1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

61

τούτου τὴν μορφὴν ἀναλαμβάνειν διὰ τοῦ ὀφθαλμοῦ κατόπτρου δίκην τοῦ ὁρατοῦ τὸ εἶδος 6.219 ἀναμασσόμενον. ὅταν τοίνυν ὁ τὴν ὀπτικὴν ταύτην ἐξουσίαν ἐπὶ τῆς ἐκκλησίας λαβὼν πρὸς μηδὲν ὑλῶδες καὶ σωματικὸν βλέπῃ, ὁ πνευματικός τε καὶ ἄϋλος ἐν αὐτῷ κατορθοῦται βίος. ἡ δὲ τοιαύτη ζωὴ τῇ τοῦ ἁγίου πνεύματος χάριτι καταμορφοῦται. οὐκοῦν ὁ τελεώτατος τῶν ὀφθαλμῶν ἐστιν ἔπαινος τὸ πρὸς τὴν τοῦ πνεύματος τοῦ ἁγίου χάριν μεμορφῶσθαι αὐτῶν τῆς ζωῆς τὸ εἶδος· περιστερὰ γὰρ τὸ πνεῦμα τὸ ἅγιον. ἡ δὲ δυὰς τῶν ὀφθαλμῶν ἐπαινεῖται, ὡς ἂν ὅλος γένοιτο ἐν ἐπαίνῳ ὁ ἄνθρωπος, ὁ φαινόμενός τε καὶ νοούμενος. διὰ τοῦτο γὰρ προσέθηκε τῷ ἐπαίνῳ καὶ ἄλλην ὑπερβολὴν εἰπὼν ὅτι Ἐκτὸς τῆς σιωπήσεώς σου· τοῦ γὰρ ἀγαθοῦ βίου τὸ μέν τι πρόδηλόν ἐστιν, ὡς καὶ ἀνθρώποις γνώριμον εἶναι, τὸ δὲ κρύφιόν τε καὶ ἀπόρρη τον μόνῳ θεῷ καθορώμενον. ὁ τοίνυν τὸ ἀκατέργαστον βλέπων καὶ εἰς τὰ κρύφια καθορῶν μαρτυρεῖ ἐπὶ τοῦ ἐπαινου μένου προσώπου πλέον εἶναι τοῦ ὁρωμένου τὸ σιωπώμενον. δι' ὧν φησιν ὅτι Ὀφθαλμοί σου περιστεραὶ ἐκτὸς τῆς σιωπήσεώς σου· ἔξωθεν γάρ ἐστι τοῦ ἐπαινεθέντος ἤδη τὸ διὰ τῆς σιωπῆς θαυμαζόμενον. Ὁδῷ δὲ προάγει καθεξῆς τὸ τοῦ κάλλους ἐγκώμιον ἐπὶ τὰς τρίχας μεταγαγὼν τὸν λόγον καί φησι Τρίχωμά 6.220 σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀνεκαλύφθησαν ἀπὸ τοῦ Γαλαάδ. νοῆσαι δὲ προσήκει πρῶτον τῆς τριχὸς τὴν φύσιν, εἰθ' οὕτως ἐπιγνῶναι τὸν ἔπαινον, ὃν διὰ τῶν τριχῶν ὁ λόγος τῇ νύμφῃ χαρίζεται. οὐκοῦν δόξα μὲν γυναικὸς ἡ θρὶξ παρὰ τοῦ Παύλου ὠνόμασται καὶ ἀντὶ περιβολαίου δεδόσθαι τῇ γυναικὶ τὴν κόμην λέγει. αἰδῶ δὲ καὶ σωφροσύνην τὸ πρέπον εἶναί φησι ταῖς γυναιξὶ περιβόλαιον οὕτω γράψας τῷ ῥήματι ὅτι Ὡς πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέ βειαν Μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, ὡς διὰ τούτων τὰς ἐπὶ τῆς κεφαλῆς τρίχας, αἷς κομᾷ ἡ γυνή, αἰδῶ καὶ σωφροσύνην διὰ τῆς τοῦ Παύλου σοφίας καταλαμ βάνεσθαι· οὐδὲ γὰρ ἄλλην τινὰ πρέπει δόξαν ὀνομάζεσθαι ἐπὶ τῆς ἐπαγγελλομένης θεοσέβειαν ψυχῆς εἰ μὴ τὴν αἰδῶ τε καὶ σωφροσύνην, ἣν κόμην ὠνόμασεν, ἣν ὅταν μὴ ἔχῃ Καταισχύνει τὴν κεφαλὴν ἑαυτῆς, καθώς φησιν ὁ ἀπόστολος. εἰ δὲ ταῦτα περὶ τῶν τριχῶν ὁ Παῦλος ἐφιλοσόφησε, 6.221 προσακτέον ἂν εἴη τὰ τοῦ ἀποστόλου νοήματα τῷ ἐπαίνῳ τῆς ἐκκλησίας ἐν τῷ περὶ τοῦ τριχώματος λόγῳ κατὰ τὴν προκειμένην φωνὴν ἥ φησιν ὅτι Τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀνεκαλύφθησαν ἀπὸ τοῦ Γαλαάδ· διὰ τούτων γὰρ τὴν ἐνάρετον πολιτείαν ἐν ἐπαίνῳ ποιεῖται ὁ λόγος. ἀλλὰ κἀκεῖνο προστεθῆναι τῷ περὶ τῶν τριχῶν λόγῳ προσήκει ὅτι πάσης αἰσθήσεως ζωτικῆς ἀμοιροῦσιν αἱ κόμαι· οὐ μικρὸν γὰρ εἰς ἐπαύξησιν ἐγκωμίων καὶ τοῦτο τὸ μήτε πόνου μήτε ἡδονῆς αἴσθησιν ἐν ταῖς θριξὶν εἶναι· τὸ μὲν γὰρ σῶμα, ὅθεν ἐκφύονται, ὀδυνᾶται παρατιλλόμενον, αὐτὴ δὲ ἡ θρὶξ οὔτε εἰ τέμνοιτο οὔτε εἰ φλέγοιτο οὔτε εἰ διά τινος κομμωτικῆς ἐπιμελείας καταλεαίνοιτο τῶν γινο μένων αἴσθησιν δέχεται. τὸ δὲ ἀμοιρεῖν τῆς αἰσθήσεως τῶν νεκρῶν ἐστιν ἴδιον. οὐκοῦν ὁ μηδεμίαν τῶν ἐν τῷ κόσμῳ τούτῳ σπουδαζομένων παραδεχόμενος αἴσθησιν μήτε ὑπὸ δόξης τε καὶ τιμῆς ἐξογκούμενος μήτε δι' ὕβρεώς τε καὶ ἀτιμίας ἀλγεινῶς διατιθέμενος, ἀλλ' ἐν ὁμοίῳ καθ' ἑκάτερον τῶν ἐναντίων ἑαυτὸν φυλάσσων, οὗτός ἐστιν ἡ ἐπαινουμένη τῆς νύμφης κόμη, νεκρὸς ἄντικρυς καὶ ἀκίνητος πρὸς τὰ τοῦ κόσμου φαινόμενος πράγματα, εἴτε οὕτως εἴτε ὡς ἑτέρως ἔχοι. Εἰ δὲ τὸ πλεονέκτημα τῶν τριχῶν ἀγέλαις αἰγῶν παρα 6.222 βάλλεται ταῖς ἀπὸ τοῦ Γαλαὰδ ἀνακαλυφθείσαις, ἃ μὲν χρὴ δι' ἀκριβείας περὶ τούτων γινώσκειν, οὔπω καταλαβεῖν ἠδυνήθημεν, στοχαζόμεθα δὲ ὅτι ὥσπερ τὰ ξύλα τοῦ Λιβάνου εἰς χρυσόν τε καὶ ἄργυρον καὶ πορφύραν καὶ λίθους τιμίους μεταποιήσας φορεῖον ὁ βασιλεὺς κατεσκεύασεν ἑαυτῷ, οὕτως οἶδεν ὁ ποιμὴν ὁ καλὸς αἰγῶν ἀγέλας παραλαβὼν εἰς ποίμνια μεταβαλεῖν τὰ αἰπόλια τοῦ Γαλαὰδ ὄρους. ἀλλοφύλου δὲ ὄρους ὄνομα τοῦτο τοῦ τὴν τοιαύτην χάριν ἀνακαλύπτοντος, ὥστε τοὺς ἐξ ἐθνῶν τῷ καλῷ ποιμένι ἀκολουθήσαντας εἰς τὸ τρίχωμα συντελέσαι