1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

66

ἄλλος κατὰ μίμησιν ἐκείνου τὸν βίον κατώρθωσεν, ὃς ἐβάστασε μὲν τὸ ὄνομα τοῦ κυρίου σκεῦος ἐκλογῆς τῷ δεσπότῃ γενόμενος, καὶ οὕτως αὐτῷ δι' ἀκριβείας ἡ κεφαλὴ τῶν ὅλων ἐφήρμοστο, ὥστε καὶ ὅσα ἐλάλει μηκέτι αὐτὸν εἶναι τὸν λαλοῦντα, ἀλλὰ τὴν κεφαλὴν αὐτοῦ φθέγγεσθαι, καθὼς ἐπέδειξε τοῖς Κορινθίοις τὸν Χριστὸν ἐν αὐτῷ λαλοῦντά τε καὶ φθεγγόμενον. οὕτως αὐτοῦ εὔφωνός τε καὶ εὔηχος ἦν ἡ ἀρτηρία διὰ τοῦ ἁγίου 6.236 πνεύματος διαρθροῦσα τῆς ἀληθείας τὸν λόγον, οὕτως αὐτῷ πάντοτε τοῖς θείοις λογίοις ὁ λάρυγξ κατεγλυκαίνετο τρέφων ὅλον δι' ἑαυτοῦ τὸ σῶμα τοῖς ζωοποιοῖς ἐκείνοις διδάγμασιν. εἰ δὲ καὶ τὸ τῶν σπονδύλων ζητεῖς, τίς οὕτω τοὺς πάντας εἰς ἓν σῶμα συνήρμοσε τῷ συνδέσμῳ τῆς εἰρήνης καὶ τῆς ἀγάπης; τίς οὕτως ἐδίδαξε κλίνεσθαι τὸν τράχηλον ἐν τῷ τοῖς ταπεινοῖς συμπεριφέρεσθαι καὶ ἀνορθοῦ σθαι πάλιν ἐν τῷ τὰ ἄνω φρονεῖν καὶ πρὸς τὰ πλάγια περι σκοπεῖν εὐστρόφως τε καὶ εὐκινήτως ἐν τῷ τὰς ποικίλας τοῦ διαβόλου μεθοδείας ἐκκλίνειν καὶ ἀσφαλίζεσθαι; ὁ τοιοῦτος οὖν τράχηλος ὄντως παρὰ τοῦ ∆αβὶδ ᾠκοδόμηται. νόει δὲ διὰ τοῦ ∆αβὶδ τὸν βασιλέα, τὸν τοῦ βασιλέως πατέρα, ὃς ἐξ ἀρχῆς τὸν ἄνθρωπον κατεσκεύασε πύργον εἶναι καὶ οὐχὶ σύμπτωμα καὶ διὰ τῆς χάριτος αὐτὸν πάλιν ἀνῳκοδόμη σεν ἀσφαλισάμενος τοῖς πολλοῖς θυρεοῖς, ὥστε μηκέτι αὐτὸν ταῖς τῶν πολεμίων ἐφόδοις εὐεπίβατον εἶναι· οἱ γὰρ κρεμάμενοι θυρεοί, οὐκ ἐπὶ γῆς κείμενοι ἀλλὰ διαέριοι περὶ αὐτὸν θεωρούμενοι, καὶ μετὰ τῶν θυρεῶν αἱ τῶν δυνατῶν βολίδες φόβον ἐμποιοῦσι τοῖς πολεμίοις, ὥστε μηδὲ τὴν ἀρχὴν ἐγχειρῆσαι καταδραμεῖν τοῦ πύργου. οἶμαι δὲ τὴν ἀγγελικὴν φρουρὰν ἐν κύκλῳ περιεστοιχισμένην τὸν τοιοῦτον 6.237 πύργον τῷ πλήθει τῶν θυρεῶν ἡμῖν διασημαίνεσθαι. δείκνυσι δὲ καὶ ἡ τῶν βολίδων μνήμη τὴν τοιαύτην διάνοιαν· οὐ γὰρ ἁπλῶς εἶπε βολίδας, ἀλλὰ τῇ τῶν δυνατῶν προσθήκῃ τοὺς ὑπερμαχοῦντας ἡμῶν ἐνεδείξατο, ὥστε συμβαίνειν τὸ λεγόμενον τῷ τῆς ψαλμῳδίας ῥητῷ ὅτι Παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς. ὁ δὲ τῶν χιλίων ἀριθμὸς οὔ μοι δοκεῖ δι' ἀκριβείας σημαίνειν τὴν τῶν ἑκατοντάδων δεκάδα, ἀλλ' εἰς πλήθους ἔνδειξιν παρελήφθη ὑπὸ τοῦ λόγου· σύνηθες γάρ ἐστιν ἐκ τῆς καταχρήσεως τῆς γραφικῆς τῷ ἀριθμῷ τούτῳ τὸ πλῆθος ἐνδείκνυσθαι, ὥς φησιν ὁ ∆αβὶδ ἀντὶ τοῦ πλήθους ὅτι Χιλιάδες εὐθηνούντων, καὶ Ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. Οὕτω μὲν οὖν τὸν τράχηλον τὸν ἐπὶ τῶν ὤμων ἐρριζωμένον κατενοήσαμεν. ὤμους δὲ νοοῦμεν, οἷς ἐπιπέφυκε, τὰς πρακτικάς τε καὶ ἐνεργητικὰς σπουδάς, δι' ὧν οἱ βραχίονες ἡμῶν τὴν σωτηρίαν ἑαυτῶν κατεργάζονται. τὴν δὲ πρὸς τὸ μεῖζον ἐπαύξησιν τῆς κατὰ θεὸν ὑψουμένης ψυχῆς σύνοιδε πάντως ὁ ἐπιστατικῶς τοῖς λεγομένοις ἀκολουθῶν, ὅτι πρότερον μὲν ἀγαπητὸν ἦν τῇ νύμφῃ ἵππῳ ὁμοιωθῆναι τῇ καταγωνισαμένῃ τὸν Αἰγύπτιον τύραννον καὶ πρὸς τοὺς ὁρμίσκους ἐμφερῶς ἔχειν τὴν ἐπὶ τοῦ τραχήλου 6.238 εὐπρέπειαν· νυνὶ δὲ πόσην αὐτῇ μαρτυρεῖ τὴν πρὸς τὸ ἀγαθὸν τελειότητα, ὅτι οὐχ ὁρμίσκοις τισὶ περιδεραίοις προσεικάζει τοῦ τραχήλου τὴν ὥραν, ἀλλὰ πύργος εἶναι διὰ τὸ μέγεθος λέγεται, ὃν περίβλεπτον ποιεῖ καὶ τοῖς πόρρω θεν ἀφεστηκόσιν ἀποσκοπούμενον οὐ μόνον ἡ περὶ τὴν οἰκοδομὴν φιλοτιμία ἐφ' ὅ τι μήκιστον τὸ ὕψος ἐγείρουσα, ἀλλὰ καὶ ἡ τοῦ τόπου θέσις φυσικῶς ὑπερανεστῶσα τῶν γειτνιώντων; ὅταν τοίνυν βασιλέως μὲν ἔργον ὁ πύργος ᾖ, ἐπὶ δὲ τῆς ὑψηλῆς πολιτείας βεβηκὼς τύχῃ, τότε ἀληθὲς ἐπιδείκνυται τὸ παρὰ τοῦ κυρίου λεγόμενον ὅτι Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη. νόει δέ μοι τὸν πύργον ἀντὶ τῆς πόλεως. Καιρὸς δ' ἂν εἴη καὶ τοὺς δύο νεβροὺς τῆς δορκάδος κατανοῆσαι, οἳ περὶ τὴν καρδίαν τῆς νύμφης αὐλίζονται μαστοὶ κληθέντες παρὰ τοῦ λόγου [καθώς φησι ∆ύο μαστοί 6.239 σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος οἱ νεμόμενοι ἐν τοῖς κρίνοις] διὰ τὸ μεταξὺ τούτων εἶναι τῆς καρδίας τὴν θέσιν, ὧν ἡ νομὴ οὐ χόρτος ἐστὶν ἢ ἄκανθα ἀλλὰ κρίνα παντὶ τῷ τῆς νομῆς χρόνῳ τὸ ἄνθος ἑαυτῶν παρατείνοντα καὶ