1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

71

τὸν αὐτὸν τρόπον καὶ νῦν τοῦ λόγου τὴν ψυχὴν κρείττονα γενομένην πρὸς ἑαυτὸν ἐλθεῖν ἐγκελευσαμένου ἀδιαστάτως δυναμωθεῖσα τῷ προστάγ ματι τοιαύτη γίνεται, οἵαν ὁ νυμφίος ἐβούλετο, μεταποιηθεῖσα πρὸς τὸ θειότερον καὶ ἀπὸ τῆς δόξης ἐν ᾗ ἦν πρὸς τὴν ἀνωτέραν δόξαν μεταμορφωθεῖσα διὰ τῆς ἀγαθῆς ἀλλοιώ σεως, ὡς θαῦμα γενέσθαι τῷ περὶ τὸν νυμφίον τῶν ἀγγέλων χορῷ καὶ πάντας εὐφήμως πρὸς αὐτὴν τὴν θαυμαστικὴν ταύτην προέσθαι φωνὴν ὅτι Ἐκαρδίωσας ἡμᾶς, ἀδελφὴ 6.254 ἡμῶν νύμφη· ὁ γὰρ τῆς ἀπαθείας χαρακτὴρ ὁμοίως ἐπιλάμ πων αὐτῇ τε καὶ τοῖς ἀγγέλοις εἰς τὴν τῶν ἀσωμάτων αὐτὴν ἄγει συγγένειάν τε καὶ ἀδελφότητα τὴν ἐν σαρκὶ τὸ ἀπαθὲς κατορθώσασαν. διὰ τοῦτό φασι πρὸς αὐτὴν ὅτι Ἐκαρδίωσας ἡμᾶς, ἀδελφὴ ἡμῶν νύμφη, κυρίως ἑκατέρῳ τῶν ὀνομάτων σεμνυνομένη· ἀδελφὴ μὲν ἡμετέρα διὰ τὴν τῆς ἀπαθείας συγγένειαν, νύμφη δὲ διὰ τὴν πρὸς τὸν λόγον συνάφειαν. τοῦ δὲ ἐκαρδίωσας τὸ σημαινόμενον τοιοῦτον εἶναι νομίζομεν οἷόν ἐστι καὶ τὸ ἐψύχωσας, ὡς εἰ ἔλεγον πρὸς αὐτὴν ὅτι καρδίαν ἡμῖν ἐνέθηκας. σαφηνείας δὲ χάριν, ὡς ἂν γένοιτο μᾶλλον καταφανὲς ἡμῖν τὸ λεγόμενον, τὸν θεῖον ἀπόστολον πρὸς τὴν τῶν μυστηρίων τούτων ἑρμηνείαν παραληψόμεθα· φησὶ γάρ που τῶν ἑαυτοῦ λόγων ἐκεῖνος πρὸς Ἐφεσίους γράφων, ὅτε τὴν μεγάλην οἰκονομίαν τῆς διὰ σαρκὸς γεγενημένης θεοφανείας ἡμῖν διηγήσατο, ὅτι οὐ μόνον ἡ ἀνθρωπίνη φύσις ἐπαιδεύθη τὰ θεῖα διὰ τῆς χάριτος ταύτης μυστήρια, ἀλλὰ καὶ ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις ἐγνωρίσθη ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ διὰ τῆς κατὰ Χριστὸν ἐν τοῖς ἀνθρώποις οἰκονομίας φανερωθεῖσα. ἔχει δὲ ἡ λέξις οὕτως· Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ 6.255 τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ· τῷ ὄντι γὰρ διὰ τῆς ἐκκλησίας γνωρίζεται ταῖς ὑπερκοσμίοις δυνάμεσιν ἡ ποικίλη τοῦ θεοῦ σοφία ἡ διὰ τῶν ἐναντίων θαυματουργήσασα τὰ μεγάλα θαυμάσια, πῶς γέγονε διὰ θανάτου ζωὴ καὶ δικαιοσύνη διὰ τῆς ἁμαρτίας καὶ διὰ κατάρας εὐλογία καὶ δόξα διὰ τῆς ἀτιμίας καὶ διὰ τῆς ἀσθενείας ἡ δύναμις· μόνην γὰρ ἐν τοῖς πρὸ τούτου χρόνοις τὴν ἁπλῆν τε καὶ μονοειδῆ τοῦ θεοῦ σοφίαν αἱ ὑπερκόσμιοι δυνάμεις ἐγίνωσκον καταλλήλως ἐνεργοῦσαν τῇ φύσει τὰ θαύματα (καὶ ποικίλον ἦν ἐν τοῖς ὁρωμένοις οὐδὲν ἐν τῷ δύναμιν οὖσαν τὴν θείαν φύσιν πᾶσαν τὴν κτίσιν κατ' ἐξουσίαν ἐργάζεσθαι ἐν μόνῃ τῇ ὁρμῇ τοῦ θελήματος τὴν τῶν ὄντων φύσιν εἰς γένεσιν ἄγουσαν καὶ ποιεῖν τὰ πάντα καλὰ λίαν τὰ ἀπὸ τῆς τοῦ καλοῦ πηγῆς ἀναβρύοντα), τὸ δὲ ποικίλον τοῦτο τῆς σοφίας εἶδος τὸ ἐκ τῆς πρὸς τὰ ἐναντία διαπλοκῆς συνιστάμενον νῦν διὰ τῆς ἐκκλησίας σαφῶς ἐδιδάχθησαν, πῶς ὁ λόγος σὰρξ γίνεται, πῶς ἡ ζωὴ θανάτῳ μίγνυται, πῶς τῷ ἰδίῳ μώλωπι τὴν ἡμετέραν ἐξιᾶται πληγήν, πῶς τῇ ἀσθενείᾳ τοῦ σταυροῦ καταπαλαίει τοῦ ἀντικειμένου τὴν δύναμιν, πῶς τὸ ἀόρατον 6.256 ἐν σαρκὶ φανεροῦται, πῶς ἐξωνεῖται τοὺς αἰχμαλώτους αὐτός τε ὢν ὁ ὠνούμενος καὶ αὐτὸς χρῆμα γινόμενος (ἑαυτὸν γὰρ ἔδωκε λύτρον ὑπὲρ ἡμῶν τῷ θανάτῳ), πῶς καὶ ἐν τῷ θανάτῳ γίνεται καὶ τῆς ζωῆς οὐκ ἐξίσταται, πῶς καὶ τῇ δουλείᾳ καταμίγνυται καὶ ἐν τῇ βασιλείᾳ μένει· ταῦτα γὰρ πάντα καὶ τὰ τοιαῦτα ποικίλα ὄντα καὶ οὐχ ἁπλᾶ τῆς σοφίας ἔργα διὰ τῆς ἐκκλησίας οἱ φίλοι τοῦ νυμφίου μαθόντες ἐκαρδιώθησαν, ἄλλον χαρακτῆρα τῆς θείας σοφίας ἐν τῷ μυστηρίῳ κατανοήσαντες. εἰ δὲ μὴ τολμηρόν ἐστιν εἰπεῖν, τάχα κἀκεῖνοι διὰ τῆς νύμφης τὸ τοῦ νυμφίου κάλλος ἰδόντες ἐθαύμασαν τὸ πᾶσι τοῖς οὖσιν ἀόρατόν τε καὶ ἀκατάληπτον· ὃν γὰρ Οὐδεὶς ἑώρακε πώποτε, καθώς φησιν Ἰωάννης, Οὐδὲ ἰδεῖν τις δύναται, καθὼς ὁ Παῦλος μαρτύρε, οὗτος σῶμα ἑαυτοῦ τὴν ἐκκλησίαν ἐποίησε καὶ διὰ τῆς προσθήκης τῶν σῳζομένων οἰκοδομεῖ ἑαυτὸν ἐν ἀγάπῃ, Μέχρις ἂν καταντήσωμεν οἱ πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. εἰ οὖν σῶμα τοῦ