1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

63

τὸ ἔριον καὶ λουτρῷ τὸν ῥύπον ἀποκλυσαμέναις τοῦ σώματος. τί οὖν περὶ τούτων ὑπενοήσα μεν; οἱ τὰ θεῖα μυστήρια διὰ σαφεστέρας ἐξηγήσεως λεπτο ποιοῦντες, ὡς εὐπαράδεκτον τὴν πνευματικὴν ταύτην τροφὴν γενέσθαι τῷ σώματι τῆς ἐκκλησίας, οὗτοι τὸ τῶν ὀδόντων ἔργον ἀποτελοῦσι παχύν τε καὶ συνεστῶτα τοῦ λόγου τὸν ἄρτον τῷ ἑαυτῶν λαμβάνοντες στόματι καὶ διὰ 6.226 τῆς λεπτομερεστέρας θεωρίας εὔβρωτον ταῖς ψυχαῖς τῶν δεχομένων παρασκευάζοντες, οἷον (κρεῖττον γὰρ ἐπὶ ὑπο δειγμάτων παραστῆσαι τὸ νόημα) ὁ μακάριος Παῦλος νῦν μὲν ἁπλῶς τε καὶ ἀκατασκεύως ὥσπερ τινὰ ψωμὸν ἀκατέργα στον προτίθησιν ἡμῖν τὸ τοῦ νόμου παράγγελμα λέγων Οὐ φιμώσεις βοῦν ἀλοῶντα, πάλιν δὲ διὰ τῆς ἐπεξηγήσεως ἁπαλύνας εὐπαράδεκτον ποιεῖ τοῦ νόμου τὸ βούλημα λέγων Μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἦ δι' ἡμᾶς πάντως ἐγράφη καὶ ἄλλα τοιαῦτα πολλά, οἷον Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. τοῦτο ὁ ἀκατέργαστος ἄρτος. ἀλλὰ πῶς αὐτὸν διαλεπτύνων ἐδώδιμον ποιεῖ τοῖς τρεφομένοις; εἰς δύο διαθήκας μεταλαμβάνει τὴν ἱστορίαν, τὴν μὲν εἰς δουλείαν γεννῶσαν, τὴν δὲ τῆς δουλείας ἐλευθεροῦσαν. οὕτω καὶ πάντα τὸν νόμον (ἵνα μὴ τὰ καθ' ἕκαστον λέγοντες διατρίβωμεν) παχυμερὲς σῶμα λαβὼν λεπτύνει διὰ τῆς θεωρίας πνευματικὸν αὐτὸν ἐκ σωματικοῦ ἐργαζόμενος, Οἴδαμεν, λέγων, ὅτι ὁ νόμος πνευματικός ἐστιν. ὅπερ τοίνυν ἐπὶ τοῦ Παύλου κατενοήσαμεν 6.227 ὡς ὀδόντων χρείαν τῇ ἐκκλησίᾳ πληροῦντος ἐν τῷ διαλε πτύνειν τὴν τῶν δογμάτων σαφήνειαν, τοῦτο καὶ ἐπὶ παντὸς τοῦ κατὰ μίμησιν ἐκείνου διασαφοῦντος ἡμῖν τὰ μυστήρια λέγομεν. οὐκοῦν ὀδόντες εἰσὶ τῆς ἐκκλησίας οἱ τὴν ἀκατ έργαστον τῶν θείων λογίων πόαν λεπτοποιοῦντες ἡμῖν καὶ μηρυκίζοντες. ὥσπερ τοίνυν ὑπογράφει τῶν τοῦ καλοῦ ἔργου τῆς ἐπισκοπῆς ὀρεγομένων τὸν βίον ὁ θεῖος ἀπόστολος λέγων τὰ καθ' ἕκαστον, οἷον εἶναι προσήκει τὸν τῆς ἱερωσύνης ἐπειλημμένον, ὡς μετὰ πάντων καὶ τὴν διδακτικὴν χάριν ἔχειν, οὕτως ἐνταῦθα τοὺς εἰς ὀδόντων ὑπηρεσίαν τεταγμένους ἐν τῇ ἐκκλησίᾳ βούλεται ὁ λόγος πρῶτον κεκαρμένους εἶναι, τουτέστι πάσης ὑλικῆς ἀχθηδόνος γεγυμνωμένους, εἶτα τῷ λουτρῷ τῆς συνειδήσεως παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος καθαρεύοντας, πρὸς τούτοις ἀεὶ διὰ προκοπῆς ἀναβαίνοντας καὶ μηδέποτε πρὸς τὸ ἔμπαλιν κατασυρομένους ἐπὶ τὸ βάραθρον, ἐπὶ πᾶσι δὲ διπλαῖς ταῖς τῶν ἀγαθῶν κυημάτων γοναῖς κατὰ πᾶν εἶδος ἀρετῆς ἐπαγάλλεσθαι καὶ ἐν μηδενὶ τῶν καλῶν ἐπιτηδευμάτων ἀγονεῖν. τὸ δὲ διπλοῦν κύημα αἴνιγμα γίνεται τῆς καθ' ἑκάτερον τῶν ἐν ἡμῖν 6.228 νοουμένων εὐδοκιμήσεως, ὥστε διδυμοτόκους εἶναι τοὺς τοιούτους ὀδόντας, τῇ μὲν ψυχῇ τὴν ἀπάθειαν, τῷ δὲ σωμα τικῷ βίῳ τὴν εὐσχημοσύνην γεννῶντας. Ἐπάγει τούτοις δι' ἀκολούθου τὸν ἐπιπρέποντα τοῖς χείλεσιν ἔπαινον σπαρτίῳ κοκκοβαφεῖ παρεικάζων τὸ κάλλος, οὗ τὴν ἑρμηνείαν αὐτὸς ἐπήγαγε λαλιὰν ὡραίαν τὸ σπαρτίον κατονομάσας. τοῦτο δὲ ἐν τοῖς φθάσασιν ἤδη προτεθεώρηται, ὅπως τῇ τῶν ὀδόντων ὑπηρεσίᾳ τὸ ἐν τοῖς χείλεσιν ὡραΐζεται κάλλος· τῇ γὰρ τῶν ὀδόντων (τουτέστι τῇ τῶν διδασκάλων) ὑφηγήσει τὸ στόμα τῆς ἐκκλησίας συμφθέγγεται. διὰ τοῦτο πρῶτον οἱ ὀδόντες κείρονται καὶ λούονται καὶ οὐκ ἀτεκνοῦσι καὶ διδυμεύουσι, καὶ τότε τῷ κοκκίνῳ εἴδει τὰ χείλη περιανθίζεται, ὅταν γένηται πᾶσα ἡ ἐκκλησία κατὰ τὴν τοῦ ἀγαθοῦ συμφωνίαν χεῖλος ἓν καὶ φωνὴ μία. διπλοῦν δὲ τοῦ κάλλους ἐστὶ τὸ ὑπόδειγμα· οὐ γὰρ μόνον ἁπλῶς σπαρτίον φησὶν εἶναι τὰ χείλη, ἀλλὰ προσέθηκε καὶ τῆς εὐχροίας τὸ ἄνθος, ὥστε δι' ἀμφοτέρων καλλωπισθῆναι τῆς ἐκκλησίας τὸ στόμα διά τε τοῦ σπαρτίου καὶ τοῦ κοκκίνου ἰδιαζόντως καθ' ἑκάτερον μέρος· τῷ μὲν γὰρ σπαρτίῳ τὴν ὁμογνωμο σύνην παιδεύεται, ὥστε πᾶσαν αὐτὴν ἓν σπαρτίον καὶ μίαν γενέσθαι σειρὰν ἐκ διαφόρων νημάτων συγκεκλωσμένην, 6.229 διὰ δὲ τοῦ κοκκίνου πρὸς τὸ αἷμα δι' οὗ ἐλυτρώθημεν βλέπειν διδάσκεται καὶ ἀεὶ τὴν ὁμολογίαν διὰ στόματος φέρειν τοῦ ἐξαγοράσαντος ἡμᾶς διὰ τοῦ αἵματος· δι' ἀμφοτέ ρων γὰρ