1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

60

μιμησαμένη τοῦ δεσπότου τὸ φιλάνθρωπον βούλημα καὶ ἐξελθεῖν ἐγκελευσαμένη καθ' ὁμοιότητα τοῦ Ἀβραὰμ τὰς νεάνιδας, ἑκάστην ἀπὸ τῆς γῆς ἑαυτῆς καὶ ἀπὸ τῆς περὶ τὰ αἰσθητήρια συγγενείας αὐτῆς, ὥστε ἰδεῖν τὸν καθαρὸν νυμφίον στεφανηφοροῦντα τὴν ἐκκλησίαν, ἀληθῶς πλησίον γίνεται τῆς δεσποτικῆς ἀγαθότητος διὰ τῆς πρὸς τὸν πλησίον ἀγάπης τῷ θεῷ προσεγγίσασα. καλὴ οὖν εἶ, φησὶ πρὸς αὐτὴν ὁ λόγος, τῇ ἀγαθῇ προαιρέσει τῷ καλῷ πλησιάσασα. ἡ δὲ ἐπανάληψις τοῦ ἐπαίνου τὸ ἄψευστον τῆς μαρτυρίας ἐνδείκνυται· ἐν γὰρ τῇ διπλῇ μαρτυρίᾳ βεβαιοῦσθαι τὴν ἀλήθειαν ὁ θεῖος ἀποφαίνεται 6.216 νόμος. διὰ τοῦτό φησιν Ἰδοὺ εἶ καλή, ἡ πλησίον μου, ἰδοὺ εἶ καλή. Ἀλλ' ἐπειδὴ ἓν σῶμα τοῦ Χριστοῦ ἡ ἐκκλησία πᾶσα, ἐν δὲ τῷ ἑνὶ σώματι, καθώς φησιν ὁ ἀπόστολος, μέλη ἐστὶ πολλά, πάντα δὲ τὰ μέλη οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν, ἀλλὰ τὸν μὲν ὀφθαλμὸν ἔπλασεν ὁ θεὸς ἐν τῷ σώματι, ἕτερος δέ τις οὖς ἐφυτεύθη, εἰσὶ δέ τινες διὰ τῆς ἐνεργείας τῶν δυνάμεων χεῖρες γινόμενοι καὶ πόδες λέγονταί τινες οἱ τὰ βάρη βαστά ζοντες, εἴη δ' ἄν τι καὶ γεύσεως ἔργον καὶ ὀσφρήσεως καὶ τὰ καθ' ἕκαστον πάντα, δι' ὧν τὸ ἀνθρώπινον σύγκειται σῶμα, δυνατόν ἐστιν εὑρεῖν ἐν τῷ κοινῷ σώματι τῆς ἐκκλησίας χείλη τε καὶ ὀδόντας καὶ γλῶσσαν, μαζούς τε καὶ κοιλίαν καὶ τράχηλον, ὡς δὲ ὁ Παῦλός φησι καὶ αὐτὰ τὰ δοκοῦντα ἀσχήμονα εἶναι τοῦ σώματος. τούτου χάριν ὁ ἀκριβὴς τοῦ κάλλους δοκιμαστὴς τῶν ἀρεσάντων αὐτῷ μελῶν ἐξ ὅλου τοῦ σώματος ἴδιόν τε καὶ πρόσφορον ἑκάστῳ ποιεῖται τὸν ἔπαινον. ἄρχεται δὲ τῶν ἐγκωμίων ἀπὸ τῶν κυριωτέρων μελῶν. τί γὰρ ὀφθαλμῶν ἐν τοῖς μέλεσιν ἡμῶν ἐστι τιμιώτε ρον, δι' ὧν ἡ τοῦ φωτὸς ἀντίληψις γίνεται, παρ' ὧν ἐστιν ἡ τῶν φιλίων τε καὶ πολεμίων ἐπίγνωσις, οἷς τὸ ἴδιόν τε καὶ τὸ 6.217 ἀλλότριον διακρίνομεν, οἳ πάσης ἐργασίας ὑφηγηταὶ καὶ διδάσκαλοι γίνονται καὶ τῆς ἀπλανοῦς ὁδοιπορίας ὁδηγοὶ συμφυεῖς καὶ ἀχώριστοι, ὧν ἡ θέσις τῶν ἄλλων αἰσθητηρίων ὑπερκειμένη τὸ προτιμότερον τῆς ἀπ' αὐτῶν γινομένης ἡμῖν πρὸς τὸν βίον ὠφελείας ἐνδείκνυται. πάντως δὲ πρόδηλόν ἐστι τοῖς ἀκούουσιν εἰς ποῖα μέλη τῆς ἐκκλησίας ὁ τῶν ὀφθαλμῶν ἔπαινος βλέπει· ὀφθαλμὸς ἦν Σαμουὴλ ὁ βλέπων (οὕτω γὰρ ὠνομάζετο), ὀφθαλμὸς Ἰεζεκιὴλ ὁ σκοπεῖν ὑπὸ τοῦ θεοῦ τεταγμένος ἐπὶ τῇ τῶν φυλασσομένων παρ' αὐτοῦ σωτηρίᾳ, ὀφθαλμὸς Μιχαίας ὁ ὁρῶν καὶ Μωϋσῆς ὁ θεώμενος ὁ διὰ τοῦτο καὶ θεὸς ὠνομασμένος, ὀφθαλμοὶ πάντες ἐκεῖνοι οἱ εἰς ὁδηγίαν τοῦ λαοῦ τεταγμένοι. οὓς καὶ ὁρῶντας ὠνόμαζον οἱ τότε ἄνθρωποι· καὶ νῦν οἱ τὸν ἐκείνων τόπον ἀναπληροῦντες <ἐν> τῷ σώματι τῆς ἐκκλησίας ὀφθαλμοὶ κυρίως κατονομάζονται, ἐὰν ἀκριβῶς πρὸς τὸν τῆς δικαιο σύνης βλέπωσιν ἥλιον μηδαμοῦ τοῖς ἔργοις τοῦ σκότους ἐναμβλυώττοντες, καὶ εἰ διακρίνοιεν τοῦ ἀλλοτρίου τὸ ἴδιον ἐν τῷ γινώσκειν ὅτι πᾶν ἀλλότριόν ἐστι τῆς φύσεως ἡμῶν τὸ φαινόμενόν τε καὶ πρόσκαιρον, ἴδιον δὲ τὸ δι' ἐλπίδος 6.218 προκείμενον, οὗ ἡ κτῆσις μένει πρὸς τὸ διηνεκὲς ἀναφαίρετος. ὀφθαλμῶν ἔργον καὶ τὸ διαγινώσκειν τὸ φίλιόν τε καὶ τὸ πολέμιον, ὥστε ἀγαπᾶν μὲν τὸν ἀληθινὸν φίλον ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ δυνάμεως, τέλειον δὲ μῖσος κατὰ τοῦ ἐχθροῦ τῆς ζωῆς ἡμῶν ἐπιδείκνυσθαι. ἀλλὰ καὶ ὁ τῶν πρακτέων ὑφηγητὴς καὶ τῶν συμφερόντων διδάσκαλος καὶ τῆς ἐπὶ τὸν θεὸν πορείας χειραγωγὸς τοῦ καθαροῦ τε καὶ ὑγιαίνοντος ὀφθαλμοῦ τὸ ἔργον δι' ἀκριβείας ποιεῖ καθ' ὁμοιότητα τῶν σωματικῶν ὀμμάτων διὰ τῆς ὑψηλῆς πολιτείας τῶν λοιπῶν προφαινόμενος. διὰ τοῦτο ἐντεῦθεν ἐπαινεῖν ὁ λόγος τὸ τῆς νύμφης ἄρχεται κάλλος καί φησιν Ὀφθαλμοί σου περιστεραί· ἀκεραίους γὰρ εἰς τὸ κακὸν τοὺς ἐν ὀφθαλμῶν τάξει προβεβλημένους ὁρῶν τὴν ἁπλότητά τε καὶ τὸ ἀκέραιον τοῦ ἤθους αὐτῶν ἀποδεξάμενος περιστερὰς αὐτοὺς κατωνό μασεν· ἴδιον γάρ ἐστι περιστερῶν τὸ ἀκέραιον. ἢ τάχα καὶ τοιοῦτόν τινα ὁ λόγος μαρτυρεῖ τοῖς ὄμμασιν ἔπαινον· ἐπειδὴ γὰρ πάντων τῶν ὁρατῶν αἱ εἰκόνες τῷ καθαρῷ τῆς κόρης ἐμπίπτουσαι τὴν ὁρατικὴν ἐνέργειαν ἀποτελοῦσιν, ἀνάγκη πᾶσα πρὸς ὅ τις ὁρᾷ,