ἐκεῖνο, ἀλλὰ καὶ περιπατεῖν ἐγκελεύεται. ὅπερ μοι δοκεῖ τὴν πρὸς τὸ κρεῖττον πρόοδόν τε καὶ ἐπαύξησιν διὰ τῆς μεταβατικῆς κινήσεως σημαίνειν [ὁ λόγος]. Ἀνάστα οὖν φησι καὶ Ἐλθέ. ὢ προστάγματος δύναμις. ὄντως φωνὴ δυνάμεώς ἐστιν ἡ φωνὴ τοῦ θεοῦ, καθὼς ἡ ψαλμῳδία φησὶν ὅτι Ἰδοὺ δώσει τὴν φωνὴν αὐτοῦ, φωνὴν δυνάμεως· καὶ Αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. ἰδοὺ καὶ νῦν εἶπε πρὸς τὴν κειμένην ὅτι Ἀνάστηθι καὶ ὅτι Ἐλθὲ καὶ εὐθὺς ἔργον τὸ πρόσταγμα γίνεται· ὁμοῦ γὰρ τῷ δέξασθαι τοῦ λόγου τὴν 6.150 δύναμιν καὶ ἵσταται καὶ παρίσταται καὶ πλησίον γίνεται τοῦ φωτός, ὡς ὑπ' αὐτοῦ τοῦ καλέσαντος αὐτὴν μεμαρτύρηται οὕτως εἰπόντος τοῦ λόγου Ἀνάστα, ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου.