57
ἀκρότατος τῆς δικαίας κρίσεως ὅρος τὸ μὴ ἀφ' ἑαυτοῦ τι κατά τινα προσπάθειαν ἢ ἀποκλήρω σιν τοῖς κρινομένοις νέμειν, ἀλλὰ πρῶτον ἀκούειν τῶν ὑποδίκων τῇ κρίσει, εἶθ' οὕτω τὴν ἐπ' αὐτοῖς ψῆφον ἐκτίθε σθαι. οὗ χάριν ἡ τοῦ θεοῦ δύναμίς τινα ὁμολογεῖ καὶ μὴ δύνασθαι· τὸ γὰρ ἔξω τοῦ δικαίου παρατρέψαι τὴν κρίσιν ἀδυνατεῖ ἡ ἀλήθεια. τὸ δὲ ἐκ τοῦ σπέρματος ∆αβὶδ εἶναι τὸ κατὰ σάρκα τὸν κύριον παρὰ τοῦ γεγονότος ἐκ τοῦ ∆αβὶδ προμηνύεσθαι ὡς ὁμολογούμενον τῷ λόγῳ παρήσομεν. τὸ δὲ κατὰ τὴν Αἰθιοπίδα μυστήριον, πῶς καταλιποῦσα τῶν 6.205 Αἰθιόπων τὴν βασιλείαν καὶ τοσοῦτον διαβᾶσα τὸν ἐν τῷ μέσῳ τόπον πρὸς τὸν Σολομῶνα διὰ τὸ κλέος τῆς σοφίας ἐπείγεται λίθοις τε τιμίοις καὶ χρυσῷ καὶ τοῖς τῶν ἀρωμάτων ἡδύσμασι δεξιουμένη τὸν βασιλέα, δῆλον ἂν γένοιτο τῷ ἐπιστήσαντι, πρὸς ὅ τι τῶν εὐαγγελικῶν βλέπει θαυμάτων· τίς γὰρ οὐκ οἶδεν ὅτι μέλαινα ἦν ἐξ εἰδωλολατρίας τὸ κατ' ἀρχὰς ἡ ἐξ ἐθνῶν ἐκκλησία πρὶν ἐκκλησία γενέσθαι πολλῷ μεταξὺ τῷ τῆς ἀγνοίας διαστήματι τῆς πρὸς τὸν ἀληθινὸν θεὸν γνώσεως ἀπῳκισμένη; ἀλλ' ὅτε ἐπεφάνη ἡ χάρις τοῦ θεοῦ καὶ ἡ σοφία διέλαμψε καὶ τὸ φῶς τὸ ἀληθινὸν πρὸς τοὺς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένους τὴν ἀκτῖνα διέπεμψε, τότε τοῦ Ἰσραὴλ πρὸς τὸ φῶς ἐπιμύσαντος καὶ τῆς τῶν ἀγαθῶν μετουσίας ἑαυτὸν ἀποστήσαντος ἔρχονται οἱ Αἰθίοπες, οἱ ἐξ ἐθνῶν τῇ πίστει προστρέχοντες καὶ οἵ ποτε ὄντες μακρὰν ἐγγὺς γίνονται τῷ μυστικῷ ὕδατι τὴν μελανίαν ἀποκλυσάμενοι, ὥστε τὴν Αἰθιοπίαν προφθάσαι χεῖρα αὐτῆς τῷ θεῷ καὶ προσαγαγεῖν δῶρα τῷ βασιλεῖ τά τε τῆς εὐσεβείας ἀρώματα καὶ τὸ τῆς θεογνωσίας χρυσίον καὶ τοὺς τιμίους λίθους τῆς τῶν ἐντολῶν τε καὶ τῶν ἀρετῶν ἐργασίας. 6.206 Ἀλλὰ πρὸς ὅ τι βλέπων ἐντεῦθεν ἄρχομαι τῆς προκειμένης ἡμῖν τῶν ῥητῶν θεωρίας, ἤδη διασαφήσω τῷ λόγῳ αὐτὴν προεκθέμενος τὴν λέξιν τῶν θείων λογίων ἔχουσαν οὕτω· Φορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεὺς Σαλωμὼν ἀπὸ ξύλων τοῦ Λιβάνου, στύλους αὐτοῦ ἐποίησεν ἀργύριον καὶ τὸ ἀνάκλιτον αὐτοῦ χρυσίον, ἐπιβάσεις αὐτοῦ πορφύραν, ἐντὸς αὐτοῦ λιθόστρωτον ἀγάπην ἀπὸ θυγατέρων Ἰερουσαλήμ. ὥσπερ τοίνυν ἐν τοῖς προεξητασμένοις περὶ τοῦ Σολομῶνος εὗρεν ὁ λόγος δι' ὧν τὸ περὶ τοῦ κυρίου μυστήριον ἐν ἐκείνῳ τῷ προσώπῳ προδιαγράφεται, οὕτω καὶ διὰ τῆς τοῦ φορείου κατασκευῆς ἡ περὶ ἡμῶν οἰκονομία τοῦ κυρίου διασημαίνεται· πολυτρόπως γὰρ ὁ θεὸς ἐν τοῖς ἀξίοις ἑαυτοῦ γίνεται, καθὼς ἂν ἕκαστος ἔχῃ δυνάμεώς τε καὶ ἀξίας οὕτως ἐν ἑκάστῳ γινόμενος. ὁ μὲν γάρ τις γίνεται θεοῦ τόπος, ὁ δὲ οἶκος, ἄλλος δὲ θρόνος καὶ ἕτερος ὑποπόδιον. ἔστι δέ τις ὁ καὶ ἅρμα γινόμενος ἢ ἵππος εὐήνιος δεχόμενος ἐφ' ἑαυτοῦ τὸν ἀγαθὸν ἀναβάτην καὶ πρὸς τὸ δοκοῦν τῷ εὐθύνοντι διανύων τὸν δρόμον. ὡς δὲ νῦν διδασκόμεθα καὶ φορεῖον 6.207 αὐτοῦ τις γίνεται ὁ κατὰ τὴν ἐκείνου σοφίαν οὐ μόνον τοῖς ἐκ τοῦ Λιβάνου κατασκευαζόμενος ξύλοις ἀλλὰ καὶ χρυσῷ καὶ ἀργύρῳ καὶ πορφύρᾳ καὶ λίθοις καταλλήλως ἐν ἑκάστῳ μέρει καλλωπιζόμενος· δι' ὧν ἡ ἀγάπη αὐτοῦ ἐνεργὸς γίνεται οὐ πάντων χωρούντων τὴν τῆς ἀγάπης ἐνέργειαν, ἀλλ' εἴ τις θυγάτηρ τῆς ἄνω Ἰερουσαλὴμ τῆς ἐλευθέρας διὰ τοῦ βίου γνωρίζοιτο. ὅτι μὲν οὖν ὁ τὸν θεὸν ἐν ἑαυτῷ φέρων φορεῖόν ἐστι τοῦ ἐν αὐτῷ καθιδρυμένου, δῆλον καὶ πρὸ τῶν ἡμετέρων λόγων ἂν εἴη· ὁ γὰρ κατὰ τὸν ἅγιον Παῦλον μηκέτι αὐτὸς ζῶν ἀλλὰ ζῶντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν καὶ δοκιμὴν διδοὺς τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ οὗτος κυρίως φορεῖον λέγεταί τε καὶ γίνεται τοῦ ἐν αὐτῷ φερομένου καὶ ὑπ' αὐτοῦ βασταζομένου. Ἀλλ' οὐ τοῦτό ἐστι τὸ ζητούμενον. ἐκεῖνο δὲ μᾶλλον προσήκει δι' ἐπιμελείας κατανοῆσαι, τί βούλεται τὸ τῆς ὕλης ποικίλον τε καὶ πολυειδὲς καὶ πῶς συμπαραλαμβάνεται χρυσῷ καὶ ἀργύρῳ καὶ πορφύρᾳ καὶ λίθοις καὶ ἡ τοῦ ξύλου φύσις εἰς τὴν κατασκευὴν τοῦ φορείου. καίτοι γε τὸ ξύλον 6.208 ὁ σοφὸς ἀρχιτέκτων Παῦλος μετὰ τοῦ χόρτου καὶ τῆς καλάμης εἰς τὴν οἰκοδομὴν τοῦ οἴκου κρίνει ἀπόβλητον ὡς τῇ ἀναλωτικῇ τοῦ πυρὸς δυνάμει τῇ δοκιμαζούσῃ τὸ ἔργον ἐνδαπανώμενον. ἀλλ' οἴδαμέν τινα ξύλου φύσιν μὴ