70
σοι πίστεως ὁ λίβανος οὗτος γίνεται, οὗ μετέσχες διὰ τῆς ἀναστάσεως, ἀρχὴ δὲ τῆς ἐπὶ τὰ ὑψηλότερα τῶν ἀγαθῶν πορείας. ἀπὸ τοίνυν τῆς ἀρχῆς ταύτης, ἥτις ἐστὶν ἡ πίστις, ἐλεύσῃ καὶ διελεύσῃ· τουτέστι καὶ νῦν ἥξεις καὶ εἰς ἀεὶ διερχομένη διὰ τῶν τοιούτων ἀνόδων οὐκ ἀπολήξεις. Ἔχει δὲ ἡ λέξις οὕτως· Ἐλεύσῃ καὶ διελεύσῃ ἀπὸ ἀρχῆς πίστεως, ἀπὸ κεφαλῆς Σανὶρ καὶ Ἑρμών. διὰ τούτων δὲ τὸ τῆς ἄνωθεν γεννήσεως ὑποφαίνει μυστήριον· ἐντεῦθεν γὰρ προχεῖσθαί φασι τὰς τοῦ Ἰορδάνου πηγάς, ὧν ὑπέρκειται τοῦτο τὸ ὄρος δύο λοφιαῖς μεριζόμενον, αἷς ταῦτα ἐπίκειται τὰ ὀνόματα Σανὶρ καὶ Ἑρμών. ἐπεὶ οὖν τὸ ἐκ τῶν πηγῶν τούτων ῥεῖθρον ἀρχὴ γέγονεν ἡμῖν τῆς πρὸς τὸ θεῖον μεταποιήσεως, τούτου χάριν ἀκούει τοῦ πρὸς ἑαυτὸν καλοῦντος αὐτὴν ὅς φησι ∆εῦρο ἀπὸ λιβάνου καὶ ἀπὸ ἀρχῆς πίστεως καὶ ἀπὸ κεφαλῆς τῶν ὀρέων τούτων, ὅθεν σοι γεγόνασιν αἱ τοῦ μυστηρίου πηγαί. καλῶς δὲ προστίθησι τὴν τῶν λεόντων τε καὶ παρδάλεων μνήμην, ἵνα διὰ τῆς τῶν λυπηρῶν παραθέσεως γλυκυτέραν ποιήσῃ 6.251 τὴν τῶν εὐφραινόντων ἀπόλαυσιν· ἐπειδὴ γὰρ ἀποθέμενός ποτε τὸ θεῖον εἶδος ὁ ἄνθρωπος πρὸς τὴν ὁμοιότητα τῆς ἀλόγου φύσεως ἐθηριώθη πάρδαλις καὶ λέων διὰ τῶν πονηρῶν ἐπιτηδευμάτων γενόμενος (ὁ γὰρ ὑπὸ τοῦ λέοντος ἑλκυοθεὶς τοῦ ἐνεδρεύοντος ἐν τῇ μάνδρᾳ, καθώς φησιν ὁ προφήτης, καὶ ἐν τῇ παγίδι αὐτοῦ ταπεινωθεὶς πρὸς τὴν ἐκείνου φύσιν μεταμορφοῦται κατακρατήσαντος τοῦ θηρίου τῆς φύσεως· Ὅμοιοι γὰρ αὐτοῖς, φησί, γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς. ὁμοίως δὲ καὶ πάρδαλις γίνεται ὁ διὰ τῶν τοῦ βίου κηλίδων τὴν ψυχὴν στιγματίσας), ἐπεὶ οὖν ἦν ποτε ὅτε ἐν τούτοις ἦν τὸ ἀνθρώπινον διὰ τῆς εἰδωλολατρίας καὶ τῆς Ἰουδαϊκῆς ἀπάτης καὶ τῆς ποικίλης τῶν ἁμαρτιῶν κακίας πλανώμενον, μετὰ ταῦτα δὲ διὰ τοῦ Ἰορδάνου καὶ τῆς σμύρνης καὶ τοῦ λιβάνου πρὸς τοσοῦτον ὑψώθη, ὥστε αὐτῷ ἤδη συμμετεωροπορεῖν τῷ θεῷ, τούτου χάριν πλεονάζει τῶν παρόντων ἀγαθῶν τὴν εὐφροσύνην ὁ λόγος διὰ τῆς τῶν ποτε γεγενημένων ἀνιαρῶν παραθέσεως προφέρων, ἐν τίσιν ἦν ἡ ψυχὴ πρὸ τοῦ λιβάνου καὶ τῆς ἀρχῆς τῆς πίστεως καὶ πρὸ τῶν ἐπὶ τοῦ Ἰορδάνου γνωρι σθέντων ἡμῖν μυστηρίων· ὡς γὰρ ἡ κατ' εἰρήνην ζωὴ γλυκυ τέρα μετὰ τὸν πόλεμον γίνεται τοῖς σκυθρωποῖς διηγήμασιν ἡδυνομένη καὶ τὸ τῆς ὑγείας ἀγαθὸν μᾶλλον καταγλυκαίνει τὰ τοῦ σώματος ἡμῶν αἰσθητήρια, εἰ ἔκ τινος ἀρρωστημάτων 6.252 ἀηδίας πρὸς ἑαυτὴν ἐπανέλθοι πάλιν ἡ φύσις, τὸν αὐτὸν τρόπον ἐπίτασίν τινα καὶ πλεονασμὸν τῆς ἐν τοῖς ἀγαθοῖς εὐφροσύνης οἰκονομῶν ὁ ἀγαθὸς νυμφίος τῇ πρὸς αὐτὸν ἀνιούσῃ ψυχῇ οὐ μόνον τὸ ἑαυτοῦ κάλλος τῇ νύμφῃ προδείκνυσιν, ἀλλὰ καὶ τοῦ φρικωδεστάτου τῶν θηρίων εἴδους ὑπομιμνήσκει τῷ λόγῳ, ἵνα μᾶλλον ἐντρυφῴη τοῖς παροῦσι καλοῖς μανθάνουσα διὰ τῆς παραθέσεως, οἷα ἀνθ' οἵων ἠλλάξατο. τάχα δέ τι καὶ ἕτερον διὰ τούτων ἐκ προνοίας ἀγαθὸν τῇ νύμφῃ κατασκευάζεται· ἐπειδὴ γὰρ βούλεται ἡμᾶς ὁ λόγος τρεπτοὺς ὄντας κατὰ τὴν φύσιν μὴ πρὸς τὸ κακὸν διὰ τῆς τροπῆς ἀπορρέειν, ἀλλὰ διὰ τῆς ἀεὶ πρὸς τὸ κρεῖττον γινομένης αὐξήσεως συνεργὸν τὴν τροπὴν πρὸς τὴν τῶν ὑψηλοτέρων ἄνοδον ἔχειν, ὥστε κατορθωθῆναι διὰ τοῦ τρεπτοῦ τῆς φύσεως ἡμῶν τὸ πρὸς τὸ κακὸν ἀναλλοίω τον, τούτου χάριν ὥσπερ τινὰ παιδαγωγὸν καὶ φύλακα πρὸς τὴν τῶν κακῶν ἀλλοτρίωσιν τὴν μνήμην τῶν ποτε κατακρατησάντων θηρίων ὁ λόγος προήνεγκεν, ἵνα τῇ 6.253 ἀποστροφῇ τῶν χειρόνων τὸ ἀκλινές τε καὶ ἀπαράτρεπτον ἐν τοῖς ἀγαθοῖς κατορθώσωμεν οὔτε ἱστάμενοι τῆς ἐπὶ τὸ κρεῖτ τον τροπῆς οὔτε πρὸς τὸ κακὸν ἀλλοιούμενοι. διὰ ταῦτα καὶ ἐλθεῖν ἐγκελεύεται ἀπὸ τοῦ λιβάνου τὴν νύμφην καὶ τῆς μάνδρας τῶν λεόντων ὑπομιμνήσκει, ᾗ ἐνηυλίζετο, καὶ τὰ τῶν παρδάλεων ὄρη προφέρει τῷ λόγῳ, οἷς ἐνδιέτριβεν ὅτε τοῖς θηρίοις ὁμοδίαιτος ἦν. Ἀλλ' ἐπειδὴ πάντοτε ἡ τοῦ λόγου φωνὴ δυνάμεώς ἐστι φωνή, καθάπερ ἐπὶ τῆς πρώτης κτίσεως συνεξέλαμψε τὸ φῶς τῷ προστάγματι καὶ συνυπέστη πάλιν τῷ προστα κτικῷ ῥήματι τὸ στερέωμα καὶ ἡ λοιπὴ πᾶσα κτίσις ὡσαύτως τῷ ποιητικῷ συνανεφαίνετο λόγῳ,