73
αὕτη μὲν οὖν ἡ τῶν ἀγγέλων ἐστὶν εὐφημία ἣν ἐπὶ τῷ κάλλει τῆς νύμφης πεποίηνται (τούτους γὰρ εἶναι τοὺς φίλους τοῦ νυμφίου κατελαβόμεθα), ὡς δ' ἂν μὴ δοκοίη ἄκριτός τις αὐτῶν εἶναι καὶ διημαρτημένος ὁ ἔπαινος, κυροῖ τῶν φίλων τὴν ἐπὶ τῷ κάλλει τῆς νύμφης κρίσιν ἐπιψηφίσας ὁ λόγος καὶ προστίθησι καὶ αὐτὸς τὰ μείζω θαύματα τῇ μαρτυρίᾳ τοῦ κάλλους τὴν αὐτοῖς τοῖς μέλεσιν ἐπιφαινομένην ὥραν διαγράφων τῷ λόγῳ, ἃ ἐν τοῖς ἐφεξῆς θεοῦ διδόντος προσθήσομεν, εἴ γέ τις γένοιτο ἡμῖν ἐκ τῆς ἄνωθεν συμμαχίας δύναμις πρὸς τὴν κατανόησιν 6.261 τοῦ μυστηρίου εἰς ἐπίγνωσιν τοῦ κάλλους τῆς ἐκκλησίας καὶ εἰς ἔπαινον τῆς δόξης τῆς χάριτος αὐτοῦ ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Λόγος θʹ Τί ἐκαλλιώθησαν μαστοί σου, ἀδελφή μου νύμφη, τί ἐκαλλιώθησαν μαστοί σου ἀπὸ οἴνου; καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα.
Κηρίον ἀποστάζουσι χείλη σου, νύμφη, μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου,
καὶ ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ λιβάνου. Κῆπος κεκλεισμένος ἀδελφή μου νύμφη, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη. Ἀποστολαί σου παράδεισος ῥοῶν μετὰ καρποῦ κύπρος μετὰ νάρδου, ἀκροδρύων, Νάρδος καὶ κρόκος, κάλαμος καὶ κιννάμωμον μετὰ πάντων ξύλων τοῦ λιβάνου, σμύρνα, ἀλόη μετὰ πάντων πρωτομύρων, Πηγὴ κήπων, φρέαρ ὕδατος ζῶντος καὶ ῥοιζοῦντος ἀπὸ τοῦ λιβάνου. 6.262 Εἰ συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. λέγει ταῦτα πρὸς ἡμᾶς ὁ ἐν Παύλῳ λαλῶν· Ἀπεθάνετε γάρ, φησί, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ. ὅταν ὁ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. εἰ τοίνυν νεκροὶ τῇ κάτω φύσει γεγόναμεν εἰς οὐρανὸν ἀπὸ γῆς τὴν ἐλπίδα τῆς ζωῆς μετοικίσαντες καὶ ἡ διὰ σαρκὸς ζωὴ κέκρυπται ἀφ' ἡμῶν κατὰ τὸν παροιμιώδη λόγον ὅς φησιν ὅτι Σοφοὶ κρύψουσιν αἴσθησιν, ἀναμένομεν δὲ τὴν ἀληθινὴν ἐν ἡμῖν φανερωθῆναι ζωήν, ἥτις ἐστὶν ὁ Χριστός, ὥστε καὶ ἡμᾶς ἐν δόξῃ φανερωθῆναι μεταποιηθέντας πρὸς τὸ θειότερον, οὕτω τῶν παρόντων ἀκούσωμεν ὡς ἀποθανόντες τῷ σώματι πρὸς μηδεμίαν σαρκώδη διάνοιαν ἐκ τῶν λεγομένων κατασυρόμενοι· ὁ γὰρ νεκρὸς τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις ἐπὶ τὸ καθαρὸν καὶ ἀκήρατον μετοίσει τὰς τῶν ῥημάτων ἐμφάσεις τὰ ἄνω φρονῶν, Οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ πατρὸς καθήμενος, ἐν ᾧ πάθος οὐκ ἔστι τῶν ταπεινῶν τε καὶ χαμαιζήλων νοημάτων λήθην ποιούμενος. ἀκούσωμεν τοίνυν τῶν θείων ῥημάτων, δι' ὧν ὑπογράφει ὁ λόγος τῆς ἀμιάντου νύμφης τὸ κάλλος, ἀκούσωμεν δὲ ὡς ἔξω γεγονότες ἤδη σαρκός τε καὶ αἵματος, εἰς δὲ τὴν πνευματικὴν μεταστοιχειωθέντες φύσιν. 6.263 Τί ἐκαλλιώθησαν μαστοί σου, ἀδελφή μου νύμφη; τί ἐκαλλιώθησαν μαστοί σου ἀπὸ οἴνου καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα; ὅτι μὲν οὖν πᾶς ὁ ποιῶν τὸ θέλημα τοῦ κυρίου ἀδελφὸς αὐτοῦ καὶ ἀδελφὴ καὶ μήτηρ ἐστὶ καὶ ὅτι ἡ ἁρμοσθεῖσα τῷ κυρίῳ παρθένος ἁγνὴ πρὸς μετουσίαν τῆς ἀχράντου παστάδος νύμφη κυρίως κατονομάζεται, παντὶ δῆλον ἂν εἴη τοῦτο τῷ μὴ ἀγνοοῦντι τὰς θεοπνεύστους φωνάς· ἐγὼ δὲ τῶν θείων ῥητῶν τούτων διερευνώμενος τὴν διάνοιαν οὐ ψιλὸν ἔπαινον ἐκ τῆς τοιαύτης κλήσεως ὁρῶ προσαγόμενον παρὰ τοῦ λόγου τῇ νύμφῃ, ἀλλὰ τὰς αἰτίας τῆς εἰς τὸ κάλλος αὐτῆς ἐπιδόσεως διεξιέναι τὸν νυμφίον φημί, ὡς οὐκ ἂν αὐτῆς καλλιωθείσης ἐν ταῖς τῶν ἀγαθῶν διδαγμάτων πηγαῖς, ἃς μαζοὺς διὰ τῆς τροπικῆς σημασίας κατονομάζει, εἰ μὴ πρῶτον ἀδελφὴν ἑαυτὴν τοῦ κυρίου διὰ τῶν ἀγαθῶν ἔργων ἐποίησε καὶ εἰς παρθενίαν διὰ τῆς ἄνωθεν γεννήσεως ἀνακαινισθεῖσα μνηστὴ καὶ νύμφη τοῦ ἁρμοσαμένου ἐγένετο. ὁ τοίνυν ἀδελφὴν ἑαυτοῦ καὶ νύμφην αὐτὴν κατονομάσας τὴν αἰτίαν λέγει τῆς πρὸς τὸ κρεῖττόν τε καὶ τελειότερον τῶν μαζῶν αὐτῆς