1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

74

ἀλλοιώσεως, οἳ οὐκέτι γάλα βρύουσι τὴν τῶν νηπίων τροφήν, ἀλλὰ 6.264 τὸν ἀκήρατον οἶνον ἐπὶ εὐφροσύνῃ τῶν τελειοτέρων πηγά ζουσιν, οὗ τὴν χάριν τὸ τῶν καπήλων ὕδωρ οὐκ ἐλυμήνατο. σῴζεται δέ πως ἐν τοῖς λεγομένοις ὡς ἐν γαμικῇ θυμηδίᾳ ἡ ἀγαπητικὴ φιλοφροσύνη δι' ἀμοιβῆς παρ' ἀμφοτέρων ἀλλήλοις τὴν ἐρωτικὴν ἀντιχαριζομένων διάθεσιν· ταῖς γὰρ ὁμοίαις φωναῖς ἀντιδεξιοῦται ὁ νυμφίος τὴν ἐκκλησίαν, οἵαις ἐκείνη προλαβοῦσα τὸ ἐκείνου κάλλος ἐν τοῖς προοιμίοις ἀνύμνησεν· εὐθὺς γὰρ ἐν ταῖς πρώταις φωναῖς, ὅτε τὸν ἀπὸ τοῦ θείου στόματος λόγον τῷ στόματι αὐτῆς ἐγγενέσθαι ἐπόθησε τῷ τοῦ φιλήματος αἰνίγματι τοῦτο διασημάνασα, τὴν αἰτίαν τῆς τοιαύτης ἐπιθυμίας εἶπε τὸ ἀγαθοὺς εἶναι αὐτοῦ τοὺς μαστοὺς νικῶντας τῇ παρ' ἑαυτῶν χορηγίᾳ τὴν τοῦ οἴνου φύσιν καὶ παριόντας πᾶσαν μύρων τε καὶ ἀρωμάτων εὐωδίαν οὕτως εἰποῦσα τῷ λόγῳ Ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα. ἐπειδὴ τοίνυν καὶ ἐν τοῖς ἄλλοις πᾶσι τοῦτο παρὰ τῆς θείας φιλοσοφίας τὸ δόγμα μανθάνομεν ὅτι τοιοῦτον ἀεὶ γίνεται τὸ θεῖον ἡμῖν, οἵους ἂν ἑαυτοὺς 6.265 τῷ θεῷ διὰ τῆς προαιρέσεως δείξωμεν (ἀγαθὸν μὲν γὰρ αὐτὸν εἶναι τοῖς ἀγαθοῖς ὁ ∆αβὶδ ἐν τῇ προφητείᾳ μαρτύρεται, τοῖς δὲ θηριωθεῖσι διὰ τοῦ βίου ἕτερός τις τῶν προφητῶν ἄρκον αὐτὸν λέγει καὶ πάρδαλιν δι' αἰνιγμάτων τὰ εὐαγγελικὰ προεκτιθέμενος δόγματα, ἐν οἷς ἄλλος τοῖς δεξιοῖς καὶ ἕτερος τοῖς εὐωνύμοις ὁ τῶν λόγων τοῦ βασιλέως χαρακτὴρ καθορᾶται, τοῖς μὲν ἀγαθός τε καὶ μείλιχος, τοῖς δὲ φοβερὸς καὶ ἀμείλικτος καταλλήλως τῇ προαιρέσει τῶν κρινομένων ἑαυτὸν μεθαρμόζων), τούτου χάριν καὶ νῦν πρόσφορος τῇ νύμφῃ παρὰ τοῦ λόγου ἡ ἀντίδοσις γίνεται· ἐν οἷς ὕμνησε τοῦ δεσπότου τὸ κάλλος, ἐν τοῖς ὁμοίοις αὐτῇ τοῦ κυρίου ἀντιχαρισαμένου τὸν ἔπαινον· ἀποδέχεται γὰρ καὶ αὐτὸς τῶν μαζῶν αὐτῆς τὴν διὰ τῆς ἐνεργείας πρὸς τὸ κρεῖττον γεγενημένην ἀλλοίωσιν, ὅτι τοῦ γαλακτοφορεῖν παυσάμενοι οἶνον καὶ οὐχὶ γάλα προχέουσι, δι' οὗ ταῖς τελειοτέραις 6.266 καρδίαις ἡ εὐφροσύνη γίνεται τῶν μηκέτι ὑπὸ νηπιότητος κλυδωνιζομένων, ἀλλ' ἐκ τοῦ κρατῆρος τῆς σοφίας ἐμφο ρεῖσθαι δυναμένων τῷ στόματι τὰ ἀγαθὰ καὶ ἐφέλκεσθαι. Ἐπαινέσας τοίνυν τοὺς μαζοὺς διὰ τὴν τοῦ οἴνου φορὰν προστίθησι καὶ τῆς εὐοδμίας τὸν ἔπαινον εἰπὼν ὅτι Καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα. νοῆσαι δὲ χρὴ τὸν τοιοῦτον ἔπαινον ἐκ τῆς ἁγίας γραφῆς τῶν ὀνομασθέντων ἀρωμάτων διδαχθέντας τὴν φύσιν. πᾶν τὸ εὔπνουν ἄρωμα τῆς ὀσφραντικῆς αἰσθήσεως ἡδονὴ γίνεται. οὐκοῦν ἐκεῖνα λέγειν ἀρώματα τὸν λόγον νοήσομεν, ὅσα παρὰ τῆς γραφῆς εὐπνοεῖν ἐδιδάχθημεν· οἷον προσάγει Νῶε τῷ θεῷ τὴν θυσίαν Καὶ ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας. οὐκοῦν ἀρώματα γίνεται τῷ θεῷ ἡ θυσία. πολλαὶ καὶ μετὰ ταῦτα προσάγονται τῷ θεῷ διὰ τοῦ νόμου ἱλεωτικαὶ θυσίαι, χαριστήριοί τε καὶ σωτήριοι καὶ καθάρσιοι καὶ περὶ ἁμαρτίας· πάντα ταῦτα τίθει ἐν τοῖς ἀρώμασι, καὶ τὰς ὁλοκαρπώσεις καὶ τὰς ὁλοκαυτώσεις καὶ τὰς μερικὰς τῶν ἀφαιρεμάτων ἀφιερώσεις, τὸ στηθύνιον τοῦ ἱερείου, τὸν λοβὸν τοῦ ἥπατος, τὸ ἐπινεφρί 6.267 διον στέαρ καὶ ἔτι πρὸς τούτοις τὸν λίβανον, τὴν τῷ ἐλαίῳ διαβεβρεγμένην σεμίδαλιν, τὸ θυμίαμα τῆς συνθέσεως, καὶ τὰ ἄλλα πάντα ὅσα διὰ πυρὸς εἶχε τὴν ἁγιστείαν ἐν τῷ καταλόγῳ τῶν ἀρωμάτων ἔστω. ὅταν οὖν ἀκούσωμεν τὸ τῆς νύμφης μύρον πλείονος ὑπὲρ πάντα τὰ ἀρώματα τῆς ἀποδοχῆς ἀξιούμενον, τοῦτο τῷ λόγῳ μανθάνομεν, ὅτι τὸ τῆς ἀληθείας μυστήριον τὸ διὰ τῆς εὐαγγελικῆς διδα σκαλίας ἐπιτελούμενον μόνον εὐῶδές ἐστι τῷ θεῷ, πάντων τῶν νομικῶν ἀρωμάτων προκεκριμένον, ἅτε μηκέτι τύπῳ τινὶ καὶ σκιᾷ καλυπτόμενον ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας εὔπνουν γινόμενον· εἰ γάρ τι καὶ τῶν προλαβόντων ἀρωμάτων ὠσφράνθη κύριος εἰς ὀσμὴν εὐωδίας, κατὰ τὸν ἐμφαινόμενον λόγον τοῖς γινομένοις ἕκαστον αὐτῶν τῆς ἀποδοχῆς ἠξιώθη οὐ κατὰ τὸ πρόχειρόν τε καὶ σωματικὸν εἶδος τῶν γινομένων. καὶ τοῦτο δῆλόν ἐστι ἐκ τῆς μεγάλης τοῦ προφήτου φωνῆς ἥ φησιν ὅτι Οὐ δέξομαι ἐκ