1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

59

καθ' ἕκαστον πάντα πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων), ὡς διὰ τῶν ὀνομάτων τούτων τῶν πρὸς τὴν τοῦ φορείου κατασκευὴν συντελούντων ἱερέας νοεῖσθαι καὶ διδασκάλους καὶ τὴν σεμνὴν παρθενίαν τὴν ἐντὸς τοῦ φορείου τῇ καθαρότητι τῶν ἀρετῶν οἷόν τισι λίθων αὐγαῖς ἐναστράπτουσαν. Ἀλλὰ περὶ μὲν τούτων τοσαῦτα. ὁ δὲ ἐφεξῆς λόγος προτροπὴν περιέχει πρὸς τὰς θυγατέρας Ἰερουσαλὴμ παρὰ τῆς νύμφης γινόμενος. ὡς γὰρ ὁ μέγας Παῦλος ζημίαν 6.212 ἡγεῖτο, εἰ μὴ πᾶσι τῶν ἰδίων ἀγαθῶν ἐκοινώνησεν (διὸ τὰ τοιαῦτα πρὸς τοὺς ἀκούοντας ἔλεγεν ὅτι Γίνεσθε ὡς ἐγώ, καὶ γὰρ αὐτὸς ἤμην ποτὲ καθ' ὑμᾶς· καὶ ὅτι Μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ), οὕτω καὶ ἡ φιλάνθρωπος αὕτη νύμφη τῶν θείων τοῦ νυμφίου μυστηρίων ἀξιωθεῖσα, ὅτε τὴν κλίνην εἶδε καὶ φορεῖον τοῦ βασιλέως ἐγένετο, βοᾷ πρὸς τὰς νεάνιδας (αὗται δ' ἂν εἶεν αἱ τῶν σῳζομένων ψυχαί) ἕως πότε λέγουσα τῷ σπηλαίῳ τοῦ βίου ἐναποκλείεσθε; ἐξέλθετε τῶν προκαλυμμάτων τῆς φύσεως καὶ ἴδετε τὸ θαυμαστὸν θέαμα Σιὼν θυγατέρες γενόμεναι, θεάσασθε περιπρέποντα τῇ κεφαλῇ τοῦ βασιλέως τὸν στέφανον, ὃν ἡ μήτηρ αὐτῷ περιέθηκε κατὰ τὴν τοῦ προφήτου φωνήν, ὅς φησιν Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. πάντως δὲ οὐδεὶς τῶν κρίνειν τοὺς περὶ θεοῦ λόγους ἐπεσκεμμένων ἀκριβολογεῖται περὶ τὴν τοῦ ὀνόματος ἔμφασιν, ὅτι μήτηρ ἀντὶ τοῦ πατρὸς μνημονεύεται, μίαν 6.213 ἀφ' ἑκατέρας φωνῆς ἀναλαμβάνων διάνοιαν. ἐπειδὴ γὰρ οὔτε ἄρρεν οὔτε θῆλυ τὸ θεῖόν ἐστιν (πῶς γὰρ ἂν ἐπὶ τῆς θεότητός τι νοηθείη τοιοῦτον, ὁπότε οὐδὲ ἡμῖν τοῖς ἀνθρώποις τοῦτο εἰς τὸ διηνεκὲς παραμένει, ἀλλ' ὅταν ἐν Χριστῷ πάντες εἷς γενώμεθα, τὰ σημεῖα τῆς διαφορᾶς ταύτης μετὰ ὅλου τοῦ παλαιοῦ ἀνθρώπου συνεκδυόμεθα;), τούτου χάριν ἰσοδυναμεῖ πρὸς τὴν ἔνδειξιν τῆς ἀφράστου φύσεως πᾶν τὸ εὑρισκόμενον ὄνομα οὔτε θήλεος οὔτε ἄρρενος τὴν σημασίαν τῆς ἀκηράτου καταμολύνοντος φύσεως. διὰ τοῦτο ἐν μὲν τῷ εὐαγγελίῳ ὁ πατὴρ λέγεται ποιεῖν τῷ υἱῷ τοὺς γάμους, ὁ δὲ προφήτης πρὸς τὸν θεὸν λέγει ὅτι Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου, ἐνταῦθα δὲ παρὰ τῆς μητρός φησιν ἐπιτεθεῖσθαι τῷ νυμφίῳ τὸν στέφανον. ἐπεὶ οὖν εἶς ἐστιν ὁ γάμος καὶ μία ἡ νύμφη καὶ παρὰ ἑνὸς ἐπιβάλλεται τῷ νυμφίῳ ὁ στέφανος, διαφέρει πάντως οὐδὲν ἢ υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ λέγειν θεὸν ἢ υἱὸν τῆς ἀγάπης αὐτοῦ κατὰ τὴν Παύλου φωνὴν μιᾶς οὔσης καθ' 6.214 ἑκάτερον ὄνομα τῆς νυμφοστολούσης αὐτὸν ἐπὶ τῇ ἡμετέρᾳ συνοικήσει δυνάμεως. ἐξέλθετε οὖν φησὶν ἡ νύμφη πρὸς τὰς νεάνιδας, καὶ θυγατέρες Σιὼν γένεσθε, ὥστε ἀπὸ σκοπιᾶς ὑψηλῆς (οὕτω γὰρ ἡ Σιὼν ἑρμηνεύεται) δυνηθῆναι τὸ θαυμαστὸν ἰδεῖν θέαμα στεφανηφοροῦντα τὸν νυμφίον. στέφανος δὲ αὐτῷ ἡ ἐκκλησία γίνεται διὰ τῶν ἐμψύχων λίθων τὴν κεφαλὴν ἐν κύκλῳ διαλαμβάνουσα, στεφανηπλόκος δὲ τοῦ τοιούτου στεφάνου ἡ ἀγάπη ἐστίν, ἣν εἴτε μητέρα εἴτε ἀγάπην τις λέγοι, οὐχ ἁμαρτήσεται· θεὸς γάρ ἐστιν ἡ ἀγάπη κατὰ τὴν Ἰωάννου φωνήν. τούτῳ δὲ τῷ στεφάνῳ ἐνευφραίνεσθαι λέγει αὐτὸν ἡ νύμφη τῷ νυμφικῷ κόσμῳ ἐναγαλλόμενον· χαίρει γὰρ ὡς ἀληθῶς ὁ σύνοικον τὴν ἐκκλησίαν ἑαυτῷ ποιησάμενος ταῖς ἀρεταῖς τῶν διαπρεπόντων ἐν αὐτῇ στεφανούμενος. κρεῖττον δ' ἂν εἴη αὐτὰς παραθέσθαι τὰς θείας φωνὰς ἐπὶ λέξεως ἐχούσας οὕτως· Ἐξέλθετε καὶ ἴδετε, θυγατέρες Σιών, ἐν τῷ βασιλεῖ Σαλωμὼν ἐν τῷ στεφάνῳ, ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ. Τὴν οὖν τοιαύτην φιλανθρωπίαν τῆς νύμφης ὁ λόγος ἀποδεξάμενος, ὅτι κατὰ μίμησιν τοῦ δεσπότου καὶ 6.215 αὐτὴ Πάντας θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, σεμνοτέραν αὐτὴν ἀπεργάζεται κῆρυξ τοῦ κάλλους αὐτῆς καὶ ζωγράφος γινόμενος· οὐ γὰρ ἁπλῶς ὁ τῆς ὥρας ἔπαινος γίνεται καθολικήν τινα τὴν εὐφημίαν περιέχων τοῦ κάλλους, ἀλλ' ἐμφιλοχωρεῖ τῷ λόγῳ τοῖς καθ' ἕκαστον μέλεσιν ἴδιον ἑκάστῳ μέλει διὰ συγκρίσεώς τε καὶ ὁμοιώσεως χαριζόμενος τὸ ἐγκώμιον. λέγει δὲ οὕτως· Ἰδοὺ εἶ καλή, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή· ἡ γὰρ