1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

53

σωμάτων ἐπιτηδείως ἔχει, ὁ δὲ λίβανος κατά τινα λόγον ἀφιέρωται τῇ τοῦ θείου τιμῇ. ὁ τοίνυν ἑαυτὸν μέλλων ἀνατιθέναι τῇ τοῦ θεοῦ θεραπείᾳ οὐκ ἄλλως ἔσται λίβανος τῷ θεῷ θυμιώμενος, εἰ μὴ πρότερον σμύρνα γένοιτο, τουτέστιν εἰ μὴ τὰ ἐπὶ τῆς γῆς ἑαυτοῦ μέλη νεκρώσειε συνταφεὶς τῷ ὑπὲρ ἡμῶν ἀναδεξαμένῳ τὸν θάνατον καὶ τὴν σμύρναν ἐκείνην τὴν εἰς τὸν ἐνταφιασμὸν τοῦ κυρίου παραληφθεῖσαν τῇ σαρκὶ τῇ ἰδίᾳ διὰ τοῦ νεκρῶσαι τὰ μέλη καταδεξάμενος. ὧν γενομένων πᾶν εἶδος τῶν κατ' ἀρετὴν ἀρωμάτων ἐν τῷ κύκλῳ τοῦ βίου καθάπερ ἐν θυΐᾳ τινὶ λεπτοποιηθέντων τὸν ἡδὺν ἐκεῖνον κονιορτὸν ἀπεργάζεται, ὃν ὁ ἀναλαβὼν ἐν τῷ ἄσθματι εὔπνους γίνεται τοῦ μεμυρισμένου πνεύματος πλήρης γενόμενος. Μετὰ δὲ τὴν ἐπὶ τῷ κάλλει μαρτυρίαν οἱ φίλοι τοῦ νυμφίου καὶ παρασκευασταὶ τοῦ ἁγνοῦ θαλάμου καὶ τῆς καθαρᾶς 6.190 νύμφης προμνήστορες ὑποδεικνύουσιν αὐτῇ τῆς βασιλικῆς κλίνης τὸ κάλλος, ὡς ἂν μᾶλλον εἰς ἐπιθυμίαν τὴν νύμφην ἀγάγοιεν τῆς θείας τε καὶ ἀχράντου μετ' αὐτοῦ συμβιώσεως. ἡ δὲ ὑπογραφὴ τῆς τοῦ βασιλέως κλίνης αὕτη ἐστίν, ἣν τῷ δεικτικῷ λόγῳ ὑπ' ὄψιν ἄγουσιν αὐτῇ δι' ὧν διεξέρχονται· λέγουσι γάρ· Ἰδοὺ ἡ κλίνη τοῦ Σαλωμών, ἑξήκοντα δυνατοὶ κύκλῳ αὐτῆς ἀπὸ δυνατῶν Ἰσραήλ, πάντες κατέχοντες ῥομφαίαν, δεδιδαγμένοι πόλεμον· ἀνὴρ ῥομφαία αὐτοῦ ἐπὶ τὸν μηρὸν αὐτοῦ ἀπὸ θάμβους ἐν νυξίν. ὅτι μὲν οὖν οὐκ ἐκ τῆς ἱστορίας ὁ περὶ τῆς κλίνης λόγος ἐστί, παντὶ δῆλον ἂν γένοιτο διὰ τῶν σωματικῶς περὶ τοῦ Σολομῶνος ἱστορηθέντων, οὗ καὶ τὰ βασίλεια καὶ τὴν τράπεζαν καὶ τὴν λοιπὴν ἐν τῇ βασιλείᾳ διαγωγὴν μετὰ πάσης ἀκριβείας ὁ λόγος ὑπέγραψεν. καινὸν δέ τι καὶ παρηλλαγμένον εἶπε περὶ τῆς κλίνης οὐδέν, ὡς πᾶσαν ἀνάγκην εἶναι μὴ παραμεῖναι τῷ γράμματι τὴν ἐξήγησιν, ἀλλὰ διά τινος ἐπιμελεστέρας κατανοήσεως μεταλαβεῖν τὸν λόγον εἰς πνευματικὴν θεωρίαν τῆς ὑλικῆς ἐμφάσεως τὸν νοῦν ἀποστήσαντας. τίς γὰρ ἂν ἐξ ὁπλιτῶν ἑξήκοντα καλλωπισμὸς γένοιτο κλίνης νυμφικῆς, οἷς μάθημα μὲν τὰ φοβερὰ τοῦ πολέμου, κόσμος δὲ ἡ ῥομφαία 6.191 προβεβλημένη τοῦ σώματος, θάμβος δὲ περὶ αὐτοὺς νυκτερι νόν; (τὴν γὰρ φοβερὰν ἔκπληξιν τὴν ἐκ δειμάτων τινῶν νυκτερινῶν γινομένην διὰ τῆς τοῦ θάμβους λέξεως ὁ λόγος ἐνδείκνυται, ἣν τοῖς ὁπλίταις τούτοις προσεῖναι λέγει.) οὐκοῦν παντὶ τρόπῳ ζητητέον ἂν εἴη διάνοιάν τινα διὰ τῶν ῥητῶν τούτων τοῖς προτεθεωρημένοις ἀκόλουθον. τίς οὖν ἐστιν ἡ διάνοια; ἔοικε τὸ θεῖον κάλλος ἐν τῷ φοβερῷ τὸ ἐράσμιον ἔχειν ἀπὸ τῶν ἐναντίων τῷ σωματικῷ κάλλει δεικνύμενον· ἐνταῦθα μὲν γὰρ ἑλκτικὸν εἰς ἐπιθυμίαν ἐστὶ τὸ προσηνὲς τῇ ὄψει καὶ μειλίχιον καὶ πάσης φοβερᾶς τε καὶ θυμώδους διαθέσεως κεχωρισμένον, τὸ δὲ ἀκήρατον κάλλος ἐκεῖνο ἡ φοβερά τε καὶ κατάπληκτος ἀνδρεία ἐστίν. ἐπειδὴ γὰρ ἡ ἐμπαθὴς καὶ ῥυπῶσα τῶν σωμάτων ἐπιθυμία τοῖς τῆς σαρκὸς μέλεσιν ἐγκαθημένη καθάπερ τι σύνταγμα λῃστρικὸν ἐνεδρεύει τὸν νοῦν καὶ αἰχμάλωτον ἄγει πολλάκις πρὸς τὸ ἑαυτῆς βούλημα συναρπάσασα, ἐχθρὸν δὲ τῷ θεῷ τὸ γινόμενον, καθώς φησιν ὁ ἀπόστολος ὅτι Τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν, διὰ τοῦτο ἀκόλουθόν ἐστιν ἐκ τῶν 6.192 ἐναντίων τῇ σωματικῇ ἐπιθυμίᾳ τὸν θεῖον ἔρωτα γίνεσθαι, ὥστε εἰ ταύτης καθηγεῖται ἔκλυσις καὶ ἄνεσις καὶ βλακώδης διάχυσις, ἐκεῖ τὴν ἐπίφοβόν τε καὶ κατάπληκτον ἀνδρείαν ὕλην τοῦ θείου ἔρωτος γίνεσθαι· τοῦ γὰρ ἀνδρώδους θυμοῦ τὸν τῆς ἡδονῆς λόχον καταπτοήσαντός τε καὶ φυγαδεύσαντος οὕτω τὸ καθαρὸν τῆς ψυχῆς ἀναφαίνεται κάλλος μηδενὶ πάθει σωματικῆς ἐπιθυμίας καταρρυπούμενον. οὐκοῦν ἀναγκαίως ἡ νυμφικὴ τοῦ βασιλέως κλίνη τοῖς ὁπλίταις ἐν κύκλῳ διαλαμ βάνεται, ὧν ἡ τοῦ πολεμεῖν ἐμπειρία καὶ τὸ πρόχειρον ἔχειν ἐπὶ τοῦ μηροῦ τὴν ῥομφαίαν θάμβος καὶ ἔκπληξιν ἐμποιεῖ τοῖς σκοτεινοῖς λογισμοῖς τοῖς ἐν νυξί τε καὶ σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ λοχῶσί τε καὶ τοξεύουσιν. ὅτι γὰρ ἀναιρετικὴ τῶν ῥυπαρῶν ἡδονῶν ἐστιν ἡ τῶν περιεστοιχισμένων τὴν κλίνην ἐξόπλισις, δῆλον ἂν γένοιτο διὰ τῆς ὑπογραφῆς τοῦ λόγου ὅς φησιν ὅτι Πάντες δεδιδαγμέ νοι πόλεμον,