1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

42

τίς ἡ τάξις αὕτη τοῦ λόγου; πῶς ἔχεται τοῦ ἑτέρου τὸ ἕτερον; πῶς σῴζεται καθ' εἱρμὸν ὥσπερ ἐν ἁλύσει τινὶ τὸ τῶν νοημάτων ἀκόλουθον; ἀκούει τοῦ προστάγματος, ἐνδυναμοῦται τῷ λόγῳ, ἐγείρεται, προέρχεται, πλησιάζει, καλὴ γίνεται, περιστερὰ ὀνομάζεται. πῶς γάρ ἐστι δυνατὸν καλὴν ὄψιν ἐν κατόπτρῳ γενέσθαι μὴ καλῆς τινος μορφῆς δεξαμένῳ τὴν ἔμφασιν; οὐκοῦν καὶ τὸ τῆς ἀνθρωπίνης φύσεως κάτοπτρον οὐ πρότερον ἐγένετο καλόν, ἀλλ' ὅτε τῷ καλῷ ἐπλησίασε καὶ τῇ εἰκόνι τοῦ θείου κάλλους ἐνεμορφώθη. ὥσπερ γὰρ τὸ τοῦ ὄφεως εἶχεν εἶδος ἕως ἔκειτο ἐπὶ τῆς γῆς καὶ πρὸς αὐτὸν ἀφεώρα, κατὰ τὸν αὐτὸν τρόπον ἐπειδὴ ἀνέστη καὶ τῷ ἀγαθῷ ἔδειξεν ἑαυτὴν ἀντιπρόσωπον κατὰ νώτου τὴν κακίαν ποιησαμένη, πρὸς ὃ βλέπει κατ' ἐκεῖνο καὶ σχηματίζεται· βλέπει δὲ πρὸς τὸ ἀρχέτυπον κάλλος. διὰ τοῦτο τῷ φωτὶ προσεγγίσασα φῶς γίνεται, τῷ δὲ φωτὶ τὸ καλὸν τῆς 6.151 περιστερᾶς εἶδος ἐνεικονίζεται, ἐκείνης λέγω τῆς περιστερᾶς, ἧς τὸ εἶδος τὴν τοῦ ἁγίου πνεύματος παρουσίαν ἐγνώρισεν. οὕτω τοίνυν αὐτῇ προσφωνήσας ὁ λόγος καὶ ὀνομάσας αὐτὴν καλὴν μὲν διὰ τὸ πλησίον, περιστερὰν δὲ διὰ τὸ κάλλος, καὶ τὰ ἐφεξῆς διεξέρχεται οὐκέτι λέγων κρατεῖν τοῦ χειμῶνος τῶν ψυχῶν τὴν κατήφειαν· οὐ γὰρ ἀντέχει πρὸς τὴν ἀκτῖνα τὸ κρύος. Ἰδού, φησίν, ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ. πολυώνυμον ποιεῖ τὸ κακὸν κατὰ τὰς διαφορὰς τῶν ἐνεργημάτων ὀνομαζόμενον· ὁ αὐτὸς γὰρ καὶ χειμὼν καὶ ὑετὸς καὶ σταγόνες, καθ' ἕκαστον τῶν ὀνομάτων πειρασμοῦ τινος κατὰ τὸ ἰδιάζον σημαινομένου· χειμὼν λέγεται διὰ τὴν πολυειδῆ τῶν κακῶν σημασίαν· ἐν γὰρ τῷ χειμῶνι τὰ τεθηλότα μαραίνεται, τὸ ἐπὶ τῶν δένδρων κάλλος, ὃ διὰ τῶν φύλλων φυσικῶς ὡραΐζεται, ἀπορρεῖ τῶν κλάδων καὶ τῇ γῇ καταμίγνυται, σιγᾷ τῶν μουσικῶν ὀρνίθων ἡ μελῳδία, φεύγει ἡ ἀηδών, ναρκᾷ ἡ χελιδών, ἀποξενοῦται τῆς καλιᾶς ἡ τρυγών, μιμεῖται τὰ πάντα τὴν τοῦ θανάτου κατήφειαν, νεκροῦται ὁ βλαστός, ἀποθνῄσκει ἡ πόα· ὥσπερ ὀστέα σαρκῶν κεχωρισμένα οὕτως οἱ κλάδοι τῶν φύλλων γυμνωθέντες εἰδεχθὲς θέαμα γίνονται ἀντὶ τῆς 6.152 προσούσης αὐτοῖς ἐκ τῶν βλαστῶν ἀγλαΐας. τί δ' ἄν τις λέγοι τὰ κατὰ θάλασσαν πάθη, τὰ διὰ τοῦ χειμῶνος γινόμενα, πῶς ἐκ βυθῶν ἀναστρεφομένη καὶ διοιδαίνουσα σκοπέλους καὶ ὄρη μιμεῖται πρὸς τὸ ὄρθιον σχῆμα κορυφουμένη τῷ ὕδατι, πῶς ἐφορμᾷ καθάπερ πολεμία τῇ γῇ ὑπὲρ τὰς ἠϊόνας ἑαυτὴν ἐπεκβάλλουσα καὶ ταῖς ἐπαλλήλοις τῶν κυμάτων πληγαῖς οἷόν τισι μηχανημάτων προσβολαῖς αὐτὴν κατασείουσα; ἀλλά μοι νόει τὰ τοῦ χειμῶνος πάθη ταῦτα καὶ τὰ τοιαῦτα πάντα μεταλαμβάνων εἰς τροπικὴν σημασίαν, τί ἐστιν ἐν χειμῶνι τὸ ἀπανθοῦν τε καὶ μαραινόμενον, τί τὸ εἰς γῆν ἐκ τῶν ἀκρεμόνων ἀναλυόμενον, τίς ἡ σιωπῶσα τῶν ᾠδικῶν ὀρνίθων φωνή, τίς ἡ θάλασσα ἡ ἐπωρυομένη τοῖς κύμασι, τίς ἐπὶ τούτοις ὁ ὑετός, τίνες τοῦ ὑετοῦ αἱ σταγόνες, πῶς ἑαυτῷ πορεύεται ὁ ὑετός· διὰ τούτου γὰρ τὸ ἔμψυχόν τε καὶ προαιρετικὸν τοῦ τοιούτου χειμῶνος ὑποσημαίνει τὸ αἴνιγμα. τάχα γὰρ κἂν μὴ τὰ καθ' ἕκαστον διασαφήσῃ ὁ λόγος, πρόδηλός ἐστι τῷ ἀκούοντι ἡ ἑκάστῳ τούτων ἐμφαινο μένη διάνοια, πῶς τεθήλει τὸ κατ' ἀρχὰς ἡ ἀνθρωπίνη φύσις, ἕως ἐν τῷ παραδείσῳ ἦν τῷ τῆς πηγῆς ἐκείνης ὕδατι πιαινο 6.153 μένη καὶ θάλλουσα, ὅτε ἦν ἀντὶ φύλλων ὁ τῆς ἀθανασίας βλαστὸς ὡραΐζων τὴν φύσιν· ἀλλὰ τοῦ χειμῶνος τῆς παρακοῆς τὴν ῥίζαν ἀποξηράναντος ἀπετινάχθη τὸ ἄνθος καὶ εἰς γῆν ἀνελύθη, καὶ ἐγυμνώθη τοῦ κάλλους τῆς ἀθανασίας ὁ ἄνθρωπος καὶ ἡ τῶν ἀρετῶν πόα κατεξηράνθη τῆς πρὸς τὸν θεὸν ἀγάπης διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν καταψυγείσης, ὅθεν τὰ ποικίλα παθήματα τοῖς ἀντικειμένοις πνεύμασιν ἐν ἡμῖν ἐκορυφώθη, δι' ὧν τὰ πονηρὰ τῆς ψυχῆς ναυάγια γίνεται. ἀλλὰ ἐλθόντος τοῦ τὸ ἔαρ ἡμῖν τῶν ψυχῶν ἐμποιήσαντος, ὃς τοῦ πονηροῦ ἀνέμου τὴν θάλασσάν ποτε διεγείραντος καὶ τοῖς πνεύμασιν ἐπιτιμᾷ καὶ τῇ θαλάσσῃ λέγει Σιώπα πεφίμωσο, πάντα εἰς γαλήνην καὶ νηνεμίαν μετεσκευάσθη, καὶ πάλιν ἀναθάλλειν ἄρχεται καὶ τοῖς ἰδίοις ἄνθεσιν ἡ φύσις ἡμῶν