54
ἀνὴρ ῥομφαία αὐτοῦ ἐπὶ τὸν μηρὸν αὐτοῦ· ἀληθῶς γὰρ εἰδότων ἐστίν, ὅπως ἀντιστρατεύεσθαι χρὴ τῇ σαρκί τε καὶ τῷ αἵματι, τὸ τὴν ῥομφαίαν τῷ μηρῷ ἔχειν ἐφηρμοσμένην. νοεῖ δὲ πάντως ὁ τῶν γραφικῶν αἰνιγμάτων 6.193 οὐκ ἄπειρος ἔκ τε τῆς τοῦ μηροῦ μνήμης τὸ σημαινόμενον καὶ ὅτι ῥομφαία ὁ λόγος ἐστίν. ὁ τοίνυν τὸ φοβερὸν ὅπλον, λέγω δὲ τὴν τῆς σωφροσύνης ῥομφαίαν, διεζωσμένος οὗτός ἐστι τῇ ἀφθάρτῳ κλίνῃ ἐράσμιος, εἷς τῶν δυνατῶν Ἰσραὴλ καὶ τοῦ καταλόγου τῶν ἑξήκοντα ἄξιος. τὸν δὲ ἀριθμὸν τοῦτον ἔχειν μέν τινα μυστικὸν λόγον οὐκ ἀμφιβάλλομεν, ἀλλὰ μόνοις ἐκείνοις δῆλον, οἷς ἀποκαλύπτει τὰ κεκρυμμένα μυστήρια ἡ τοῦ πνεύματος χάρις, ἡμεῖς δὲ καλῶς ἔχειν φαμὲν τῶν προχείρων τοῦ λόγου νοημάτων ἐμφορηθέντας, καθὼς ἐπὶ τοῦ πάσχα νομοθετεῖ Μωϋσῆς τῶν προφαινομένων σαρκῶν ἐμφαγόντας ἀπολυπραγμόνητον ἐᾶσαι τὸ τοῖς ὀστέοις τῆς ἀσαφείας ἐγκεκρυμμένον. εἰ δέ τίς ἐστιν ἐπιθυμη τὴς τῶν κρυφίων μυελῶν τοῦ λόγου, ζητείτω παρὰ τοῦ τὰ κεκρυμμένα τοῖς ἀξίοις ἀποκαλύπτοντος. ὡς δ' ἂν μὴ δοκοίημεν ἀγύμναστον παρατρέχειν τὸν λόγον μηδὲ καταρραθυμεῖν τοῦ θείου προστάγματος τοῦ ἐρευνᾶν τὰς θείας διακελευο μένου γραφάς, οὑτωσὶ τὸν περὶ τῶν ἑξήκοντα λόγον διασκο πήσωμεν· δώδεκα ῥάβδοι κατ' ἀριθμὸν τῶν φυλῶν τοῦ Ἰσραὴλ 6.194 κατὰ πρόσταγμα θεῖον παρὰ τοῦ Μωϋσέως λαμβάνονται, ἀλλὰ μία τῶν πασῶν προετιμήθη μόνη παρὰ τὰς ἄλλας βλαστήσασα. πάλιν παρὰ τοῦ τοῦ Ναυὴ Ἰησοῦ ἰσάριθμοι ταῖς φυλαῖς τοῦ Ἰσραὴλ λίθοι ἐκ τοῦ Ἰορδάνου λαμβάνονται, ὧν οὐδὲ εἷς ἀπόβλητος γίνεται πάντων ὁμοτίμως εἰς μαρτυ ρίαν τοῦ κατὰ τὸν Ἰορδάνην μυστηρίου παραληφθέντων. καὶ πολὺ τὸ ἀκόλουθον ἐν τοῖς ἱστορουμένοις ἐστίν· προκοπὴν γάρ τινα τοῦ λαοῦ πρὸς τὸ τελειότερον ὁ λόγος ἐνδείκνυται, ὡς ἐν ἀρχαῖς μὲν τῆς νομοθεσίας μίαν εὑρεθῆναι ῥάβδον ζῶσάν τε καὶ βλαστάνουσαν, τὰς δὲ λοιπὰς ὡς ξηράς τε οὔσας καὶ ἀκάρπους ἀποβληθῆναι. πλείονος δὲ διαγεγονότος χρόνου καὶ τῶν νομικῶν αὐτοῖς παραγγελμάτων ἐν ἀκριβεστέρᾳ κατανοήσει γεγενημένων, ὡς καὶ τὴν ἐκ δευτέρου περιτομὴν τὴν παρὰ τοῦ Ἰησοῦ αὐτοῖς ἐπαγομένην καὶ νοῆσαι καὶ δέξασθαι τῆς πετρίνης μαχαίρας περιελούσης αὐτῶν πᾶν τὸ ἀκάθαρτον (νοεῖ δὲ πάντως ὁ συνετὸς ἀκροατὴς τῆς τε πέτρας καὶ τῆς μαχαίρας τὸ σημαινόμενον), εἰκὸς ἦν βεβαιω θείσης ἐν αὐτοῖς τῆς νομίμου τε καὶ ἐναρέτου ζωῆς μηδένα τῶν λίθων τῶν ἐπ' ὀνόματι τῶν Ἰσραηλιτικῶν φυλῶν παραληφθέντων εὑρεθῆναι ἀπόβλητον. ἐπεὶ δὲ χρὴ πάντοτε τῶν ἀγαθῶν τὰς ἐπαυξήσεις ἐπιζητεῖν, ὅτε προῆλθεν ὁ 6.195 χρόνος, καὶ ἡ δύναμις τοῦ Ἰσραὴλ μείζων ἐγένετο· οὕτω γάρ φησιν ἐν τοῖς προκειμένοις ἡμῖν ῥητοῖς ὁ λόγος ὅτι ἀπὸ δυνατῶν Ἰσραὴλ τότε οὐκέτι εἷς ἀπὸ φυλῆς λίθος ἢ μία ῥάβδος λαμβάνεται, ἀλλὰ πέντε ἀντὶ ῥάβδων ἢ λίθων ἀφ' ἑκάστης φυλῆς ἄνδρες πολεμισταί, δεδιδαγμένοι πόλεμον, αἴροντες ῥομφαίαν, ἀπὸ δυνατῶν Ἰσραὴλ τὴν θείαν κλίνην περιστοιχί ζονται, ὧν διὰ τοῦτο οὐδεὶς ἀπόβλητος γίνεται, διότι πάσης φυλῆς ἀπαρχὴ οἱ πέντε γίνονται, ὧν ὁ ἀριθμὸς δωδεκάκις κεφαλαιούμενος τὸ πλήρωμα ποιεῖ τῶν ἑξήκοντα. χρὴ τοίνυν πέντε ἀφ' ἑκάστης φυλῆς φοβεροὺς ὁπλομάχους φύλακας τῆς τοῦ βασιλέως κλίνης γενέσθαι, ὡς, εἴ γε λείποι τῷ ἀριθμῷ τῶν πέντε, ἀπαράδεκτον εἶναι καὶ τὸ λειπόμενον. Ἆρ' ἐστι λοιπὸν κατατολμῆσαι τοῦ ἐνθυμήματος, πῶς ἀφ' ἑκάστης φυλῆς οἱ πέντε ὁπλίζονται, ἵνα τῆς βασιλικῆς κλίνης φύλακες γένωνται, πῶς ἕκαστος τῶν πέντε τούτων φοβερὸς τοῖς ἀντιτεταγμένοις διὰ τῆς ὁπλίσεως γίνεται τὴν ῥομφαίαν τοῦ μηροῦ προβαλλόμενος; ἢ δῆλόν ἐστιν ὅτι ὁ εἷς ἄνθρωπος οἱ πέντε οὗτοι ὁπλῖταί εἰσιν ἑκάστης αἰσθήσεως 6.196 τὴν πρόσφορον ἑαυτῇ ῥομφαίαν εἰς κατάπληξιν τῶν ἐναντίων προβαλλομένης; ὀφθαλμοῦ ῥομφαία τὸ διὰ παντὸς ὁρᾶν πρὸς τὸν κύριον καὶ ὀρθὰ βλέπειν καὶ μηδενὶ τῶν ῥυπαρῶν θεαμάτων καταμολύνεσθαι, ἀκοῆς ὅπλον ὡσαύτως ἡ τῶν θείων διδαγμάτων ἀκρόασις καὶ τὸ μηδέποτε μάταιον λόγον ἐν ἑαυτῇ παραδέξασθαι. οὕτως ἔστιν ὁπλίσαι καὶ τὴν