1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

43

ὡραΐζεσθαι. ἄνθη δὲ τῆς ζωῆς ἡμῶν αἱ ἀρεταὶ νῦν μὲν ἀνθοῦσαι, τὸν δὲ καρπὸν αὐτῶν τῷ ἰδίῳ καιρῷ παρεχόμεναι. διὰ τοῦτό φησιν ὁ λόγος Ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ, τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθακεν. ὁρᾷς, φησί, τὸν 6.154 λειμῶνα τὸν διὰ τῶν ἀρετῶν ἀνθοῦντα, ὁρᾷς τὴν σωφροσύνην, τουτέστι τὸ λαμπρόν τε καὶ εὐῶδες κρίνον, ὁρᾷς τὴν αἰδῶ, τὸ ῥόδον, ὁρᾷς τὸ ἴον, τοῦ Χριστοῦ τὴν εὐωδίαν. τί οὖν οὐ στεφανηπλοκεῖς διὰ τούτων; οὗτός ἐστιν ὁ καιρός, ἐν ᾧ χρὴ δρεψάμενον τῇ πλοκῇ τῶν τοιούτων στεφάνων ἐγκαλλωπίσα σθαι. ὁ καιρὸς τῆς τομῆς αὐτῶν ἔφθακεν. τοῦτό σοι διαμαρτύ ρεται ἡ φωνὴ τοῦ τρυγόνος, τουτέστιν ἡ φωνὴ τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἰωάννης γάρ ἐστιν ὁ τρυγὼν οὗτος, ὁ τοῦ φαιδροῦ τούτου ἔαρος πρόδρομος ὁ τὰ καλὰ τῆς ἀρετῆς ἄνθη τοῖς ἀνθρώποις δεικνύων καὶ τοῖς βουλομένοις ἀνθολογεῖν προτείνων, δι' ὧν ὑπεδείκνυε τὸ ἐκ τῆς ῥίζης τοῦ Ἰεσσαὶ ἄνθος, τὸν ἀμνὸν τοῦ θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ ὑπετίθετο τὴν ἐκ τῶν κακῶν μετάνοιαν καὶ τὴν κατ' ἀρετὴν πολιτείαν· Ἠκούσθη γάρ φησιν ἡ φωνὴ τοῦ τρυγόνος ἐν τῇ γῇ ἡμῶν. τάχα γῆν τοὺς κατεγνωσμένους ἐν κακίᾳ κατονομάζει, οὓς τελώνας τε καὶ πόρνας λέγει τὸ εὐαγγέλιον, ἐν οἷς ἠκούσθη τοῦ Ἰωάννου ὁ λόγος τῶν λοιπῶν οὐ παραδεξαμένων τὸ κήρυγμα. τὸ δὲ περὶ τῆς συκῆς εἰρημένον ὅτι Ἐξήνεγκε τοὺς ὀλύνθους αὐτῆς οὑτωσὶ τῷ λόγῳ κατανοήσωμεν· ἑλκτικὴ τῆς ἐν τῷ βάθει νοτίδος 6.155 διαφερόντως ὑπὸ θερμότητός ἐστιν ἡ συκῆ, πολλῆς δὲ κατὰ τὰς ἐντεριώνας τῆς ἰκμάδος συνισταμένης ἀναγκαίως ἡ φύσις διὰ τῆς τῶν ὑγρῶν πέψεως τῆς ἐν τῷ φυτῷ γινομένης τὸ ἀχρεῖόν τε καὶ γεῶδες τῆς ἰκμάδος ἐκ τῶν ἀκρεμόνων ἀποσκευάζεται, καὶ πολλάκις τοῦτο ποιεῖ, ἕως ἂν τὸ εἰλικρινές τε καὶ τρόφιμον ἐν τῷ καθήκοντι καιρῷ προβάλῃ κεκαθαρ μένον τῆς ἀχρήστου ποιότητος. τὸ τοίνυν πρὸ τοῦ γλυκέος τε καὶ τελείου καρποῦ ὑπὸ τῆς συκῆς ἐν καρπῶν εἴδει προβαλλόμενον ὄλυνθος λέγεται, ὅπερ καὶ αὐτὸ μὲν ἐδώδιμον ἔσθ' ὅτε τοῖς βουλομένοις ἐστίν. οὐ μὴν ἐκεῖνό ἐστιν ὁ καρπός, ἀλλὰ τοῦ καρποῦ προοίμιον γίνεται· ὁ ταῦτα τοίνυν θεασάμε νος καὶ τὸν καρπὸν ὅσον οὐδέπω πάντως ἐκδέχεται· σημεῖον γὰρ τῶν ἐδωδίμων σύκων οἱ ὄλυνθοι γίνονται, οὓς ἐξενηνοχέ ναι φησὶ τὴν συκῆν. ἐπειδὴ γὰρ τὸ πνευματικὸν ἔαρ ὑπογράφει τῇ νύμφῃ ὁ λόγος, ὁ δὲ καιρὸς οὗτος μεθόριός ἐστι τῶν δύο καιρῶν, τῆς τε χειμερινῆς κατηφείας καὶ τῆς ἐν τῷ θέρει τῶν καρπῶν μετουσίας, διὰ τοῦτο τὸ μὲν παρῳχηκέναι τὰ κακὰ διαρρήδην εὐαγγελίζεται, τοὺς δὲ καρποὺς τῆς ἀρετῆς οὔπω τελείως προδείκνυσιν. ἀλλὰ τούτους μὲν ἐν τῷ καθήκοντι καιρῷ ταμιεύσεται, ὅταν ἐνστῇ τὸ θέρος (οἶδας δὲ πάντως τὸ διὰ τοῦ θέρους δηλούμενον ἐκ τῆς τοῦ κυρίου φωνῆς, ἣ τοῦτό φησιν ὅτι Ὁ θερισμὸς συντέλεια τοῦ αἰῶνός 6.156 ἐστιν), νῦν δὲ τὰς ἐλπίδας δείκνυσι διὰ τῶν ἀρετῶν ἀνθούσας, ὧν ὁ καρπός, καθώς φησιν ὁ προφήτης, ἐν τῷ καιρῷ τῷ ἰδίῳ προφαίνεται. τῆς τοίνυν ἀνθρωπίνης φύσεως κατὰ τὴν μνημονευθεῖσαν ἐνταῦθα συκῆν πολλὴν διὰ τοῦ νοηθέντος ἡμῖν χειμῶνος τὴν κακὴν ἰκμάδα συλλεξαμένης καλῶς ὁ τὸ ψυχικὸν ἔαρ ἡμῖν ἐργαζόμενος καὶ τῇ καθηκούσῃ γεωπονίᾳ φυτηκομῶν τὸ ἀνθρώπινον πρῶτον μὲν ἐκβάλλει τῆς φύσεως πᾶν ὅσον γεῶδες καὶ ἄχρηστον ἀντὶ ἀκρεμόνων δι' ἐξομο λογήσεως ἀποσκευάζων τὰ περιττώματα, εἶθ' οὕτως χαρα κτῆρά τινα τῆς ἐλπιζομένης μακαριότητος διὰ τῆς ἀστειοτέρας ζωῆς ἐπιβάλλων τῷ βίῳ οἷόν τισιν ὀλύνθοις τὴν μέλλουσαν γλυκύτητα τῶν σύκων εὐαγγελίζεται. καὶ τοῦτό ἐστι τὸ λεγόμενον ὅτι Ἡ συκῆ ἐξήνεγκε τοὺς ὀλύνθους αὐτῆς. Οὕτω μοι νόησον καὶ τὴν κυπρίζουσαν ἄμπελον, ἧς ὁ μὲν οἶνος ὁ τὴν καρδίαν εὐφραίνων πληρώσει ποτὲ τὸν τῆς σοφίας κρατῆρα καὶ προκείσεται τοῖς συμπόταις ἐκ τοῦ ὑψηλοῦ κηρύγματος κατ' ἐξουσίαν ἀρύεσθαι εἰς ἀγαθήν τε καὶ νηφάλιον μέθην. ἐκείνην λέγω τὴν μέθην, δι' ἧς τοῖς ἀνθρώποις ἐκ τῶν ὑλικῶν πρὸς τὸ θειότερον ἡ ἔκστασις γίνεται. νῦν μέντοι κυπρίζει διὰ τοῦ ἄνθους ἡ ἄμπελος καί 6.157 τις ἐκδίδοται παρ' αὐτῆς ἀτμὸς εὐωδιάζων, ἡδὺς καὶ προση νής, πρὸς τὸ