1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

65

παντὸς γὰρ τοῦ σώματος τῆς ἐκκλησίας τῶν καθ' ἕκαστον μελῶν διὰ τῆς πρός τι παραθέ σεώς τε καὶ ὁμοιώσεως ἐγκωμιάζειν τὸ κάλλος μέλλων δι' ἀκολούθου τοὺς ἐν τῷ λαῷ τὸν τοῦ τραχήλου τόπον ἐπέχοντας οἵους τινὰς εἶναι προσήκει διαγράφων τῷ λόγῳ τοῦ πύργου μέμνηται τούτου, ᾧ ἐπονομάζεται μὲν ὁ ∆αβίδ, ἔχει δὲ καὶ ἀπὸ τῶν ἐπάλξεων τὸ γνώριμον· θαλπιὼθ γὰρ αἱ ἐπάλξεις κατονομάζονται. οὕτω δὲ ἡ λέξις ἔχει· Ὡς πύργος ∆αβὶδ τράχηλός σου ὁ ᾠκοδομημένος ἐν θαλπιώθ· χίλιοι θυρεοὶ κρέμανται ἐπ' αὐτόν, πᾶσαι βολίδες τῶν δυνατῶν. 6.233 ἡ μὲν οὖν σωματικὴ τοῦ πύργου κατασκευὴ τὸ περίβλεπτον ἔχει ἔκ τε τοῦ ἔργον εἶναι τοῦ βασιλέως ∆αβὶδ καὶ ἐκ τῆς περιφανείας τοῦ τόπου καὶ ἐκ τῶν ἀνατεθέντων ὅπλων ἐν αὐτῷ, τῶν θυρεῶν τε καὶ τῶν βολίδων, ὧν τὸ πλῆθος ἐνδεί κνυται ὁ λόγος τῷ τῆς χιλιάδος ὀνόματι, ἡμῖν δὲ σκοπός ἐστι κατανοῆσαι τοῦ θείου λογίου τὴν δύναμιν. πῶς παρα βάλλεται τῷ πύργῳ τούτῳ τὸ μέρος ἐκεῖνο τῆς ἐκκλησίας, ᾧ τράχηλός ἐστι τὸ ὄνομα; πρῶτον τοίνυν ἐξετάσαι προσήκει, ποῖον ἐν τῷ καθ' ἡμᾶς σώματι μέρος τῷ ὀνόματι τοῦ τραχήλου προσαγορεύεται, εἶθ' οὕτως ἐφαρμόσαι τῷ τῆς ἐκκλησίας μέλει τὸ ὄνομα. οὐκοῦν τὸ ἐρριζωμένον μὲν ἐν τῷ μέσῳ τῶν ὤμων, ἀνέχον δὲ τὴν κεφαλὴν ἐφ' ἑαυτοῦ καὶ ἀντὶ βάσεως τοῦ ὑπερκειμένου γινόμενον τράχηλος ὀνομάζεται, οὗ τὸ κατόπιν μὲν ὀστέοις ἐρείδεται, τὸ δὲ προβεβλημένον ἐλεύθερόν ἐστι τῆς τῶν ὀστέων περιβολῆς. ἡ δὲ τοῦ ὀστέου φύσις οὐ καθ' ὁμοιότητα τοῦ πήχεος ἢ τῆς κνήμης συνεχὴς πρὸς ἑαυτήν ἐστι καὶ ἀδιαίρετος, ἀλλὰ πολλαχῇ τῶν ὀστέων ἐν σπονδύλων σχήματι διῃρημένων διὰ τῶν περιπεφυκότων αὐτοῖς νεύρων τε καὶ μυῶν καὶ συνδέσμων ἡ ἕνωσις αὐτῶν πρὸς ἄλληλα γίνεται καὶ διὰ τοῦ μυελοῦ τοῦ αὐλοειδῶς κατὰ τὸ μέσον διήκοντος. οὗ ἡ περιοχὴ μὲν πρὸς τὰς μήνιγγας αὐτὸ δὲ τὸ ἐγκείμενον πρὸς τὸν ἐγκέφαλον ἥνωται. ἐν δὲ τοῖς ἔμπροσθεν περιέχει μὲν τὴν ἀρτηρίαν ὁ τράχηλος, ἣ 6.234 δοχεῖόν ἐστι τοῦ πνεύματος τοῦ ἔξωθεν ἡμῖν εἰσοικιζομένου τε καὶ εἰσρέοντος, δι' οὗ τὸ ἐγκάρδιον πῦρ πρὸς τὴν ἐνέργειαν αὐτοῦ τὴν κατὰ φύσιν ἀναρριπίζεται, περιέχει δὲ καὶ τῆς τροφῆς τὰς εἰσόδους διὰ τοῦ λαιμοῦ τε καὶ τοῦ λάρυγγος πᾶν τὸ διὰ τοῦ στόματος εἰσαγόμενον πρὸς τὴν κοιλότητα τὴν δεκτικὴν τούτων διαπορθμεύων. ἔχει δὲ καὶ ἄλλο παρὰ τὰ λοιπὰ τῶν μελῶν ἐξαίρετόν τι ὁ τράχηλος· κατὰ γὰρ τὴν ἄνω τῆς ἀρτηρίας θέσιν ἐστὶν ἐν αὐτῷ τὸ τῆς φωνῆς ἐργαστήριον, ἐν ᾧ τὰ φωνητικὰ πάντα παρεσκεύασται ὄργανα, δι' ὧν ἀπογεννᾶται ὁ ἦχος τῷ ἀναδιδομένῳ πνεύματι περιδονουμένης ἐν κύκλῳ τῆς ἀρτηρίας. οὕτω δὲ τοῦ σωματι κοῦ μέλους ἡμῖν διαγραφέντος εὔκολον ἂν εἴη διὰ τῶν ἐνταῦθα θεωρηθέντων καὶ τὸν τοῦ ἐκκλησιαστικοῦ σώματος τράχηλον κατανοῆσαι, ὅστις ἐστὶν ὁ διὰ τῶν καταλλήλων ἐνεργειῶν τὸ ὄνομα τοῦτο κυρίως ἀναλαμβάνων τράχηλός τε ὀνομαζόμενος καὶ τῷ πύργῳ τοῦ ∆αβὶδ ὁμοιούμενος. πρῶτον μὲν οὖν ὃ δὴ καὶ πρῶτόν ἐστιν, εἴ τις τὴν ἀληθινὴν τοῦ παντὸς κεφαλὴν ἐφ' ἑαυτοῦ βαστάζοι (ἐκείνην λέγω τὴν κεφαλὴν ἥτις ἐστὶν ὁ Χριστός, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογεῖται καὶ συμβιβάζεται), οὗτος κυρίως ἐφ' ἑαυτοῦ φέρει τοῦτο τὸ ὄνομα. πρὸς τούτοις εἰ τοῦ πνεύματός ἐστι δεκτικὸς τοῦ τὴν καρδίαν ἡμῶν πυροειδῆ ποιοῦντος καὶ 6.235 ἐκθερμαίνοντος καὶ εἰ διὰ τῆς εὐήχου φωνῆς ὑπηρετεῖ τῷ λόγῳ· οὐδὲ γὰρ ἄλλου τινὸς ἕνεκεν τὴν ἀνθρωπίνην φωνὴν ὁ θεὸς τῇ φύσει τῶν ἀνθρώπων ἐνετεκτήνατο ἢ ἵνα ὄργανον ᾖ τοῦ λόγου διαρθροῦσα δι' ἑαυτῆς τὰ τῆς καρδίας κινήματα. ἐχέτω δὲ οὗτος ὁ τράχηλος καὶ τὴν θρεπτικὴν ἐνέργειαν, τὴν διδασκαλίαν λέγω, δι' ἧς παντὶ τῷ σώματι τῆς ἐκκλησίας συντηρεῖται ἡ δύναμις· ἐπιρρεούσης γὰρ ἀεὶ τῆς τροφῆς ἐν τῷ εἶναι διαμένει τὸ σῶμα, ἐπιλειπούσης δὲ φθίνει καὶ διαφθείρεται. μιμείσθω δὲ καὶ τὴν ἐναρμόνιον τῶν σπονδύλων θέσιν ἐν τῷ τοὺς καθ' ἕκαστον τῷ λαῷ συντελοῦντας διὰ τοῦ συνδέσμου τῆς εἰρήνης ἓν ἀπεργάζεσθαι μέλος κλινόμενόν τε καὶ ἀνορθούμενον καὶ καθ' ἑκάτερον τῶν πλαγίων εὐκινήτως μεταστρεφόμενον. τοιοῦτος τράχηλος ὁ Παῦλος ἦν καὶ εἰ δή τις