1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

68

σμύρνης καὶ εἰς τὸν βουνὸν τοῦ λιβάνου, διὰ μὲν τῆς σμύρνης τὸ πάθος, διὰ δὲ τοῦ λιβάνου τὴν δόξαν τῆς θεότητος ἐνδειξάμενος προσέθηκεν Ὅλη καλὴ εἶ, ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί, διδάσκων διὰ τῶν εἰρημένων πρῶτον μὲν ὅτι οὐδεὶς αἴρει τὴν ψυχὴν αὐτοῦ ἀπ' αὐτοῦ, ἀλλ' ἐξουσίαν ἔχει θεῖναι αὐτὴν καὶ ἐξουσίαν ἔχει πάλιν λαβεῖν αὐτὴν πορευόμενος ἑαυτῷ ἐπὶ τὸ ὄρος τῆς σμύρνης, οὐκ ἐκ τῶν ἡμετέρων ἔργων ἵνα μή τις καυχήσηται, ἀλλ' ἐξ ἰδίας χάριτος τὸν ὑπὲρ τῶν ἁμαρτωλῶν ἀναδεχόμενος θάνατον· ἔπειτα δὲ ὅτι οὐκ ἔστιν ἄλλως καθαρθῆναι τοῦ μώμου τὴν ἀνθρωπίνην φύσιν μὴ τοῦ ἀμνοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου πᾶσαν δι' ἑαυτοῦ τὴν κακίαν ἐξαφανίσαντος. ὁ τοίνυν εἰπὼν ὅτι Ὅλη καλὴ εἶ, ἡ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί· καὶ ἐπαγαγὼν τὸ κατὰ τὸ πάθος μυστήριον διὰ τοῦ κατὰ τὴν σμύρναν αἰνίγματος εἶτα τοῦ λιβάνου μνησθείς, δι' οὗ τὸ θεῖον ἐνδείκνυται, τοῦτο παιδεύει ἡμᾶς ὅτι ὁ συμμετασχὼν αὐτῷ τῆς σμύρνης συμμεθέξει πάντως καὶ τοῦ λιβάνου· ὁ γὰρ συμπαθὼν καὶ συνδοξάζεται πάντως, ὁ δὲ ἅπαξ ἐν τῇ θείᾳ δόξῃ γενόμενος ὅλος γίνεται καλὸς ἔξω τοῦ ἀντικειμένου μώμου γενόμενος, οὗ καὶ ἡμεῖς χωρισθείημεν 6.244 διὰ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Λόγος ηʹ ∆εῦρο ἀπὸ Λιβάνου, νύμφη, δεῦρο ἀπὸ Λιβάνου· ἐλεύσῃ καὶ διελεύσῃ ἀπὸ ἀρχῆς πίστεως, ἀπὸ κεφαλῆς Σανὶρ καὶ Ἑρμών, ἀπὸ μανδρῶν

λεόντων, ἀπὸ ὀρέων παρδάλεων. Ἐκαρδίωσας ἡμᾶς, ἀδελφὴ ἡμῶν νύμφη, ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ

ὀφθαλμῶν σου, ἐν μιᾷ, ἐνθέματι τραχήλου σου. Τί ἐκαλλιώθησαν μαστοί σου, ἀδελφή μου νύμφη, τί ἐκαλλιώθησαν μαστοί σου ἀπὸ οἴνου; καὶ ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα τὰ ἀρώματα. Κηρίον ἀποστάζουσι χείλη σου, νύμφη, μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου, καὶ ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ λιβάνου. 6.245 Κῆπος κεκλεισμένος ἀδελφή μου νύμφη, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη. Ἀποστολαί σου παράδεισος ῥοῶν μετὰ καρποῦ κύπροι μετὰ νάρδων, ἀκροδρύων, Νάρδος καὶ κρόκος, κάλαμος καὶ κιννάμωμον μετὰ πάντων ξύλων τοῦ Λιβάνου, σμύρνα, ἀλόη μετὰ πάντων πρωτομύρων, Πηγὴ κήπων, φρέαρ ὕδατος ζῶντος καὶ ῥοιζοῦντος ἀπὸ τοῦ Λιβάνου. Ὁ τὰς μεγάλας ὀπτασίας διεξελθὼν πρὸς τοὺς Κορινθίους, ὁ μέγας ἀπόστολος, ὅτε καὶ ἀμφίβολος περὶ τῆς ἑαυτοῦ φύσεως ἔφησεν εἶναι εἴτε σῶμα ἦν εἴτε νόημα ἐν τῷ καιρῷ τῆς ἐν τῷ παραδείσῳ μυσταγωγίας, ταῦτα διαμαρτυράμενος λέγει ὅτι Ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι, ἀλλ' ἔτι τοῖς ἔμπροσθεν ἐπεκτείνομαι τῶν προδιηνυσμένων λήθην ποιούμενος, δηλῶν ὅτι καὶ μετὰ τὸν τρίτον οὐρανὸν ἐκεῖνον ὃν αὐτὸς ἔγνω μόνος (οὐ γάρ τι Μωϋσῆς ἐν τῇ κοσμογενείᾳ περὶ αὐτοῦ διηγήσατο) καὶ μετὰ τὴν ἄρρητον τῶν τοῦ παραδείσου μυστηρίων ἀκρόασιν ἔτι ἐπὶ τὸ ἀνώτερον ἵεται καὶ οὐ λήγει τῆς ἀναβάσεως οὐδέποτε τὸ καταλαμβανόμενον ἀγαθὸν ὅρον τῆς ἐπιθυμίας ποιούμενος, διδάσκων οἶμαι διὰ τούτων ἡμᾶς ὅτι τῆς μακαρίας ἐκείνης τῶν ἀγαθῶν 6.246 φύσεως πολὺ μέν ἐστι τὸ ἀεὶ εὑρισκόμενον, ἀπειροπλάσιον δὲ τοῦ πάντοτε καταλαμβανομένου τὸ ὑπερκείμενον καὶ τοῦτο εἰς τὸ διηνεκὲς γίνεται τῷ μετέχοντι ἐν πάσῃ τῇ τῶν αἰώνων ἀϊδιότητι διὰ τῶν ἀεὶ μειζόνων τῆς ἐπαυξήσεως τοῖς μετέχουσι γινομένης· ὁ μὲν γὰρ καθαρὸς τὴν καρδίαν κατὰ τὴν ἀψευδῆ τοῦ δεσπότου φωνὴν ὁρᾷ τὸν θεόν, ἀεὶ κατὰ τὴν ἀναλογίαν τῆς δυνάμεως ὅσον χωρῆσαι δύναται τοσοῦτον τῇ κατανοήσει δεχόμενος. τὸ μέντοι ἀόριστόν τε καὶ ἀπερίληπτον τῆς θεότητος ἐπέκεινα πάσης καταλήψεως διαμένει· οὗ γὰρ τῆς μεγαλοπρεπείας τῆς δόξης οὐκ ἔστι πέρας, καθὼς ὁ προφήτης μαρτύρεται, τοῦτο πάντοτε ὡσαύτως ἔχει ἐν τῷ αὐτῷ