1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

52

λεπτομερῆ τῶν ἀρωμάτων διάχυσιν, δι' ἧς ὄρθιος ὁ κονιορτὸς ἦν καὶ μετέωρος. ἔχει δὲ οὕτως ἡ λέξις· Τίς αὕτη ἡ ἀναβαίνουσα ἐκ τῆς ἐρήμου ὡς στελέχη καπνοῦ τε θυμιαμένη σμύρνα καὶ λίβανος ἀπὸ πάντων κονιορτῶν μυρεψοῦ; εἴ τις ἀκριβῶς ἐπιστήσειε τοῖς εἰρημένοις τὸν νοῦν, εὑρήσει τοῦ προκατανοηθέντος ἡμῖν δόγματος τὴν ἀλήθειαν· ὥσπερ γὰρ ἐν ταῖς πομπαῖς τῶν θεάτρων, κἂν οἱ αὐτοὶ ὦσιν οἱ τὴν προτεθεῖσαν αὐτοῖς ἱστορίαν ὑποκρινό 6.186 μενοι, ὅμως ἕτεροι ἐξ ἑτέρων νομίζονται φαίνεσθαι οἱ τῇ διαφορᾷ τῶν προσωπείων τὸ εἶδος τὸ περὶ αὐτοὺς ἐναμείβον τες καὶ ὁ νῦν δοῦλος ἢ ἰδιώτης φαινόμενος μετ' ὀλίγον ἀριστεύς τε καὶ στρατιώτης ὁρᾶται καὶ πάλιν καταλιπὼν τὸ ὑποχείριον σχῆμα στρατηγικὸν εἶδος ἀναλαμβάνει ἢ καὶ βασιλέως μορφὴν ὑποδύεται, οὕτω καὶ ἐν ταῖς κατὰ τὴν ἀρετὴν προκοπαῖς οὐ πάντοτε τῷ αὐτῷ παραμένουσι χαρακτῆρι οἱ ἀπὸ δόξης εἰς δόξαν διὰ τῆς τῶν ὑψηλοτέρων ἐπιθυμίας μεταμορφούμενοι, ἀλλὰ πρὸς λόγον τῆς ἀεὶ κατορθωθείσης ἑκάστῳ διὰ τῶν ἀγαθῶν τελειότητος ἴδιός τις τῷ βίῳ χαρακτὴρ ἐπιλάμπει ἄλλος ἐξ ἄλλου γινόμενός τε καὶ φαινόμενος διὰ τῆς τῶν ἀγαθῶν ἐπαυξήσεως. διό μοι δοκοῦσι ξενίζεσθαι πρὸς τὸ φαινόμενον οἱ φίλοι τοῦ νυμφίου οἱ πρότερον μὲν αὐτὴν ἐγνωκότες καλὴν ἀλλ' ὡς ἐν γυναιξὶ καλήν, μετὰ ταῦτα δὲ δι' ὁμοιότητος χρυσίου μετὰ στιγμάτων ἀργυρίου τὸ κάλλος αὐτῆς ὡραΐζοντες. νυνὶ δὲ μηδὲν τῶν προλαβόντων σημείων περὶ αὐτὴν καθορῶντες ἀλλ' ἀπὸ τῶν ὑψηλοτέρων χαρακτηρίζοντες θαυμάζουσιν οὐ μόνον τὴν ἄνοδον ἀλλὰ καὶ ὅθεν ἀνέδραμεν· τοῦτο γάρ ἐστιν ὃ τὴν ἐπίτασιν ποιεῖ τῆς ἐκπλήξεως· μία ὁρᾶται ἡ ἀναβαίνουσα, καὶ ἄλσει δένδρων τὸ φαινόμενον παραβάλλεται· στελέχη γὰρ 6.187 ὁρᾶσθαι νομίζεται εἰς ὕψος ἀνατρέχοντα καὶ αὐξανόμενα, τὸ δὲ ὑποτρέφον τὰ στελέχη ταῦτα οὐ πίων τίς ἐστι γῆ καὶ κατάρρυ τος, ἀλλ' αὐχμηρὰ καὶ διψώδης καὶ ἔρημος. τίνι τοίνυν ἐνριζοῦται τὰ στελέχη ταῦτα καὶ πόθεν αὔξεται; ῥίζα μὲν αὐτοῖς ἡ τῶν ἀρωμάτων κόνις ἐστίν, ἀρδεία δὲ ὁ ἐκ τῶν θυμιαμάτων ἀτμὸς ἐπιδροσίζων διὰ τῆς εὐωδίας τοῦτο τὸ ἄλσος. ὅσον ἔπαινον περιέχει τῆς ἐπὶ τοῖς τοιούτοις μαρτυρη θείσης ὁ λόγος. τό τε γὰρ ἀλλήλους διερωτᾶν περὶ τῆς ὀφθείσης ὡς ἐν ἄλλῳ δεικνυμένης τῷ εἴδει καὶ οὐ κατὰ τὴν προτέραν μορφὴν ἐγκώμιόν ἐστι τῆς κατ' ἀρετὴν προκοπῆς τελεώτατον πολλὴν αὐτῇ μαρτυροῦν τὴν πρὸς τὸ κρεῖττον παραλλαγὴν καὶ μετάστασιν· ξενιζομένων γάρ ἐστιν ἡ φωνὴ παρὰ τὸ σύνηθες εἶδος ἐν θαύματι ποιουμένων τὴν ἐπανθοῦσαν μορφὴν ὅτι· αὕτη ἡ ἀναβαίνουσα ἐκ τῆς ἐρήμου μέλαινα τὸ πρότερον ἡμῖν ἑωρᾶτο. πῶς τὴν σκοτεινὴν μορφὴν ἀπεκλύσατο; πῶς αὐτῇ χιονῶδες ἐπαστράπτει τὸ κάλλος; ἡ ἔρημός ἐστιν ὡς ἔοικεν αἰτία τούτων, ἡ καθάπερ τι ἔρνος ἀναδραμεῖν αὐτὴν εἰς ὕψος ποιήσασα καὶ πρὸς τὸ τοιοῦτον 6.188 μεταβάλλουσα κάλλος· οὐ γὰρ ἐξ αὐτομάτου τινὸς συντυχίας οὐδὲ κατ' ἄκριτόν τινα ἀποκλήρωσιν γέγονεν αὐτῇ ἡ πρὸς τὸ ὕψος ἀναδρομή, ἀλλ' ἐξ οἰκείων πόνων δι' ἐγκρατείας τε καὶ ἐπιμελείας τὸ κάλλος ἐκτήσατο. οὕτω ποτὲ καὶ ἡ τοῦ προφήτου ψυχὴ διψώδης ἐγένετο τῆς θείας πηγῆς, ἐπειδὴ αὐτῷ ἡ σὰρξ ἔρημός τε καὶ ἄβατος καὶ ἄνυδρος γενομένη τὸ θεῖον δίψος ἐν ἑαυτῇ παρεδέξατο. τὸ τοίνυν ἐκ τῆς ἐρήμου ἀναβαίνειν αὐτὴν μαρτυρίαν περιέχει τοῦ διὰ προσοχῆς τε καὶ ἐγκρατείας εἰς τοσοῦτον ὕψος ἀναδραμεῖν, ὡς καὶ τοῖς φίλοις τοῦ νυμφίου θαῦμα γενέσθαι, οἳ διὰ πολλῶν ὑποδειγμάτων τὸ κάλλος αὐτῆς ἑρμηνεύουσιν, ἐπειδὴ δι' ἑνὸς ἅπαν περιληφθῆναι οὐχ οἷόν τε ἦν· πρῶτον μὲν γὰρ στελέχει τὴν ὥραν εἰκάζουσι καὶ οὐδὲ τοῦτο ἑνί, ἀλλ' εἰς πλῆθος δένδρων ἄγεται τῶν ἐν αὐτῇ θαυμάτων ἡ εἰκασία, ὡς ἂν τὸ πολυειδὲς καὶ ποικίλον τῶν ἀρετῶν τῇ ὑπογραφῇ τοῦ ἄλσους διαδεικνύοιτο· εἶτα καπνὸς ἐκ θυμιαμάτων εἰς τὴν εἰκόνα τοῦ κάλλους παραλαμβάνεται καὶ οὐδὲ οὗτος ἁπλοῦς ἀλλὰ σμύρνης καὶ λιβάνου συγκεκραμένων, ὡς μίαν ἐξ ἀμφοῖν γενέσθαι τῶν ἀτμῶν τὴν χάριν, δι' ὧν τὸ τῆς νύμφης 6.189 ὑπογράφεται κάλλος· ἄλλος ἔπαινος αὐτῆς ἡ τῶν ἀρωμάτων τούτων γίνεται μίξις· ἡ σμύρνα πρὸς τὸν ἐνταφιασμὸν τῶν