1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

72

Χριστοῦ ἡ ἐκκλησία, κεφαλὴ δὲ τοῦ σώματος ὁ Χριστὸς τῷ ἰδίῳ χαρακτῆρι μορφῶν τῆς ἐκκλησίας τὸ πρόσωπον, τάχα διὰ τοῦτο πρὸς ταύτην βλέποντες οἱ φίλοι τοῦ νυμφίου ἐκαρδιώθησαν, ὅτι τρανότερον ἐν αὐτῇ τὸν 6.257 ἀόρατον βλέπουσιν· καθάπερ οἱ αὐτὸν τοῦ ἡλίου τὸν κύκλον ἰδεῖν ἀδυνατοῦντες, διὰ δὲ τῆς τοῦ ὕδατος αὐγῆς εἰς αὐτὸν ὁρῶντες, οὕτω κἀκεῖνοι ὡς ἐν κατόπτρῳ καθαρῷ τῇ ἐκκλησίᾳ τὸν τῆς δικαιοσύνης ἥλιον βλέπουσι τὸν διὰ τοῦ φαινομένου κατανοούμενον. τούτου χάριν οὐχ ἅπαξ εἴρηται τῇ νύμφῃ παρὰ τῶν φίλων τὸ ἐκαρδίωσας ἡμᾶς (ὅπερ ἐστὶν ὅτι ψυχήν τινα καὶ διάνοιαν πρὸς τὴν τοῦ φωτὸς κατανόησιν δι' ἑαυτῆς ἡμῖν ἐνεποίησας), ἀλλὰ καὶ πάλιν τὸν αὐτὸν ἐπαναλαμβάνουσι λόγον ἀξιοπιστίαν προστιθέντες τῷ λεγο μένῳ διὰ τῆς δευτερώσεως· λέγουσι γὰρ ἐπαναλαμβάνοντες ὅτι Ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀφθαλμῶν σου. τοῦτό ἐστι μάλιστα ὃ τὴν θαυμαστικὴν ἐνεποίησε τοῖς φίλοις περὶ τῆς νύμφης διάθεσιν· διπλῆς γὰρ οὔσης τῇ ψυχῇ τῆς ὀπτικῆς ἐνεργείας καὶ τῆς μὲν τὴν ἀλήθειαν ὁρώσης, τῆς δὲ ἑτέρας περὶ τὰ μάταια πλανωμένης, ἐπειδὴ περὶ μόνην τοῦ ἀγαθοῦ τὴν φύσιν ἀνέῳκται τῆς νύμφης ὁ καθαρὸς ὀφθαλμός, ἀργεῖ δὲ ὁ ἕτερος, τούτου χάριν τῷ ἑνὶ τῶν ὀφθαλμῶν 6.258 προσάγουσιν οἱ φίλοι τὸν ἔπαινον, δι' οὗ μόνου θεωρεῖ τὸν μόνον, ἐκεῖνον λέγω τὸν μόνον τὸν ἐν τῇ ἀτρέπτῳ τε καὶ ἀϊδίῳ καταλαμβανόμενον φύσει, τόν τε ἀληθινὸν πατέρα καὶ τὸν μονογενῆ υἱὸν καὶ τὸ ἅγιον πνεῦμα· μόνον γάρ ἐστιν ὡς ἀληθῶς τὸ ἐν μιᾷ θεωρούμενον φύσει, μηδένα χωρισμὸν ἢ ἀλλοτρίωσιν τῆς κατὰ τὰς ὑποστάσεις διαφορᾶς ἐμποιούσης. εἰσὶ γάρ τινες οἳ διαφόροις ὀφθαλμοῖς κακῶς περὶ τὸ ἀνύπαρ κτον ὀξυωποῦσιν εἰς πολλὰς φύσεις τὸ ἓν ταῖς τῶν ἐνδιαστρό φων ὀφθαλμῶν φαντασίαις καταμερίζοντες. οὗτοί εἰσιν οἱ λεγόμενοι πολυβλέποντες, οἱ διὰ τοῦ πολλὰ βλέπειν ὁρῶντες οὐδέν. καὶ ὅσοι νῦν μὲν πρὸς τὸν θεὸν ὁρῶσι, πάλιν δὲ ταῖς ὑλικαῖς φαντασίαις ἐπιπλανῶνται, ἀνάξιοι τῆς τῶν ἀγγέλων εὐφημίας εἰσὶ ταῖς τῶν ἀνυπάρκτων φαντασίαις ἐμματαιάζοντες, ὁ δὲ πρὸς μόνον τὸ θεῖον ὀξυωπῶν τυφλὸς ἐν τοῖς ἄλλοις πᾶσίν ἐστιν, πρὸς ἅπερ αἱ τῶν πολλῶν βλέπουσιν ὄψεις. διὰ τοῦτο τῷ ἑνὶ τῶν ὀφθαλμῶν ποιεῖ τοῖς φίλοις ἡ νύμφη τὸ θαῦμα. οὐκοῦν τυφλὸς μέν ἐστιν ὁ πολυόμματος ὁ πρὸς τὰ μάταια πολλοῖς ὀφθαλμοῖς βλέπων, ὀξυδερκὴς δὲ καὶ διορατικὸς ἐκεῖνος ὁ δι' ἑνὸς τοῦ τῆς ψυχῆς ὀφθαλμοῦ πρὸς μόνον τὸ ἀγαθὸν βλέπων. Τίς δὲ ἐκείνη ἐστὶν ἡ μία ἢ τί τὸ ἔνθεμα τοῦ τραχήλου τῆς νύμφης, οὐ χαλεπὸν ἂν εἴη διὰ τῶν ἐξητασμένων 6.259 ἐπιλογίσασθαι, κἂν δοκῇ πως ἀσαφὴς ἡ λέξις εἶναι, κατὰ τὴν σύμφρασιν· οὕτω γὰρ ὁ λόγος φησὶν ὅτι Ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀφθαλμῶν σου, ἐν μιᾷ, ἐνθέματι τραχήλου σου, ὡς τὸ μὲν Ἐν μιᾷ σύμφωνον εἶναι τῷ Ἑνὶ ἀπὸ ὀφθαλμῶν σου, νοούντων ἡμῶν κατὰ παράλειψιν τὸ Ἐν μιᾷ ψυχῇ. πολλαὶ γὰρ ἐν ἑκάστῳ γίνονται τῶν ἀπαιδεύτων ψυχαί, ἐν οἷς τὰ πάθη διὰ τῆς ἐπικρατήσεως εἰς τὸν τῆς ψυχῆς τόπον ἀντιμεθίσταται πρὸς λύπην καὶ ἡδονὴν ἢ θυμὸν καὶ φόβον καὶ δειλίαν καὶ θράσος μεταβαλλομένου τοῦ τῆς ψυχῆς χαρακτῆρος. ἡ δὲ πρὸς τὸν λόγον ὁρῶσα τῷ μονοειδεῖ τῆς κατ' ἀρετὴν ζωῆς μιᾷ ψυχῇ συζῆν μεμαρτύρη. οὐκοῦν οὕτω διασταλτέον τὸν λόγον, ὡς τὸ μὲν Ἐν μιᾷ τῷ προλαβόντι συνημμένον εἶναι κατὰ τὴν ἔννοιαν νοούντων ἡμῶν ἢ ἐν μιᾷ ψυχῇ ἢ ἐν μιᾷ καταστάσει, τὸ δὲ ἐφεξῆς ἑτέραν ἔχειν διάνοιαν τὸ Ἐνθέματι τραχήλου σου. ὡς ἄν τις ὅλον πρὸς τὸ σαφέστερον μεταλαβὼν εἴποι ὅτι σου καὶ ὀφθαλμὸς εἷς ἐστιν ἐν τῷ πρὸς τὸ ἓν βλέπειν 6.260 καὶ ψυχὴ μία διὰ τὸ μὴ πρὸς διαφόρους διαθέσεις μερίζεσθαι καὶ ἡ θέσις τοῦ τραχήλου σου τὸ τέλειον ἔχει τὸν θεῖον ζυγὸν ἐφ' ἑαυτῆς ἀραμένη. ἐπεὶ οὖν ἐπὶ ὄψει ἐν μὲν τῷ ἐνθέματι τοῦ τραχήλου σου τὸν τοῦ Χριστοῦ ὁρῶμεν ζυγόν, ἐν δὲ τῇ περὶ τὸ ὄντως ἀγαθὸν διαθέσει ἕνα ὀφθαλμὸν καὶ μίαν ψυχήν, διὰ τοῦτο ὁμολογοῦμεν ὅτι τοῖς σοῖς ἡμᾶς θαύμασιν ἐκαρδίωσας ἕνα δεικνύουσα ὀφθαλμὸν καὶ μίαν ψυχὴν ἐν τῷ ἐνθέματι τοῦ τραχήλου σου. [ἔνθεμα δὲ τοῦ τραχήλου τῆς νύμφης ὁ ζυγός ἐστι καθὼς εἴρηται.]