49
πρῶτον μὲν αὐτῆς ἐπιμνησθῆναι τῆς λέξεως τῶν θεο πνεύστων λογίων, εἶθ' οὕτως ἐφαρμόσαι τοῖς προθεωρηθεῖσι τὴν τοῖς ῥητοῖς ἐγκειμένην διάνοιαν. Ἐπὶ κοίτην μου ἐν νυξὶν ἐζήτησα, φησίν, ὃν ἠγάπησεν ἡ ψυχή μου, ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν, ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου. ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τῇ πόλει, ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου. ἐζήτησα αὐτὸν καὶ οὐχ εὗρον αὐτόν. εὕροσάν με οἱ τηροῦντες, οἱ κυκλοῦντες ἐν τῇ πόλει. μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου εἴδετε; ὡς μικρὸν ὅτε παρῆλθον ἀπ' αὐτῶν, ἕως οὗ εὗρον ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφῆκα αὐτόν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με. Πῶς τοίνυν ἐν τοῖς εἰρημένοις εὑρίσκομεν τὰ δογματικῶς ἡμῖν προθεωρηθέντα νοήματα; γέγονεν ἐν ταῖς προλαβούσαις ἀνόδοις πρὸς λόγον τῆς ἑκάστοτε γινομένης αὐξήσεως ἀεὶ πρὸς τὸ κρεῖττον ἀλλοιουμένη καὶ οὐδέποτε ἐπὶ τοῦ καταλη φθέντος ἀγαθοῦ ἱσταμένη, νῦν μὲν ἵππῳ παραβαλλομένη τῇ καταστρεψαμένῃ τὸν Αἰγύπτιον τύραννον, πάλιν δὲ ὁρμίσκοις τε καὶ τρυγόσιν εἰκαζομένη κατὰ τὸν περιαυχένιον κόσμον. 6.176 εἶτα ὡς οὐκ ἀρκεσθεῖσα τούτοις ἔτι πρὸς τὸ ἀνώτερον πρόεισι· διὰ γὰρ τῆς ἰδίας νάρδου τὴν θείαν ἐπιγινώσκει εὐωδίαν καὶ οὐδὲ ἐν τούτῳ μένει, ἀλλὰ πάλιν αὐτὸν τὸν ποθούμενον οἷόν τι ἄρωμα εὔπνουν ἑαυτῇ περιάπτει μεταξὺ τῶν λογικῶν μαζῶν, ὅθεν βρύει τὰ θεῖα διδάγματα, τῷ χωρήματι τῆς καρδίας ἐνδησαμένη, μετὰ τοῦτο καρπὸν ἑαυτῆς ποιεῖται τὸν γεωργὸν βότρυν αὐτὸν ὀνομάζουσα ἡδύ τι καὶ προσηνὲς διὰ τοῦ ἄνθους εὐωδιάζοντα, καὶ οὕτως αὐξηθεῖσα διὰ τῶν τοιούτων ὁδῶν καλὴ λέγεται καὶ πλησίον γίνεται καὶ περιστε ραῖς τὸ ἐν τοῖς ὄμμασιν αὐτῆς παρεικάζεται κάλλος. εἶτα πάλιν πρὸς τὸ μεῖζον χωρεῖ· διορατικωτέρα γὰρ γινομένη κἀκείνη τοῦ λόγου καταμανθάνει τὴν ὥραν καὶ θαυμάζει, πῶς σύσκιος ἐπὶ τὴν κλίνην τῆς κάτω ζωῆς καταβαίνει τῇ ὑλικῇ τοῦ ἀνθρωπίνου σώματος φύσει συσκιαζόμενος. πρὸς τούτοις τὸν τῆς ἀρετῆς οἶκον διαγράφει τῷ λόγῳ, οὗ γίνεται ἡ ἐρέψιμος ὕλη κέδρος τε καὶ κυπάρισσος σηπεδόνος 6.177 τε καὶ διαφθορᾶς ἀνεπίδεκτος, δι' ὧν τὸ μόνιμόν τε καὶ ἀμετάβλητον τῆς πρὸς τὸ ἀγαθὸν σχέσεως διερμηνεύει τῷ λόγῳ. ἐπὶ τούτοις διὰ συγκρίσεως ἡ πρὸς τὸ κρεῖττον αὐτῆς παραλλαγὴ διαδείκνυται καὶ κρίνον ἐν ἀκάνθαις δοκεῖ. καὶ πάλιν παρ' ἐκείνης καθορᾶται τοῦ νυμφίου τὸ πρὸς τοὺς ἄλλους διάφορον· μῆλον γὰρ ὀνομάζεται μεταξὺ δρυμῶνος ἀκάρπου τῇ εὐχροίᾳ τῆς ὀπώρας ὡραϊζόμενον, οὗ τὴν σκιὰν ὑπελθοῦσα ἐν τῷ οἴκῳ τοῦ οἴνου γίνεται. καὶ μύροις στηρίζεται καὶ τοῖς καρποῖς τοῦ μήλου στοιβάζεται καὶ τὸ ἐκλεκτὸν βέλος ἐν τῇ καρδίᾳ δεξαμένη διὰ τῆς γλυκείας πληγῆς πάλιν καὶ αὐτὴ γίνεται βέλος ἐν ταῖς χερσὶ τοῦ τοξότου τῆς μὲν εὐωνύμου τὴν κεφαλὴν πρὸς τὸν ἄνω σκοπὸν εὐθυνούσης, τῆς δεξιᾶς δὲ πρὸς ἑαυτὴν διαλαμβανούσης τὸ βέλος. μετὰ ταῦτα ὡς ἤδη πρὸς τὸ τέλειον φθάσασα καὶ ταῖς λοιπαῖς τὴν ἐπὶ τὰ αὐτὰ προθυμίαν ὑφηγεῖται τῷ λόγῳ δι' ὁρκισμοῦ τινος τὴν περὶ τὴν ἀγάπην αὐτῶν σπουδὴν ἐπεγείρουσα. τίς οὖν οὐκ ἂν εἴποι τὴν ἐπὶ τοσοῦτον ὑψωθεῖσαν ψυχὴν ἐν τῷ ἀκροτάτῳ γεγενῆσθαι ὅρῳ τῆς τελειότητος; ἀλλ' ὅμως τὸ πέρας τῶν προδιηνυσμένων ἀρχὴ γίνεται τῆς ἐπὶ 6.178 τὰ ὑπερκείμενα χειραγωγίας· πάντα γὰρ ἐκεῖνα φωνῆς ἦχος ἐνομίσθη πρὸς τὴν τῶν μυστικῶν θεωρίαν τὴν ψυχὴν διὰ τῆς ἀκοῆς ἐπιστρεφούσης. καὶ βλέπειν ἄρχεται τὸν ποθούμενον ἄλλῳ εἴδει τοῖς ὀφθαλμοῖς ἐμφαινόμενον· δορκάδι γὰρ ὁμοιοῦται καὶ νεβρῷ παρεικάζεται, καὶ οὐχ ἕστηκεν οὔτε ἐπὶ τῆς μιᾶς ὄψεως οὔτε ἐπὶ τοῦ τόπου τοῦ αὐτοῦ τὸ φαινόμενον, ἀλλ' ἐπιπηδᾷ τοῖς ὄρεσιν ἀπὸ τῶν ἀκρωρειῶν ἐπὶ τὰς τῶν βουνῶν ἐξοχὰς μεθαλλόμενος. καὶ πάλιν ἐν μείζονι καταστάσει ἡ νύμφη γίνεται φωνῆς δευτέρας πρὸς αὐτὴν ἐλθούσης, δι' ἧς παρορμᾶται καταλιπεῖν τὴν ἐκ τοῦ τοίχου σκιὰν καὶ ἐν ὑπαίθρῳ γενέσθαι καὶ τῇ σκέπῃ τῆς πέτρας ἐναναπαύσασθαι τῆς ἐχομένης τοῦ προτειχίσματος καὶ τῆς ἐαρινῆς ὥρας κατατρυφῆσαι δρεπομένην τοῦ καιροῦ τὰ ἄνθη ἀκμαῖα ὄντα