1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

69

ὕψει διὰ παντὸς θεωρούμενον. ὥσπερ δὴ καὶ ὁ μέγας ∆αβὶδ ὁ τὰς καλὰς ἀναβάσεις ἐν τῇ καρδίᾳ διατιθέμενος καὶ ἐκ δυνάμεως εἰς δύναμιν ἀεὶ πορευόμενος τοῦτο πρὸς τὸν θεὸν ἀνεβόησεν ὅτι Σὺ δὲ ὕψιστος εἰς τὸν αἰῶνα, κύριε· τοῦτο οἶμαι διὰ τῆς φωνῆς ταύτης σημαίνων ὅτι ἐν πάσῃ τῇ τοῦ ἀτελευτήτου αἰῶνος ἀϊδιότητι ὁ μὲν πρὸς σὲ τρέχων ἑαυτοῦ μείζων πάντοτε καὶ ἀνώτερος γίνεται ἀεὶ διὰ τῆς τῶν ἀγαθῶν ἀναβάσεως ἀναλόγως αὐξόμενος, σὺ δὲ ὁ αὐτὸς εἶ ὕψιστος εἰς τὸν αἰῶνα μένων, οὐδέποτε χθαμαλώτερος τοῖς ἀνιοῦσι φανῆναι δυνάμενος τῷ κατὰ τὸ ἴσον ἀνώτερος πάντοτε καὶ ὑψηλότερος 6.247 εἶναι τῆς τῶν ὑψουμένων δυνάμεως. ταῦτα τοίνυν περὶ τῆς φύσεως τῶν ἀφράστων ἀγαθῶν δογματίζειν τὸν ἀπόστολον ὑπειλήφαμεν λέγοντα ὅτι τὸ ἀγαθὸν ἐκεῖνο Ὀφθαλμὸς οὐκ εἶδεν, κἂν ἀεὶ βλέπῃ (οὐ γὰρ ὅσον ἐστὶ βλέπει, ἀλλ' ὅσον τῷ ὀφθαλμῷ δυνατόν ἐστι δέξασθαι), Καὶ οὖς οὐκ ἤκουσεν, καθ' ὅσον ἐστὶ τὸ δηλούμενον, κἂν πάντοτε δέχηται τῇ ἀκοῇ τὸν λόγον, Καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, κἂν διὰ παντὸς ὁ καθαρὸς τῇ καρδίᾳ ὅσον δύναται βλέπῃ· τὸ γὰρ ἀεὶ καταλαμβανόμενον τῶν μὲν προκαταληφθέντων πάντως μεῖζόν ἐστιν, οὐ μὴν ὁρίζει ἐν ἑαυτῷ τὸ ζητούμενον, ἀλλὰ τὸ πέρας τοῦ εὑρεθέντος ἀρχὴ πρὸς τὴν τῶν ὑψηλοτέρων εὕρεσιν τοῖς ἀναβαίνουσι γίνεται καὶ οὔτε ὁ ἀνιών ποτε ἵσταται ἀρχὴν ἐξ ἀρχῆς μεταλαμβάνων οὔτε τελεῖται περὶ ἑαυτὴν ἡ τῶν ἀεὶ μειζόνων ἀρχή· οὐδέποτε γὰρ ἐπὶ τῶν ἐγνωσμένων ἡ τοῦ ἀνιόντος ἐπιθυμία μένει, ἀλλὰ διὰ μείζονος πάλιν ἑτέρας ἐπιθυμίας πρὸς ἑτέραν ὑπερκειμένην κατὰ τὸ ἐφεξῆς ἡ ψυχὴ ἀνιοῦσα πάντοτε διὰ τῶν ἀνωτέρων ὁδεύει πρὸς τὸ ἀόριστον. Τούτων δὲ ἡμῖν οὕτω διῃρημένων καιρὸς ἂν εἴη 6.248 προθεῖναι τῶν θείων λογίων τὴν θεωρίαν· ∆εῦρο ἀπὸ λιβάνου, νύμφη, δεῦρο ἀπὸ λιβάνου· ἐλεύσῃ καὶ διελεύσῃ ἀπὸ ἀρχῆς πίστεως, ἀπὸ κεφαλῆς Σανὶρ καὶ Ἑρμών, ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων παρδάλεων. τί τοίνυν ἐν τούτοις ὑπενοήσαμεν; ἀεὶ τῶν ἀγαθῶν ἡ πηγὴ πρὸς ἑαυτὴν τοὺς διψῶντας ἐφέλκεται, καθὼς ἐν τῷ εὐαγγελίῳ φησὶν ἡ πηγὴ ὅτι Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω· ἐν τούτοις γὰρ οὔτε τῆς δίψης οὔτε τῆς πρὸς αὐτὸν ὁρμῆς οὔτε τῆς ἐν τῷ πίνειν ἀπολαύσεως ἔδωκεν ὅρον, ἀλλὰ τῷ παρατατικῷ τοῦ προστάγματος πρὸς τὸ διηνεκὲς ποιεῖται τὴν προτροπὴν καὶ τοῦ διψῆν καὶ τοῦ πίνειν καὶ τοῦ πρὸς αὐτὸν τὴν ὁρμὴν ἔχειν. τοῖς δὲ γευσαμένοις ἤδη καὶ τῇ πείρᾳ μαθοῦσιν ὅτι χρηστὸς ὁ κύριος οἷόν τις προτροπὴ πρὸς τὴν τοῦ πλείονος μετουσίαν ἡ γεῦσις γίνεται. διὰ τοῦτο οὐδέποτε λείπει τῷ ἀναβαίνοντι ἡ γινομένη πρὸς αὐτὸν προτροπὴ ἡ πάντοτε πρὸς τὸ μεῖζον ἐφελκομένη· ὑπομνησθῶμεν γὰρ τῆς πολλάκις ἐν τοῖς φθάσασιν ἤδη γεγενημένης παρορμήσεως παρὰ τοῦ λόγου τῇ νύμφῃ. 6.249 Ἐλθέ, ἡ πλησίον μου, λέγει καὶ πάλιν ∆εῦρο περιστερά μου, καὶ ∆εῦρο σεαυτῇ ἐν σκέπῃ τῆς πέτρας. καὶ ἄλλας τοιαύτας φωνὰς προτρεπτικάς τε καὶ ἑλκτικὰς τῆς τῶν μειζόνων ἐπιθυμίας ὁ λόγος πρὸς τὴν ψυχὴν ποιησάμενος καὶ μαρτυρήσας ἤδη τῇ πρὸς αὐτὸν ἀνιούσῃ τὸ διὰ πάντων ἀμώμητον εἰπὼν ὅτι Ὅλη καλὴ εἶ καὶ μῶμος οὐκ ἔστιν ἐν σοί, ὡς ἂν μὴ τῇ μαρτυρίᾳ ταύτῃ ἐγχαυνωθεῖσα πρὸς τὴν τῶν μειζόνων ἄνοδον ἐμποδισθείη, πάλιν διὰ τῆς προτρεπτικῆς ταύτης φωνῆς ἐπὶ τὴν τῶν ὑπερκειμένων ἐπιθυμίαν ἀναβῆναι παρακελεύεται λέγων ∆εῦρο ἀπὸ λιβάνου, νύμφη. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστι· καλῶς, φησίν, ἐν τοῖς φθάσασιν ἠκολούθησας, ἦλθες μετ' ἐμοῦ πρὸς τὸ ὄρος τῆς σμύρνης (συνετάφης γάρ μοι διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον), συνανῆλθές μοι καὶ ἐπὶ τὸν βουνὸν τοῦ λιβάνου (συνανέστης γάρ μοι καὶ ὑψώθης ἐν τῇ τῆς θεότητος κοινωνίᾳ, ἣν ἐνδείκνυται τοῦ λιβάνου τὸ ὄνομα), ἀνάβηθί μοι καὶ ἀπὸ τούτων ἐπὶ ἕτερα ὄρη προκόπτουσά τε καὶ ὑψουμένη διὰ τῆς ἐνεργοῦς γνώσεως, δεῦρο τοίνυν ἀπὸ τοῦ λιβάνου, φησίν, οὐκέτι μνηστὴ ἀλλὰ νύμφη. οὐ γάρ ἐστι δυνατὸν ἐμοὶ συζῆσαι μὴ ἀλλοιωθέντα διὰ τῆς τοῦ θανάτου σμύρνης πρὸς τὴν τοῦ λιβάνου θεότητα. ἐπεὶ οὖν ἐν τούτῳ γέγονας 6.250 ἤδη τῷ ὕψει, μὴ στῆς ἀνιοῦσα ὡς ἤδη διὰ τούτων ἐπιβᾶσα τῆς τελειότητος· ἀρχὴ γάρ