1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

75

τοῦ οἴκου σου μόσχους οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους· οὐ γὰρ φάγομαι κρέα ταύρων οὐδὲ αἷμα τράγων πίομαι. καίτοι πάλαι πολλάκις αἱ ζωοθυσίαι γεγόνασιν. ἀλλὰ κἂν γένηται ταῦτα, ἕτερόν ἐστι τὸ διὰ τούτων ἐν αἰνίγματί σοι νομοθετούμενον τὸ 6.268 δεῖν τὰ πάθη τὰ ἐν σοὶ σφαγιάζεσθαι· Θυσία γάρ, φησί, τῷ θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει. ὅθεν γίνεται ἡ θυσία τῆς αἰνέσεως ἡμῶν ἡ δοξάζουσα τὸν τὴν τοιαύτην ὀσμὴν ὀσφραινόμενον. ἐπειδὴ τοίνυν τὰ τυπικὰ πάντα τοῦ νόμου ἀρώματα ὑπερβᾶσα ἡ πνευματικῶς εὐπνοοῦσα κατὰ τὸν Παῦλον ψυχή, ὃς Χριστοῦ εὐωδία ἦν, αὕτη διὰ τοῦ βίου ἐγένετο καὶ τὸ μύρον τῆς ἱερωσύνης καὶ τὸ θυμίαμα τῆς συνθέσεως διὰ τῆς ποικίλης τῶν ἀρετῶν συνεισφορᾶς τε καὶ μίξεως καλῶς εὐπνοήσασα, ἧς ὁ βίος ἐφάνη τῇ ὀσφρήσει τοῦ νυμφίου εἰς ὀσμὴν εὐωδίας, διὰ τοῦτο ἡ θεία αἴσθησις, καθὼς ὁ Σολομὼν ὀνομάζει, τῶν σωματικῶν ἀρωμάτων τοῦ νόμου προτίθησι τὴν ἄϋλον ἐκείνην καὶ καθαρὰν τὴν διὰ τῶν ἀρετῶν μυρεψουμένην εὐωδίαν λέγων Καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα. Ὁ δὲ ἐφεξῆς λόγος πρὸς τὸ ὑψηλότερον προάγει τὸν ἔπαινον τὴν ἐκ μελέτης τε καὶ προσοχῆς γενομένην αὐτῇ τῶν πνευματικῶν χαρισμάτων περιουσίαν μαρτυρῶν τῷ 6.269 λόγῳ· ἐπειδὴ γὰρ παρὰ τὴν μέλισσαν φοιτᾶν τὸν τῆς σοφίας μαθητὴν ὁ παροιμιακὸς βούλεται λόγος (νοεῖς δὲ πάντως ἐκ τῶν μαθημάτων τὴν διδάσκαλον ἥτις ἐστίν) λέγων τοῖς ἐρασταῖς τῆς σοφίας Πορεύθητι πρὸς τὴν μέλισσαν καὶ μάθε ὡς ἐργάτις ἐστὶ τήν τε ἐργασίαν ὡς σεμνὴν ἐμπο ρεύεται, ἧς τοὺς πόνους βασιλεῖς τε καὶ ἰδιῶται πρὸς ὑγεῖαν προσφέρονται (ποθεινὴν δὲ λέγει πᾶσιν εἶναι αὐτὴν καὶ ἐπίδοξον, ἀσθενοῦσαν μὲν κατὰ τὴν ῥώμην, τὴν δὲ σοφίαν τιμήσασαν καὶ διὰ τοῦτο προαχθεῖσαν εἰς ὑπόδειγμα βίου τοῖς ἐναρέτοις· Τὴν γὰρ σοφίαν, φησί, τιμήσασα προήχθη), συμβουλεύει δὴ διὰ τῶν εἰρημένων μηδενὸς ἀπέχεσθαι τῶν ἀγαθῶν μαθημάτων, ἀλλὰ τῷ λειμῶνι τῶν θεοπνεύστων ἐφιπτάμενον λόγων, ἀφ' ἑκάστου τι πρὸς τὴν κτῆσιν τῆς σοφίας ἀπανθιζόμενον κηροπλαστεῖν ἑαυτῷ τὸ κηρίον, οἷον ἐν σίμβλῳ τινὶ τῇ ἑαυτοῦ καρδίᾳ τὴν φιλεργίαν ταύτην ἀποτιθέμενον, ὥσπερ τινὰς ἐν κηρίῳ σύριγγας τῶν πολυειδῶν μαθημάτων ἀσυγχύτους ἐν τῇ μνήμῃ τὰς θήκας δημιουργή σαντα, καὶ οὕτω κατὰ μίμησιν τῆς σοφῆς ἐκείνης μελίσσης, ἧς ἡδὺ μὲν τὸ κηρίον ἄπληκτον δὲ τὸ κέντρον, τὴν σεμνὴν ταύτην τῶν ἀρετῶν ἐργασίαν διὰ παντὸς ἐμπορεύεσθαι. ἐμπορεύεται γὰρ ὡς ἀληθῶς ὁ τὰ ἀγαθὰ τὰ αἰώνια τῶν τῇδε πόνων διαμειβόμενος καὶ τοὺς ἰδίους πόνους εἰς ψυχικὴν ὑγεῖαν βασιλεῦσί τε καὶ ἰδιώταις νέμων, ὥστε ποθεινὴν 6.270 τῷ νυμφίῳ τὴν τοιαύτην γενέσθαι ψυχὴν καὶ τοῖς ἀγγέλοις ἐπίδοξον ἐν ἀσθενείᾳ τελειοῦσαν τὴν δύναμιν διὰ τὴν τῆς σοφίας τιμήν. ἐπειδὴ τοίνυν παιδεύσεώς ἐστι καὶ φιλοπονίας ὑποδείγματα τὰ περὶ τὴν σοφὴν ἐκείνην μέλισσαν διηγήματα καὶ αἱ ποικίλαι τῶν πνευματικῶν χαρισμάτων διαιρέσεις κατὰ τὴν τῆς σπουδῆς ἀναλογίαν τοῖς πεπονηκόσι προγίνον, διὰ τοῦτό φησι πρὸς τὴν νύμφην ὅτι πλήρης σοι γέγονεν ἡ καρδία τῶν ἐκ τῆς παντοδαπῆς παιδεύσεως κηρίων, ὅθεν προφέρεις ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας τὰς μελιχρὰς τῶν λόγων σταγόνας, ὡς εἶναί σοι μέλι τὸν λόγον συναναμεμιγμένον τῷ γάλακτι· Κηρίον γάρ, φησίν, ἀποστάζει χείλη σου, νύμφη, μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου. παρεσκεύασται γάρ σοι ὁ λόγος οὐ μονοειδῶς τοῖς ἀκούουσι τὴν ὠφέλειαν ἐπιδεικνύμενος ἀλλὰ καταλλήλως πρὸς τὴν τῶν δεχομένων δύναμιν ἁρμοζόμενος, ὡς καὶ τοῖς τελειοτέροις καὶ τοῖς νηπιάζουσιν οἰκείως ἔχειν, τοῖς μὲν τελείοις μέλι, τοῖς δὲ νηπίοις γάλα γινόμενος. οἷος ὁ Παῦλος ἦν, τοῖς μὲν ἁπαλωτέροις τῶν λόγων τοὺς ἀρτιγενεῖς τιθηνούμενος, σοφίαν δὲ λαλῶν ἐν τοῖς τελείοις ἐν μυστηρίῳ τὴν ἀποκε κρυμμένην ἀπὸ τῶν αἰώνων, ἣν οὐ χωρεῖ ὁ αἰὼν οὗτος οὐδὲ οἱ ἄρχοντες τοῦ αἰῶνος τούτου. τὴν οὖν τοιαύτην παρα 6.271 σκευὴν τοῦ μέλιτός τε καὶ τοῦ γάλακτος ὑποκεῖσθαι λέγει τῇ γλώσσῃ τὴν τεταμιευμένην τε καὶ